Ancient Greek · ~8 min
ΚΕΦΑΛ. ΚΔʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Proverbia (in catenis) ΚΕΦΑΛ. ΚΔʹ
Not analysed yet
Μετὰ σοφίας οἰκοδομεῖται οἶκος, κ. τ. λ. Σοφίαν καὶ σύνεσιν καὶ αἴσθησιν, τὸν Χριστὸν ὀνομάζει· οἶκον δὲ τὴν ἑαυτοῦ Ἐκκλησίαν ἣν ᾠκοδόμησε, καὶ τὰ ταμιεῖα αὐτῆς ἐνέπλησε παντὸς πλούτου τιμίου καὶ καλοῦ. Ταμιεῖα δέ εἰσιν αἱ καρδίαι τῶν πιστευσάντων εἰς Χριστὸν, καὶ κατὰ μίμησιν αὐτοῦ πολιτευομένων, καὶ πληρωθεῖσαι ἐννοιῶν καὶ λόγων καὶ ἔργων. Δι' αὐτῶν γὰρ ἀξιοῦνται τῶν αἰωνίων ἀγαθῶν. Κρείσσων σοφὸς ἰσχυροῦ· καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου. Οὐ γὰρ ἁπλῶς, ἀλλὰ μεγάλου. Ὅσα γὰρ ἡ γῆ τούτῳ κατ' ἔτος ἐκφέρει, τοσαῦτα [ἡ φρόνησις] ἐκείνῳ· ἢ καὶ πολλῷ βελτίων φρόνησις· τὸ μὲν γὰρ γεώργιον ὑπόκειται ἀνωμαλίᾳ ἀέρος. Μετὰ κυβερνήσεως γίνεται πόλεμος. Πρᾶγμα αὐτῆς γέμον ταραχῆς, πρᾶγμα πολυχειρίας δεόμενον. Ἢ τοῦτο φησὶν, ὅτι οὐχ ἁπλῶς δεῖ πολέμοις ἐπιτρέχειν. Ὅρα γὰρ, ὅταν ἑλέσθαι δέῃ, φησὶν, οὐχὶ ἡ σοφία εἰς μέσον παράγεται; Ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ. Εἰ γὰρ ἐπιχαίρεις ὡς ἀμύνης τυχὼν, ὁ Δεσπότης μέχρι τούτου στήσεται διὰ φιλανθρωπίαν· καὶ οὐκ ἐκδικήσει δὶς ἐπὶ τὸ αὐτό. Ἢ καὶ ἐλεεῖ μὲν τὸν πεσόντα, ὀργίζεται δὲ τῷ ἐπαρθέντι. Πᾶς γὰρ ὁ ἐπιχαίρων ἀπολλυμένῃ ψυχῇ, ὅμοιος τῷ διαβόλῳ τῷ μηδένα σωθῆναι θέλοντι. Σημειωτέον δὲ ὅτι ἐνταῦθα ἄνθρωπον εἴρηκε τὸν ἐχθρὸν, ὑπὲρ οὗ καὶ προσεύχεσθαι ἐν τοῖς Εὐαγγελίοις προσταττόμεθα καὶ τοῦτον ἀγαπᾷν. Εἰ γὰρ καλόν σοι τὸ ἀγωνίζεσθαι, εὔχου διαμένειν τὸν ἀντίπαλον μᾶλλον. Φοβοῦ τὸν Θεὸν, υἱὲ, καὶ βασιλέα. Ἀληθῶς βασιλέα Χριστὸν τὸν Θεόν. Ἢ βασιλέα, τὸν πρὸ τῶν βασιλευομένων ἑαυτοῦ βασιλεύοντα. Μήθ' ἑτέρῳ αὐτῶν ἀπείθει. Ὁ γὰρ ὑπὸ Θεοῦ χειροτονουμένῳ βασιλεῖ ἀπειθῶν, τὸν Θεὸν ἀτιμάζει· ἐξαίφνης γὰρ τίσονται τοὺς ἀσεβεῖς· ἐπεὶ μηδεὶς οἶδε τὴν ὥραν ἐκείνην ἢ τὴν ἡμέραν. Πολλάκις δὲ καὶ ἔτι ζώντων ἀδοκήτως ἡ ἐκδίκησις γίνεται. Τὸ γὰρ εὔλογον καὶ αἴτιον τῆς ἐπιφορᾶς τῶν τιμωριῶν, εἰδέναι μόνου ἐστὶ τοῦ κρίνοντος, καὶ εἴ τις ἐκείνου φίλος. Ἐκτὸς τοῦ Κυρίου καὶ τοῦ βασιλέως, μὴ φίλους ἔχε· οἱ γὰρ μὴ τούτων φίλοι, ἐχθροὶ αὐτῶν εἰσί· τοὺς δὲ αὐτῶν μὴ φίλους, μὴ ἔχε φίλους.