Ancient Greek · ~2 min
ΚΕΦΑΛ. ΚΕʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Proverbia (in catenis) ΚΕΦΑΛ. ΚΕʹ
Not analysed yet
Δόξα Θεοῦ κρύπτει λόγον. Ὁ τὴν τοῦ Θεοῦ δόξαν, ἢ τὴν τοῦ Θεοῦ βασιλείαν κρύπτων, ἢ ὁ βουλόμενος τὸν Θεὸν δοξάζειν, ἢ βασιλέα, ὑπακούειν ὀφείλει. Κρύπτειν δὲ τὸ φυλάττειν ἐστί. Χάρις καὶ φιλία ἐλευθεροῖ. Ὁ κεχαριτωμένος ἄνθρωπος, φίλτατος, ἃ δύναται ἐλευθερῶσαι αὐτοῦ τὸ φρόνημα. Ἐσθίειν μέλι πολὺ, οὐ καλόν. Καὶ ἀνωτέρω μέλι, ἡ ἀλληγορία εἴρηται. Πολὺ οὖν εἶναι περὶ τούτων ὄντων θεωρίαν ἀσύμφορον. Μὴ σοφίζου γὰρ πολλὰ, μήποτε ἐκπλαγῇς· ἀλλαχοῦ, Ἡ γνῶσις φυσιοῖ. Συμμέτρως δεῖ τοίνυν τούτοις προσιέναι, καὶ τιμᾷν τοὺς ἐνδόξους λόγους τοῦ Κυρίου, οἳ εἰσὶν ἀργύριον καὶ χρυσίον, καὶ γλυκύτεροι ὑπὲρ μέλι καὶ κηρίον.