Ancient Greek · ~22 min
ΚΕΦΑΛ. Λʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Proverbia (in catenis) ΚΕΦΑΛ. Λʹ.1
Not analysed yet
Τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ; Τὴν ἀληθῆ γνῶσιν ἐναπέθετο ταῖς ἀρεταῖς· ἤγουν, τίς διὰ τῆς ἑαυτοῦ πολιτείας τῇ τῶν πραγμάτων ἀστάτῳ καταστάσει δέδωκε στάσιν; Ἐν γὰρ τῇ πολιτείᾳ αὑτοῦ πᾶσαν τὴν ῥευστὴν ζωὴν ἀπέκλεισεν, ἐπεὶ ἁμαρτίαν οὐκ ἐποίησεν. Ὅτι δὲ ἱμάτιον λέγει τὴν πολιτείαν, Ὁ ἐν τῷ ἀγρῷ, φησὶ, μὴ ἐπιστρεψάτω ἆραι τὸ ἱμάτιον αὑτοῦ, ἤγουν τὴν προτέραν πολιτείαν, ὁ τὸν πνευματικὸν ἀγρὸν ἐργαζόμενος. Τῇ Βδέλλῃ τρεῖς θυγατέρες ἦσαν, κ. τ. λ. Βδέλλα ὁ διάβολος, ὡς τὸ τῶν ψυχῶν αἷμα, τουτέστι τὴν ζωτικὴν αὐτῶν δύναμιν, ἐκμύζων. Ἔχει δὲ θυγατέρας καὶ οὐχὶ υἱούς· οὐδὲν γὰρ ἀνδρεῖον, ἀλλὰ πασᾶν ἡδονὴν ἐκτεθηλυμμένην· ᾅδης, ἡ κακία, θυγάτηρ οὖσα τοῦ διαβόλου, ἀναιροῦσα ψυχὰς καὶ κόρον οὐ λαμβάνουσα. Γυναικὸς ἔρως, ἡ ἄθεος διδασκαλία, τῆς ἀπάτης μὴ πληρουμένη. Γῆ τε ἐμπιπλαμένη ὕδατος, ψυχὴ ψαμμώδης καὶ ἄγονος, ποτιζομένη μὲν ἀεὶ ταῖς Γραφαῖς, μηδὲν δὲ βελτιουμένη. Ἐφ' αἷς πάσαις τὸ πῦρ ἐστι τῶν κολάσεων. Ὀφθαλμὸν καταγελῶντα τοῦ πατρός. Ὀφθαλμὸς ὁ νοῦς, ὃς αἴτιος τοῦ κατορθοῦν ἢ ἁμαρτάνειν. Ὅταν οὖν οὗτος κατὰ τῆς ἀβύσσου, τῶν τοῦ Θεοῦ λέγω κριμάτων, ἢ τὰς Γραφὰς διασύρῃ, τὸν οὐράνιον ἀτιμάζει Πατέρα, καὶ τὴν παρ' αὐτοῦ δοθεῖσαν ἀρχαίαν γνῶσιν τοῖς προφήταις καὶ ἀποστόλοις. Τὸν δὲ τοιοῦτον ἐκκόπτουσι πονηραί τινες δυνάμεις ταῖς κολάσεσιν ὑπηρετούμεναι, καὶ τὴν μερικὴν ἐπάγουσαι κάθαρσιν, ἃς κόρακας εἶπεν· οἱ δὲ ὅλον κατεσθίοντες, ἀετοὶ καλοῦνται, διὰ τὸ τὴν καθ' ὅλου κάθαρσιν πιστεύεσθαι. Τρία δὲ ἔστιν ἀδύνατά μοι νοῆσαι, κ. τ. λ. Ταῦτα πάντα σωφροσύνης παιδευτικά. Τοιαύτη ἡ ὁδὸς γυναικὸς μοιχαλίδος· ὥσπερ ἐκείνη τὴν πορνείαν κρύπτει, οὕτω καὶ ἐνταῦθα. Τίνος οὖν ἕνεκεν τοῦτό φησιν, ὅτι ἀκατάληπτον τὸ πρᾶγμα; Βουλόμενος ἡμᾶς εἰς σωφροσύνην ἀγαγεῖν πάνυ· δεῖ γὰρ τοσαύτην ἐπιδείκνυσθαι σωφροσύνην, ὡς μηδὲ πονηρὰν ὑποψίαν λαβεῖν. Ἐὰν οἰκέτης βασιλεύσῃ. Ἐὰν οἰκέτης, φησὶ, βασιλεύσῃ τις. Ἢ ὁ λαὸς τῶν υἱῶν Ἰσραὴλ, οἰκέτης ἐν γῇ Αἰγύπτῳ γενόμενος, καὶ οὕτως βασιλεύσας ἐν τῇ ἰδίᾳ γῇ, κατεστρηνίασε τοῦ Χριστοῦ. Καὶ ἄφρων πλησθῇ σιτίων. Ἔφαγε γὰρ καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Καὶ οἰκέτις ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν. Τουτέστιν ἡ ἐπίγειος Ἱερουσαλὴμ, παιδίσκη πάντων γεγενημένη ἐθνῶν, ἐξέβαλε τὴν ἑαυτῆς κυρίαν, τὴν ἁγίαν σάρκα Κυρίου, κυριοκτόνος γενομένη. Καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ. Τίς οὖν γυνὴ μισητὴ, ἀλλ' ἢ ἡ Συναγωγὴ τῶν Ἰουδαίων, ἡ μὴ ἀγαπήσασα τὸν Χριστὸν Θεὸν, τὸν παρθενικὸν ἄνδρα αὐτῆς; Ἀλλ' ἀεὶ ῥεμβομένη περὶ τὰ εἴδωλα πορνεύουσα ἐν αὐτοῖς· λέγει γὰρ διὰ τοῦ προφήτου· Ἐμοίχευσε τὸ ξύλον καὶ τὸν λίθον ἡ ἀσύνετος Ἰουδαία, Ὅρα οὖν ἀγαθοσύνην καὶ εὐσπλαγχνίαν Χριστοῦ· Καὶ εἶπα, φησὶ, μετὰ τὸ πορνεῦσαι αὐτήν· Ἐπίστρεψον πρός με, λέγει Κύριος. Ἐὰν οἰκέτης βασιλεύσῃ· καὶ μὴν αὐτὸς εἶπεν ὅτι οἰκέτης ἄρξει δεσποτῶν ἀφρόνων. Ἀλλ' ἐνταῦθα οὐχὶ τὸν συνετὸν οἰκέτην φησὶ, ἀλλ' ἁπλῶς οἰκέτην· ἐπειδὴ παρὰ τὴν ἀξίαν πράττει τινὰ ἀνοίᾳ· κἀκεῖνοί εἰσιν αἴτιοι, οἱ χειροτονήσαντες αὐτόν· ἀλλ' οὐκ οἶδε, φησὶ, ὅπως τῇ ἀρχῇ χρήσηται. Εἰ γὰρ τοὺς ἐλευθερίως τραφέντας ἐκτραχηλίζει τὸ πρᾶγμα, πολλῷ μᾶλλον τούτους· οὐδὲν οὕτως πρὸς ἀρχὴν ἐπιτήδειον, ὡς τὸ ταπεινοφρονεῖν· ἐβασίλευσεν οἰκέτης ὁ Ἱεροβοὰμ, καὶ ὅρα ὅσα κακὰ ἐποίησεν, ἃ οὐδεὶς τῶν πρὸ αὐτοῦ καὶ ἐπ' αὐτόν. Τέσσαρα δὲ ἐλάχιστα ἐπὶ τῆς γῆς, κ. τ. λ. Λέγει περὶ τῆς κτίσεως, ἵνα μὴ πρὸς τὴν εὐτέλειαν τῆς κατασκευῆς ἴδῃς τῆς σωματικῆς· ὅρα πῶς πείθει μὴ πρὸς τὰ αἰσθητὰ ἐπτοῆσθαι· οἷά ἐστιν σοφώτερα τῶν σοφῶν, οὐχὶ τῶν ἀνθρώπων, ἀλλὰ τῶν ζώων, τῶν ἀλόγων τῶν μεγάλων· ταῦτα σοφίᾳ κρατεῖ. Ὅρα πῶς προνοητικὸς τοῦ μέλλοντος ὁ μύρμηξ, πῶς οὐ ῥᾳθυμεῖ, καίτοι τοῦ καιροῦ κελεύοντος τοῦ θέρους. Πῶς τὴν ἀπὸ τῆς φύσεως ἀσθένειαν διορθοῦται τῇ προνοίᾳ. Διὰ γὰρ τοῦτο ἐν τοῖς ἀσθενέσι μεμαθηκέναι [δεῖ] τὴν σοφίαν, ἵνα μὴ ἐκ παντὸς τρόπου τὰ σωματικὰ συζητῇς. Εἰ γὰρ ἦν ἰσχυρὸν, οὐκ ἂν ἐφάνη ἡ σοφία. Καὶ οἱ χοιρογρύλλιοι ἔθνος οὐκ ἰσχυρόν. Οὐχ ἁπλῶς ἐφ' ἑκάστου μέμνηται τῆς ἀσθενείας, ἀλλ' ἵνα δείξῃ τῆς σοφίας τὴν ἰσχύν· κἀκείνους μὲν ἀπὸ τῆς τροφῆς, τούτους δὲ ἀπὸ τῆς οἰκήσεως τελείως ἀνάλωτα. Καὶ τούτοις τὰ καταγώγια λέγει. Ἀβασίλευτον ἡ ἀκρίς. Ἐνταῦθα τὰ πολιτικὰ, τὸ πειθήνιον, τὸ ὁμονοητικὸν, τὸ κινητικὸν, τὸ τῆς συμφωνίας τῆς ἀφάτου. Ταῦτα γὰρ ἡμῶν συνέχει τὴν ζωὴν, τροφὴ, οἴκησις, στρατεία. Ὁρᾷς ὥσπερ ἀσθενῆ ἐκεῖνα, οὕτως καὶ ταῦτα ἄναρχα, καὶ οὐδὲν παρεβλάβη, ἀλλ' ἐν τῇ φύσει τὴν εὐταξίαν ἔχει; Οὐκ ἄν τις ἁμάρτοι καὶ τῶν ἀνθρώπων ταῦτα σοφώτερα εἰπών. Κατὰ τοῦτο πῶς διατηρεῖ τὴν εὐταξίαν. Καὶ ἀσκαλαβώτης χερσὶν ἐρειδόμενος, ὁμορόφιος τοῖς κρατοῦσίν ἐστι, φησί. Τὸ ζῶον τοῦτο τὸ εὐάλωτον, καὶ οὐδεὶς λυμαίνεται τοῦτον. Καὶ ἀλέκτωρ ἐμπεριπατῶν ἐν θηλείαις εὔψυχος. Ἐν τοῖς οἰκείοις καλὸς ἀλέκτωρ, φησίν. Ἀλλ' ὥσπερ οὗτος ἐν τοῖς οἰκείοις, οὕτως καὶ σὺ ἐν ἀνθρώποις μὴ μέγα φρόνει, φησί. Τί δὲ εὐτελέστερον ἀλέκτορος; ἀλλ' ἐπὶ τῆς οἰκείας ἀρχῆς μέγα φρονεῖ. Ὁ μὲν σώματι κρατεῖ, ὁ δὲ φύσει, ὁ συνέσει. Οὐ γὰρ δεῖ κατὰ τὰ ἄλογα σωματικῶς καὶ φυσικῶς διακρατεῖν, ἀλλὰ καὶ λόγῳ καὶ πειθοῖ· ὅπερ γὰρ ἐκείνῳ μὲν ἰσχὺς, τούτῳ δὲ ἡ φύσις, τοῦτο τοῦ βασιλέως τὸ λογικόν· διὰ τοῦτό φησι· Καὶ τράγος ἡγούμενος αἰπολίου. Ὡς ἐξουσίαν ἔχων ἐδίδασκε, καὶ οὐχ ὡς οἱ γραμματεῖς, ὥστε ἐκπλήττεσθαι. Οὗτος γὰρ, φησὶν, ἐστὶν ὁ ὑπὲρ ἁμαρτίας κόσμου σφαγεὶς, καὶ ὡς θῦμα προσαχθεὶς, καὶ ὡς ἐρήμῳ εἰς ἔθνη πεμφθείς· καὶ κόκκινον ἔριον ἐπὶ κεφαλὴν ὑπὸ τῶν ἀπίστων στεφανωθείς· καὶ ἀνθρώπων λύτρον γενηθείς· καὶ ζωὴ πάντων δειχθείς. Καὶ βασιλεὺς δημηγορῶν ἔθνει. Ὁ ὑπὸ Ἡσαΐου προφητευθείς· Βασιλέα γὰρ, φησὶ, μετὰ δόξης ὄψεσθε. Οὗτος ὁ δημηγορῶν ἐν ἔθνει πιστῷ, καὶ παῤῥησίᾳ δι' Εὐαγγελίων ὁμιλῶν. Ἄμελγε γάλα, καὶ ἔσται βούτυρον. Ἄμελγε πιστῶς τὰς δύο διαθήκας τοῦ Χριστοῦ, καὶ εὑρήσεις ἐντολὰς, ὡς γάλα· ἵνα τρεφόμενος ἐν αὐταῖς, εἰς πιστὸν τέλειον ἄρτον καταντῆσαι δυνηθῇς.