Ancient Greek · ~28 min
ΚΕΦΑΛ. ϛʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Proverbia (in catenis) ΚΕΦΑΛ. ϛʹ.1
Not analysed yet
Ἴσθι μὴ ἐκλυόμενος. Ἔσο μὴ ἀναπίπτων, μηδὲ τοὺς τόνους τῆς καρτερίας ὑπεκλύων· ἀλλὰ τὸ παρὰ σοῦ τῷ Θεῷ ἐγγυηθὲν σῶμα διεγείρων, καὶ ὑποπιέζων πρὸς ἀπόδοσιν τῶν αὐτῷ παρατιθέντων ἐντολῶν. Ἴθι πρὸς μύρμηκα, ὦ ὀκνηρέ. Πολλὴ κατηγορία, ἄνθρωπον ὄντα πρὸς τὸ ἄλογον πορεύεσθαι ζῶον παιδευθησόμενον ἀρετήν· εἶχε μὲν γὰρ καὶ μεῖζον ζῶον εἰπεῖν, ἀλλὰ τῇ εὐτελείᾳ τοῦ παραδείγματος, καταισχῦναι βούλεται τὸν ἀργοῦντα· ὅρα δὲ κατὰ τί ζηλῶσαι κελεύει· κατὰ τὸν πόνον, κατὰ τὸν ἱδρῶτα· κέχρησο πόνοις δικαίοις. Καλῶς δὲ εἶπεν, μηδὲ τὸν ἀναγκάζοντα ἔχων· παρούσης γὰρ αὐτῷ θέρους δαψιλοῦς τραπέζης, ὅτε οὐκ ἔστι λιμὸν ὑποπτεῦσαι· ἀλλ' οὐ πρὸς τὸ παρὸν ὁρᾷ, ἀλλὰ τοῦ μέλλοντος φροντίζει· καὶ οὐ ποιεῖ αὐτὸν ῥᾳθυμότερον ἡ παροῦσα εὐδαιμονία, ὥσπερ ἡμεῖς πολλάκις ἐν εὐθηνίᾳ διάγοντες οὐ λαμβάνομεν αἴσθησιν τῶν μελλόντων δεινῶν. Ὅρα οὖν καὶ σὺ, μή ποτέ σοι τῆς συλλογῆς ἐν τῷ παρόντι ἀφορισθείσης, περιστῇ ὁ χειμὼν, ὁ πικρὸς συγκλεισμὸς, καὶ τὸ τῶν παρθένων πάθῃς. —Πορεύθητι πρὸς τὸν μύρμηκα, τουτέστι πρὸς τὸ ἔθνος τὸ ἐξουδενωμένον ὑπὸ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, ἐλπίδα δὲ εἰς Χριστὸν κεκτημένον· καὶ μίμησαι τὴν καλὴν πολιτείαν αὐτοῦ, καὶ γενοῦ σοφώτερος. Ὁ γεωργίου μὴ ὑπάρχοντος, ἀντὶ τοῦ μηδεμίαν ἐλπίδα ἐν κόσμῳ κεκτημένος· μηδὲ ἀπατώμενος ὑπὸ θέας τῶν ἐν βίῳ πραττομένων ἀνομημάτων· μηδὲ βιαζόμενος ὑπό τινος, ἀλλ' ἑκὼν καὶ προαιρέσεως καρδίας πιστεύων τῷ Θεῷ, ἑτοιμάζεται δι' ἔργων ἀγαθῶν τὴν αἰώνιον ζωήν. Πορεύθητι πρὸς τὴν μέλισσαν. Πρόσδραμε τῇ ἐκκλησίᾳ, καὶ μάθε τὰ τοῦ φωτὸς ἔργα ἐν αὐτῇ γινόμενα, τήν τε ἐργασίαν αὐτῆς ὡς σεμνὴν ποιεῖται· τὴν δὲ πολιτείαν αὐτῆς, ὡς σώφρονα καὶ ἁγνὴν, ἐπιδεικνυμένη· ἧς τοὺς πόνους βασιλεῖς τε καὶ ἰδιῶται, ἧς τὰς ἐντολὰς πλούσιοι καὶ πένητες πρὸς σωτηρίαν ἑαυτῶν λαμβάνουσι, καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενὴς, καίπερ οὖσα ἐν κόσμῳ εὐτελής· ἀλλ' εἰς Χριστὸν πιστεύουσα προσήχθη· πάρεστι γὰρ αὐτῷ πλουσία καὶ πολυτελὴς τράπεζα, κατὰ τὸν καιρὸν ὃν ἀποτίθεται· ἀλλ' οὐ πρὸς τὸ παρὸν ὁρᾷ, ἀλλὰ τοῦ μέλλοντος ποιεῖται πολλὴν τὴν πρόνοιαν· θέρους ἑτοιμάζεται τὴν τροφὴν, πολλὴν ἐν τῷ ἀμήτῳ ποιεῖται τὴν παράθεσιν. Ὅρα πῶς μέλλοντος φροντίζει τὸ ζῶον· καὶ σὺ τοίνυν ἀπολαύεις ἀσφαλείας κατὰ τὸν παρόντα βίον· ἀλλὰ περισκόπησον μήποτε τοῦ χειμῶνος ἐπιστάντος, κενή σοι καὶ ἔρημος τῆς τροφῆς οἰκία εὑρεθῇ. Ὅρα αὐτῆς τὸ δίκαιον· οὐχὶ τοῖς μὲν βασιλεῦσι χρησίμη, τοῖς δὲ ἰδιώταις ἄχρηστος· ἴσως καὶ τούτων κἀκείνων τὸ πλῆθος θεραπεύει αὐτῆς τὸ φάρμακον· τῇ φύσει κάμνει, οὐχὶ ταῖς τιμαῖς· τοιοῦτος ἔσο καὶ σὺ, μὴ τιμῶν πρόσωπον, ἀλλὰ πραγμάτων φύσιν· καί τοι τί καλὸν ἔχει ἐν τῷ σώματι; οὐδέν· ὥστε ἵνα μὴ ἔχῃ ὀκνηρὸς εἰς ἀσθένειαν καταφυγεῖν, παρέλαβε ζῶον πάντων ἀσθενέστερον, ἀναιρῶν αὐτοῦ τὴν ἀπολογίαν. —Ποθεινή τέ ἐστι, καὶ τοῖς οὐκ ἔχουσιν, οὐδὲ κεκτημένοις· καθ' ἑκάστην ἡμέραν ἐν ἀγροῖς, ἐν πόλεσι, πάντας μυρία τοῦ γένους τούτου διερχομένους ἐγκώμια ἀκουσόμεθα. Παραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία, καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς. Οὐδὲν ἑκουσίου [num ἀκουσίου ?]πενίας χαλεπώτερον, ἣ τῷ ἀργῷ τάχιστα παραγίνεται, τοὺς ἀγαθοὺς περὶ τὸν δρόμον τῇ ταχύτητι νικῶσα· ταῦτα δέ ἐστι πενία καὶ ἔνδεια· ἡ πενία μὲν, στέρησις γνώσεως· ἔνδεια δὲ, σπάνις ἀρετῶν. —Ἰδὲ τῆς ἐργασίας τὴν τελειότητα· οὐ παιδεύῃ παρὰ τῶν ἀλόγων; μάθε παρὰ τῆς πείρας τῶν πραγμάτων· ἀπεύχῃ τῶν ἀλόγων φανῆναι ἀλογώτερος. Οὐκοῦν καὶ τὴν πενίαν φεῦγε. Φορτικὸν ἐργασία; ἀλλ' ὅρα αὐτῆς τὸ τέλος. Ἡδὺς ὁ ὄκνος; ἀλλὰ σκόπει τὸ πέρας· μὴ τὰς ἀρχὰς τῶν πραγμάτων καταμανθάνωμεν, ἀλλὰ ποῦ τελευτῶσι βλέπωμεν· ὁ ἐξιὼν ἐκ τῆς οἰκίας οὐ βούλεται ἐπὶ τῆς ὁδοῦ μένειν, ἀλλὰ καὶ ἐν τῇ ἀρχῇ τῆς ἐξόδου ὢν, τῷ τέλει προσέχει· δι' ἐκεῖνα καὶ τὴν ἀρχὴν ποιεῖται, ὥστε τῆς ἀρχῆς τὸ τέλος ἀνύσαι· σὺ δὲ τοὐναντίον ποιεῖς. Ἐν παντὶ καιρῷ ὁ τοιοῦτος ταραχὰς συνίστησι πόλει. Βαβαὶ, ὅσην ἔχει τὴν ἰσχὺν, ἐν παντὶ καιρῷ; κἂν γὰρ ἀγαθόν τι βούληται σημᾶναι, ὁ τῆς σημασίας τρόπος ὑποψίας μεστός· συγκρούων πλήθη, καὶ πόλεις ὅλας ἀναστάτους ποιῶν· ὁ τοιοῦτος οὐκ ἔχει πνεῦμα εἰρηνικὸν, οὐδὲ ἤκουσεν Ἰησοῦ λέγοντος· Μακάριοι οἱ εἰρηνοποιοί· διδάσκει δὲ διὰ τούτων μηδενὶ διδόναι λαβήν. Ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος, χεῖρες ἐκχέουσαι αἷμα δίκαιον. [ibid.] Τῶν μελῶν τοῦ σώματος ἐκ μέρους πρὸς τὸ κακὸν ἐνεργείας σημαίνει· ὅπερ οὖν ἐν σώμασιν ὀφθαλμὸς, καὶ γλῶττα, καὶ χεῖρες, τοῦτο ἐν τῇ ψυχῇ λογισμὸς, ὁρμὴ, καὶ κρίσις· οὐχ ἁπλῶς δὲ ἡμῖν ταῦτα κατέλεξεν, ἀλλ' ἵνα μάθωμεν αὐτὰ σωφρονίζειν διὰ τοῦ φεύγειν τὴν μίμησιν. —Ἐκχέουσιν αἷμα δίκαιον, οἱ τὸ αἷμα τοῦ Κυρίου πίνοντες καὶ αἰσχραῖς μολυνόμενοι πράξεσιν. Καρδία τεκταινομένη λογισμοὺς κακούς. Ὅταν γὰρ ἀκάθαρτος ᾖ ἡ καρδία, καὶ τὰ μέλη πεποίηκεν ἀκάθαρτα· ἐξέχεε γὰρ ἔξω τὸν ἰόν. —Καλῶς εἶπεν ἐκκαίει· πῦρ γάρ ἐστι τὸ ψεῦδος διϊστῶν τοὺς ἡνωμένους, οὐ μόνον οὐκ ὠφελοῦν, ἀλλὰ καὶ ἐκπολεμοῦν· κατὰ δὲ διάνοιαν, ἀδελφοὶ ἂν εἶεν, οἱ τὸ τῆς υἱοθεσίας ἔχοντες χάρισμα, καὶ ὑπὸ τὸν αὐτὸν ὄντες πατέρα Χριστόν· οὓς ἄδικοι καὶ ἐμπαθεῖς λογισμοὶ ἐμπεσόντες, ταράττειν ἐπιχειροῦσιν· ἀνάπτοντες θυμὸν μὲν εἰς μῖσος, ἐπιθυμίαν δὲ, πρὸς αἰσχρὰς ἐργασίας. Ἄφαψαι δὲ αὐτοὺς ἐπὶ σῇ ψυχῇ, κ. τ. λ. Ἀντὶ τοῦ σύνδησον ἐν τῷ βάθει τῆς διανοίας πρῶτον τὴν τῶν νόμων διδασκαλίαν ἐναποθέμενος· καὶ τότε δι' ἔργων ἀγαθῶν ἐπικοσμῶν, τῷ σῷ τραχήλῳ ἐπίσφιγξον. Καλὸς ἑταῖρος καὶ συνόμιλος· τὸ, τὰ λόγια τοῦ Θεοῦ διηνεκῶς μελετᾷν· καὶ μάλιστα ὅταν ἐπ' ἀγορᾶς βαδίζωμεν· τότε γὰρ ἡμῖν τούτων τῶν ὅπλων δεῖ μᾶλλον, ὅτι καὶ ὀφθαλμὸς τιτρώσκει, καὶ θυμὸς ἐκκαίει, καὶ ἐπιθυμία χρημάτων ἐκ τῶν ὁρωμένων ἐρεθίζει. —Μελετήσεις γὰρ ἐν αὐτοῖς καθήμενος, καὶ πορευόμενος, καὶ κοιταζόμενος. Ἔλεγχος μὲν τῶν κακῶν ἐντολὴ, παιδεία δὲ τῶν ἀγαθῶν· διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας. Τοῦ διαφυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου, καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας. Ὅρα αὐτὸν τῆς σωφροσύνης πολὺν ποιούμενον λόγον· σκότος γάρ ἐστιν ἡ ἐπιθυμία· ἀπὸ διαβολῆς δὲ, ἀντὶ τοῦ οὐκ ἀπὸ μοιχείας μόνον, ἀλλὰ καὶ ὑποψίας· ἔστι γὰρ πολλάκις, τῆς μὲν ἁμαρτίας εἶναι καθαρὸν, τῆς δὲ ὑποψίας μὴ ἀπηλλάχθαι· ἀλλ' ἡ ἐντολὴ καὶ τοῦτο κατορθοῖ· εἴη δ' ἂν καὶ ὕπανδρος ἡ τῶν ἑτεροδόξων διδασκαλία, καὶ ὁ συκοφάντης αὐτῶν λόγος, ἣν φυλάσσεσθαι παραινεῖ. —Μή σε συναρπάσῃ τὰ γοητεύματα τῆς κεκομψευμένης φράσεως. Τιμὴ πόρνης ὅση καὶ ἑνὸς ἄρτου. Τὴν βραχύτητα τῆς ἡδονῆς, καὶ τὴν εὐτέλειαν τοῦ ταύτης μισθώματος διὰ τοῦ ἑνὸς ἐνέφηνεν ἄρτου. —Οὐκ ἀθωωθήσεται. Οὐδὲ ὁ καθαρεύων τῆς πράξεως, ταῖς δὲ λοιπαῖς ὁμιλίαις μιαινόμενος, ἀθωωθήσεται· ἀντὶ τοῦ, καθαρὸς οὐκ ἔσται· ὡς γὰρ οὐκ ἔνι τοὺς ὀφθαλμοὺς ἀνοίξαντας, μὴ βλέπειν, οὕτως οὐκ ἔνι γυναικὸς ὁρωμένης, ἐπιθυμίαν μὴ τίκτεσθαι· τί οὖν πῦρ ἐπιστοιβάζεις τῇ φύσει; Κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν αὑτοῦ πεινῶσαν. Οὐκ ἀπολύων τὸν κλέπτην ἐγκλήματος τοῦτο λέγει, ἀλλὰ πρὸς σύγκρισιν· ὁ μὲν γὰρ τὴν πενίαν ἔχει ἀπολογίαν, ὁ δὲ ἀφροσύνῃ μόνῃ χειροῦται· καὶ ὁ μὲν ζημίᾳ ὑποκείσεται ἁλοὺς μόνῃ, ὁ δὲ θανάτῳ καὶ τούτῳ ἐπονειδίστῳ· κατὰ δὲ θεωρίαν, ὅτι οὐδὲν θαυμαστὸν, εἴ τις ἑνὶ καὶ δευτέρῳ κέχρηται θεωρήματι τῆς ἔξω σοφίας, ὡς δι' αὐτῶν εἰς φῶς ἄγειν τὸ ἀληθὲς, καὶ τὰ παρ' αὐτοῖς δοκοῦντα βέβαια διελέγχειν· ὁποῖος ὁ Παῦλος αἰχμαλωτίζων πᾶν νόημα εἰς Χριστὸν, καὶ τοὺς Ἀθηναίους ἐκ τῆς οἰκείας ποιήσας ἐπιγραφῆς· εἰ δὲ τὴν ἀληθῆ σοφίαν ἀφέντες, ἀγαπήσομεν τὴν τοῦ κόσμου, ἀφρόνως μοιχεύομεν.