Ancient Greek · ~16 min
ΚΕΦΑΛ. Θʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Proverbia (in catenis) ΚΕΦΑΛ. Θʹ.1
Not analysed yet
Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Σοφία ὢν ὁ Υἱὸς τοῦ Θεοῦ, γενόμενος ἄνθρωπος, αὐτὸς ἑαυτῷ κατεσκεύασεν οἶκον, τὴν ἐκ Παρθένου σάρκα· στύλους ἑπτὰ, πνεῦμα Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου Θεοῦ, ὥς φησιν Ἡσαΐας. Ἢ καὶ οἶκον τὴν Ἐκκλησίαν, στύλους δὲ τοὺς ἀποστόλους· ἢ τὸν σοφὸν ἄνδρα φησὶν, ὅτι ἀσφαλής ἐστιν ἑαυτῷ αὐτάρκης καὶ μὴ προσδεόμενός τινος, —Οἶκος τῆς σοφίας, ἡ Ἐκκλησία· στύλοι, οἱ δοκοῦντες εἶναι στύλοι. Ἔσφαξε τὰ ἑαυτῆς θύματα. Θύματα τὰ θεῖα νοήματα, ἢ τὰς ἑρμηνείας τῶν Γραφῶν· κρᾶμα δὲ, τὸ συμμιγνύναι τῇ ἱστορίᾳ τὴν ἀναγωγήν· ἄκρατα γὰρ ὄντα τὰ θεῖα, χωρηθῆναι οὐ δύναται· διὰ τοῦτο λεπτομερῶς καὶ ποικίλως τὰ δόγματα καὶ τὰς ἑρμηνείας διαιροῦσα, τροφὴν τοῖς μαθητευομένοις ἐργάζεται. —Ἐκέρασεν εἰς κρατῆρα τὸν οἶνον ἑαυτῆς. Ἄκρατα γὰρ ὄντα τὰ θεῖα, φωναῖς ἀνθρωπίναις ἐκέρασεν, ὅ ἐστιν σοφίᾳ ἀνθρώπων, ἵνα χωρῆσαι αὐτὴν δυνηθῶμεν. Τὰ θύματα, τοὺς μακαρίους προφήτας, κατὰ καιρὸν ἀναιρουμένους ὑπὸ τῶν ἀπίστων, καθὼς λέγει, ὅτι Ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν. Ἀπέστειλε τοὺς ἑαυτῆς προφήτας καὶ ἀποστόλους μετὰ ὑψηλοῦ κηρύγματος, τουτέστι μετὰ δογμάτων οὐδὲν ταπεινὸν ἐχόντων καὶ καταβεβλημένον, ἐκκαλουμένους πάντα τὰ ἔθνη εἰς τὴν γνῶσιν τοῦ Θεοῦ· ὑψηλὸν δέ φησι τὸ, Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. Τοῖς ἐνδεέσι, τοῖς μήπω κεκτημένοις τὴν δύναμιν τοῦ ἁγίου Πνεύματος· ἢ τοῖς ἀρξαμένοις μὲν, ἀτελέσι δέ. Δεῦτε, ἐπίγνωτε τὴν ἀληθῆ καὶ εὐθεῖαν ὁδόν· καὶ Πίετε οἶνον, καὶ λάβετε Πνεῦμα ἅγιον ὡς οἶνον. Ἀπολίπετε ἀφροσύνην, ἐκκλίνατε τὰς ὁδοὺς τῆς ἀγνωσίας, καὶ ἐπίγνωτε τὴν αἰώνιον ζωήν· Φάγετε, ῥώσθητε ὑπὸ τῶν ἐμῶν λόγων καὶ μυστηρίων. Δίδου σοφῷ ἀφορμήν. Ἄρα ἀφορμὴ ὁ ἔλεγχος, σωτήριον πρᾶγμα καὶ χρήσιμον· ἢ τὴν διὰ τῶν ῥημάτων λέγει· οὕτω γὰρ ὑψωθήσεται πρὸς τὰς τῆς ἀναγωγῆς ἀκρότητας. Γνώριζε δικαίῳ, ἤτοι τῷ εὐγνώμονι γνώριζε τὰς τῆς δικαιοσύνης ὁδούς· καὶ προσθήσει, ἀντὶ τοῦ ἀγαπήσει σε, τὰ ἐξ ἀπροσεξίας ἁμαρτήματα, διὰ τοῦ ἐλέγχου διορθούμενος. Βουλὴ ἁγίων, σύνεσις. Βουλὴ ἁγίων διακρίνουσα τὰ πρακτέα καὶ μή· τοιαύτη γὰρ ἡ μετὰ συνέσεως βουλή. Πολὺν ζήσεις χρόνον. Τὸ πολὺν ἀντὶ τοῦ ἀπείρου κεῖται· ἢ μή ποτε ἀμφιβολίας ἡμᾶς ἀπαλλάττῃ· τὰ γὰρ ἔτη τῆς ζωῆς ταύτης αἰώνια. Ὃς οὐ χρῆται τῇ τοῦ Θεοῦ σοφίᾳ, ποιμαίνει ἀνέμους, ἀνυποστάτους ἀρχὰς ἑαυτῷ καὶ τῶν πραγμάτων καὶ τῶν Γραφῶν ὑποτιθέμενος. Ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τὴν νομικὴν πολιτείαν φησὶν, ἐπὶ Χριστὸν ὁδηγοῦσαν· ἄμπελος γὰρ ὁ Ἰσραήλ. —Δέον γεωργεῖν, ὁ δὲ τί ποιεῖ; Διαπορεύεται δι' ἐρήμου· ἄκαρπος γὰρ ἡ φύσις τοῦ ψεύδους. Εἶδες πῶς παρέστησε τοῦ ψεύδους τὴν φύσιν ἄκαρπον; ἀκάνθας καὶ τριβόλους μόνους κέκτηται ὁ τούτῳ ἐπερειδόμενος· εἴη δ' ἂν καὶ ἄνυδρος μὲν, ἡ μὴ ἔχουσα θείαν διδασκαλίαν· διψώδης δὲ ἡ μὴ πότιμον βλύζουσα ὕδωρ τοῦ Πνεύματος, ὃ ταῖς καρποφορούσαις πηγαῖς δίδοται παρὰ τοῦ Ἰησοῦ· ἀκαρπία δὲ, κακία καὶ ἄγνοια. Ἄρτων κρυφίων ἡδέως ἅψασθε. Καὶ ποία ἡδονὴ τῶν κεκλεμμένων, ἐν οἷς φόβος, κίνδυνος, προσδοκία θανάτου; καίπερ δὲ δοκοῦν ἡδὺ, οὐχ ἡδύ ἐστι· κατὰ τό· Ἡδύνθη αὐτοῖς ἄρτος ψεύδους, καὶ μετὰ τοῦτο· Πλησθήσεται τὸ στόμα αὐτῶν ψηφῖδος. Ἀλλ' ἀποπήδησον. Οὐκ εἶπεν ἀναχώρησον, ἀλλ' ἀποπήδησον. Μακάριον μὲν οὖν τὸ ἀποπηδῆσαι· δεύτερον δὲ τὸ μὴ ἐγχρονίσαι τοῖς φαύλοις νοήμασιν, ἀλλὰ διὰ μετανοίας παλινδρομῆσαι· οὐ γάρ ἐστιν ἀποθήσαντα πῦρ ἐν κόλπῳ, τὰ ἱμάτια μὴ κατακαῦσαι· μήτε τοῖς κακοῖς νοήμασιν ἐγχρονίσαντα, ἀδύνατον μὴ πυρὶ τῷ αἰωνίῳ παραδοθῆναι· ὅθεν δῆλον ὡς μακρὰν δεῖ τῆς κακίας ἐσκηνῆσθαι. [ita cod.] Κρημνός ἐστιν ἡ ἁμαρτία· μακρὰν βάδιζε· ὁ γὰρ πλησίον, κἂν ἐν ἀσφαλείᾳ ᾖ, τρέμει καὶ δέδοικεν. Οὕτως γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον. Ὕδωρ καλεῖ τὴν ἐπιθυμίαν, δεικνὺς ὅτι καθάπερ ὁ φιλονεικῶν πιεῖν ὕδωρ ἀπὸ τῆσδε τῆς πηγῆς, ἔγκλημα ἔχει, τὸ προκείμενον ἁρπάζων, καὶ τὸ μετὰ ἀφθονίας ὂν, οὕτω κἀνταῦθα. Ἢ ὅτι ὥσπερ παρὰ Θεῷ ἐστι πηγὴ ζωῆς, οὕτως καὶ παρὰ τῷ διαβόλῳ πηγὴ θανάτου· εἰ δὲ ἡ τοῦ Θεοῦ πηγὴ, ἀρετῆς καὶ γνώσεως ἐστὶ πηγὴ, ἡ τοῦ διαβόλου δηλονότι κακίας καὶ ἀγνωσίας ἐστὶ πηγή. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ποταμῶν καὶ φρεάτων καὶ ὑδάτων καὶ ὑετῶν νοητέον· τὸ δὲ, προστεθῇ ἔτη, τοῦτο δηλοῖ, ὅτι σὺ εἶ κύριος τοῦ λαβεῖν.