Ancient Greek · ~17 min
ΚΕΦΑΛ. Ιʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Proverbia (in catenis) ΚΕΦΑΛ. Ιʹ.1
Not analysed yet
Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους. Τί οὖν; οὐ πολλοὶ διὰ χρημάτων θάνατον ἔφυγον; Ναί· ἀλλ' οὐχὶ καὶ τὴν ἁμαρτίαν ἀπεδύσαντο, πολλῷ δὲ χαλεπωτέραν θανάτου ζωὴν ἐξωνήσαντο· μὴ δὲ πεποιθότες ὦμεν ἐπὶ χρήμασιν, ἀλλ' ἐπ' ἀρετῇ· ἢ ὅτι ἐπιγενομένη ἡ δικαιοσύνη τοῖς πρὸς θάνατον ἁμαρτήμασιν, ῥύεται ἀπὸ θανάτου· πῶς δὲ οὐκ ὠφελήσουσιν, ἀνθ' ὧν ἐθησαύρισαν ἐν γῇ, Ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσιν; Ἡ δὲ δικαιοσύνη οὐ μόνον τοὺς αὐτὴν κτωμένους διασώζει, ἀλλὰ καὶ πολλοὺς ἐν αὐτῇ πρὸς ζῆλον ἐγείρει, καὶ ἐκ θανάτου πρὸς ἀθανασίαν αἰώνιον παραπέμπει. Οὐ λιμοκτονήσει Κύριος ψυχὴν δικαίου, ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει. [Ibid.] Πῶς γὰρ ἂν λιμώσσωσι, τὸν ζωῆς καὶ οὐράνιον ἄρτον ἔχοντες; Οἱ δὲ ἀσεβεῖς, κἂν εὐθηνίας ἀπολαύσωσιν, οὐδὲν αὐτοῖς ἔσται πλέον. Ἢ καὶ οὕτως· εἰ ἡ ζωὴ τῶν ἀσεβῶν, ἡ κακία ἐστὶ, ταύτην δὲ ἀνατρέψει ὁ Κύριος, ἔσονται δηλονότι ποτὲ οἱ ἀσεβεῖς οὐκ ἀσεβεῖς· μετὰ γὰρ ταύτην τὴν ἀνατροπὴν, ὁ Κύριος παραδώσει τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ἵνα γένηται ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι. Ψυχὴν δὲ δικαίαν γνώσεως καὶ σοφίας καὶ παντὸς ἀγαθοῦ ἐφιεμένην οὐ λιμοκτονήσει ὁ Κύριος. Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου· στόμα δὲ ἀσεβῶν καλύψει πένθος ἄωρον. Τοῦ μὲν δικαίου τὸ κεφάλαιον διασώζεται, στεφανοῦται· ὁ δὲ ἀσεβὴς, ἐπεὶ καὶ στόμα εἰς προσθήκην ἁμαρτιῶν κατακέχρηται, καὶ δι' αὐτοῦ ἁμαρτάνει, πένθει ἀώρῳ καλυφθήσεται. Ἢ οὕτως· ἐν τῷ ἡγεμονικῷ ἐννοεῖται εὐλογία καὶ ἡ σύνεσις, ὁ δὲ λόγος τῶν ἀσεβῶν ἐν παραθέσει μεγάλου πένθους νικᾷ· ἢ ὅτι ὁ λόγος αὐτῶν, χείρων ἀώρου πένθους ἐστίν· ἢ ἀντὶ τοῦ, καὶ τὸ στόμα αὐτῶν καλυφθήσεται, ἵνα τὸ πληρέστατον τῆς τιμωρίας ἐμφαίνῃ. Ὄνομα δὲ ἀσεβῶν σβέννυται. [Ibid.] Ἐν μέσῳ γὰρ φερομένου λόγου περὶ δικαίου, οὗτος μὲν ἐγκωμιάζεται, καὶ ἡ μνήμη ἀθανατίζεται· τοῦ δὲ ἀσεβοῦς οὐ μόνον ὁ θάνατος ἄωρος, ἀλλὰ καὶ τὸ ὄνομα ἀωρότερον σβέννυται. Σοφὸς καρδίᾳ δέξεται ἐντολάς· ὁ δὲ ἄστεγος χείλεσι σκολιάζων ὑποσκελισθήσεται. Σοφὸν καλεῖ τὸν εἰδότα, καὶ ἐκ φύσεως ἔχοντά τι· ὃς καὶ πεισθήσεται νόμῳ· ἄστεγον δὲ χείλεσι, τὸν ἄσοφον, τὸν στόμα ἀθύρωτον ἔχοντα, τὸν πάντα φθεγγόμενον, τὸν μηδὲν εἰδότα φυλάσσειν· ὃς οὐκ ἔμαθε τὸ, ἀκήκοας λόγον; συναποθανέτω σοι· ἢ ὅτι ποτὲ μὲν, τοῦτο λαλῶν, ποτὲ δὲ ἐκεῖνο, ὁ τοιοῦτος ἐμπόδια τίθησι τῇ ἑαυτοῦ ζωῇ· ἐν οἷς ὑποσκελισθήσεται, ἀντὶ τοῦ πεσεῖται. Ὃς πορεύεται ἁπλοῦς, πορεύεται πεποιθώς. [Ibid.] Καὶ μὴν κακουργία δοκεῖ πρᾶγμα ἀσφαλὲς εἶναι· ἡ δὲ ἀφέλεια, εὐεπηρέαστον εἶναι· ἀλλὰ τοὐναντίον φησὶν, ὅτι ὁ πορευόμενος ἀδόλως θαῤῥείτω· ὁ γὰρ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ, καταφανὴς ἔσται· οὐ γὰρ ἔστι λαθεῖν τὸν κακοῦργον· ἢ ἀντὶ τοῦ, ὁ μηδὲν τῷ πλησίον τεκταινόμενος, οὐδὲ παρ' ἑτέρου ἐπιβουλὴν δέξεται· ὁ δὲ λαθραίως ἐπιβουλεύων, καὶ εἰς πρόσωπον ἐπαινῶν, οὗτος γνωσθήσεται, εἰ καὶ δοκεῖ λανθάνειν ἕως καιροῦ. Εἶτα παραινεῖ, ὅτι δεῖ μετὰ παῤῥησίας πάντα ποιεῖν. Αἱ πράξεις τοῦ δικαίου ἀπὸ πηγῆς ἀεννάου τῆς εἰπούσης· Ἐγώ εἰμι ἡ ζωὴ, ἀνελλιπῶς χορηγοῦνται· ὁ δὲ λαλῶν ἀσεβῆ, πεπαύσεται διαδεξαμένης κολάσεως. Ὃς ἐκ χειλέων προφέρει σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον. Ἵνα γὰρ μὴ λέγῃς τὸ ἀμύνασθαι ἠθέλησεν, Οὐ λέγω, φησὶν, ὅτι ὕβρισον, ἀλλ' εἰπέ τι σοφὸν, καὶ πλήξεις τὸν ἐχθρὸν μᾶλλον, ἢ εἰ ῥάβδον εἶχες· ἐπὶ τῷ μὲν μισοῦντι, ἴδιον καὶ πλῆξαι· ὡς ἐὰν θέλῃς, τοῦτο ποίησον· οὐ γὰρ ἡ ὕβρις πλήττει, ἀλλ' ἡ ἐπιείκεια. Κτῆσις πλουσίων, πόλις ὀχυρά. Συντριβὴ δὲ ἀσεβῶν, πενία. [Ibid.] Οὐκ ἐπαρκεῖ ἑαυτῷ ὁ πλούσιος· εἰ γὰρ μὴ ἐν πόλει εἴη ἀσφαλεῖ, σφαλερὰ ἔσται ἡ κτῆσις αὐτοῦ· εἶτα καὶ τὴν πενίαν κακίζει· κατὰ δὲ διάνοιαν, τῶν κατὰ Θεὸν πλουτούντων οἱ μαθηταὶ τυγχάνουσιν ἀῤῥαγεῖς· οἱ δὲ ἀσεβεῖς μηδὲν ἔχοντες ἄξιον ἀκοῆς, ἀκροατὰς οὐκ ἔχοντες πένονται· διὸ καὶ ἀπόλλυνται. Ὁδοὺς ζωῆς, τὰς ἀγούσας ἐπὶ τὴν ἀρετήν· παιδείαν δὲ ἀνεξέλεγκτον, τὴν κακὴν τῆς ψυχῆς πολιτείαν, ἥτις λανθάνουσα πλάνην ποιεῖ. Παραπορευομένης καταιγίδος ἀφανίζεται ἀσεβής· δίκαιος δὲ ἐκκλίνας, σώζεται εἰς αἰῶνα. Ὅτι πειρασμοῦ ἐπερχομένου, ἀδεῶς ἁμαρτάνει· ὁ δὲ δίκαιος περιγενόμενος τοῦ πειρασμοῦ, δι' ὑπομονῆς καὶ εὐχαριστίας, σώζεται εἰς τὸν αἰῶνα. Ὅρα πῶς ἀσφαλὴς ἡ δικαιοσύνη· ὁ μὲν γὰρ ἐκκλίνας, ἤτοι μεταστραφεὶς, ἢ στεῤῥῶς ὑπομείνας, σώζεται· ὁ δὲ καίτοι μὴ ἁπλῶς ἐπιούσης, ἀλλὰ παραπορευομένης ταραχῆς ἤτοι πειρασμῶν, ἀφανίζεται· ἀδεῶς δὲ ἁμαρτάνει, τὴν δικαιοκρισίαν τοῦ Θεοῦ μὴ εἰδώς. Φόβος Κυρίου προστίθησιν ἡμέρας. Ἡμέρας τὰς ἀπὸ τοῦ τῆς δικαιοσύνης ἡλίου γινομένας· ὑπὲρ ὧν ὁ Δαυῒδ εὔχεται· Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου· ὧν πλήρης γεγονὼς Ἀβραὰμ ἐξέλιπεν.