Ancient Greek · ~8 min
ΚΕΦ. ΚΑʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Proverbia (in catenis) ΚΕΦ. ΚΑʹ
Not analysed yet
Ὥσπερ ὁρμὴ ὕδατος, οὕτως καρδία βασιλέως ἐν χειρὶ Θεοῦ. Ἐπεὶ πολλὰ περὶ βασιλέων διελέχθη, δείκνυται τὸν ἐκείνων ἰσχυρότερον, ὡς εὔκολον αὐτῷ περιτρέπειν οὗ ἂν βούληται, ὥσπερ ὁρμὴν ὕδατος περιάγει πανταχοῦ· καίτοι οὐδεὶς ἂν αὐτὸν ἐκκλίνειε διὰ τὸ τῆς ἀρχῆς μέγεθος. Ἢ οὕτως· Τὴν ἐν χειρὶ Θεοῦ καρδίαν, τουτέστι τὴν ἐν τοῖς πράγμασιν αὐτοῦ ἀναστρεφομένην, οὐκ ἔστι δυνατὸν ἐπισχεῖν· εἰς οὐδὲν γὰρ νεύων κακὸν, κατευθύνεται ᾗ ἂν θέλῃ Θεὸς, ὥσπερ ὁρμὴ ὕδατος πανταχοῦ εὐοδοῦται. Κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου, ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας. Ὕπαιθρος γωνία, πρᾶξις κρυφία, θεωρίας ἁπτομένη, ὑπὸ δὲ τοῦ Ἡλίου τῆς δικαιοσύνης φωτίζεται. Οἶκος δὲ κεκονιαμένος, κακία ἀρετὴν ὑποκρινομένη. Ζημιουμένου ἀκολάστου, πανουργότερος γίνεται ὁ ἄκακος. Τιμωρουμένων κακῶν σωφρονίζεται ὁ ἀμαθὴς καὶ νήπιος. Οὕτω καὶ ὁ δίκαιος ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ νίπτεται τὰς χεῖρας· τὰς πράξεις αὑτοῦ τῇ ἐκείνου τιμωρίᾳ καθαίρων. Οὕτως καὶ αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἵματι τοῦ Ἀχαάβ. Ἐν συναγωγῇ γιγάντων ἀναπαύεται. Γίγαντας οἶδεν ἡ Γραφὴ τοὺς πονηροὺς καλεῖν, τοὺς φαύλους, τοὺς θρασεῖς, τοὺς θεομάχους· μετ' ἐκείνων ἀριθμηθήσεταί, φησιν. Ἢ οὕτως· Ὁ σφαλλόμενος περὶ τὴν τοῦ κτίσαντος Θεοῦ δικαιοσύνην, ἐν συναγωγῇ τῶν θεομάχων ἀναπαύσεται. Συναγωγὴ δὲ, ἡ κακία καὶ ἡ ἀγνωσία· Ὃς φυλάσσει τὸ στόμα αὑτοῦ, κ. τ. λ. Εἰ ὁ ἀγαπῶν τὸν πλησίον φυλάσσει νόμον, ἡ ἀγάπη τῷ πλησίον οὐδὲν κακὸν ἐργάζεται· Ὃς μνησικακεῖ, παράνομος. Ὁ μεμνημένος τῶν ἁμαρτημάτων, μισεῖ τὸν πλησίον. Οὐκοῦν παράνομος. Ἀνὴρ ὑπήκοος φυλασσόμενος λαλήσει. Τουτέστι κἂν ὑπήκοος ᾖ, φυλάσσεται δὲ, δυνήσεται μετέχειν παῤῥησίας. Ἢ οὕτως· Παρανομοῦντος τοῦ ψευδομάρτυρος, ὁ τῷ νόμῳ καταπειθὴς φυλασσόμενος λαλήσει· Ἀσεβὴς ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ. Ἁμαρτάνων γὰρ εἰς Θεὸν, τὴν πρὸς αὐτὸν ἀναίδειαν τῷ προσώπῳ δηλοῖ, μηδὲν ἔχων εὐλαβὲς ἢ κατεσταλμένον· ὁ δὲ εὐθὴς, κατ' εἰκόνα ἐστὶ τοῦ Θεοῦ· Ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου· Ἵππον λεκτέον τὸν προφορικὸν λόγον, ὃν ἑτοιμαστέον πρὸς τὰς αἱρέσεις. Τὸ εἰς ἡμᾶς γὰρ ἧκον ποιήσαντες, νίκην παρὰ Θεοῦ χορηγούμεθα, τοῦ ἀπολλύντος τὴν σοφίαν τῶν σοφῶν· ἢ ἵππον, τὸν νοῦν· κατὰ τό· Ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου.