Ancient Greek · ~1 min
ΚΕΦΑΛ. ΛΑʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Proverbia (in catenis) ΚΕΦΑΛ. ΛΑʹ
Not analysed yet
Δίδοτε οἶνον πίνειν τοῖς ἐν ὀδύναις. Δίδοτε οἶνον, εἶπε· τὴν καταλελυμένην γὰρ ψυχὴν ἐκθερμαίνεσθαι χρή· οὐχὶ τὸν ἄρχοντα τὸν τύφου γέμοντα πρὸς τὴν θέρμην ἐξάγειν· τῆς ἀπὸ τῆς ἀρχῆς θερμασίας ἀρκούσης αὐτῷ. Πλάτυνον τὸ στόμα πλατύτερον, καὶ πεπαῤῥησιασμένον λάμβανε λόγον.