Ancient Greek · ~9 min
ΚΕΦΑΛ. Κʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Proverbia (in catenis) ΚΕΦΑΛ. Κʹ
Not analysed yet
Μέγα ὁ ἄνθρωπος, κ. τ. λ. Μέγα ὁ ἄνθρωπος καθ' ὃ κατ' εἰκόνα Θεοῦ ἐγένετο· εἰ δὲ προσλάβοι τὸ πρακτικὸν, ἐν ᾧ τὸ ἐλεεῖν, ἀνὴρ τίμιος γίνεται· τὸν δὲ ἐν πίστει καὶ ἐπιστήμῃ τοῦτο ποιοῦντα, ἔργον εὑρεῖν. Μακαρίους τοὺς παῖδας αὑτοῦ καταλείψει. Ὁ φυλάσσων τὰ πρὸς Θεὸν καὶ πρὸς ἀνθρώπους δίκαια, τοὺς ἀκούοντας αὐτοῦ καὶ ἑαυτὸν σώσει. Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; Διττὴ ἡ κακία ἀπεναντίας τῇ ἀρετῇ· ἧς ἡ μὲν, θεωρητικὴ, ἡ δὲ πρακτική· τὸ δὲ τίς, ἐπὶ τοῦ σπανίου· σπάνιον γὰρ εὑρεῖν τινα πράξει καὶ θεωρίᾳ καθαρόν. Σημαίνει καὶ τὸ ἀδύνατον· ὡς ἐν τῷ, Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; Σημαίνει καὶ πεῦσιν· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Δηλοῖ καὶ τὸ ἄτομον· ὡς τό· Ἄνθρωπός τις ἦν εὐγενής. —Στάθμιον μέγα καὶ μικρόν. Διάθεσις δολερὰ, λόγον ἔχουσα χρηστὸν, καὶ πρᾶξιν ἀκάθαρτον. Ἢ παντὸς πράγματος ὑπερβολὴ καὶ ἔλλειψις. Παρὰ Κυρίου εὐθύνεται τὰ διαβήματα ἀνδρί. [Ibid.] Οὐ δύναται θνητὸς, τουτέστιν ἁμαρτωλὸς, ἐννοῆσαι τὰς ὁδοὺς Κυρίου· ἐπειδὴ θνητὸς ὢν, οὐ συναπέθανε καὶ συνέζησε τῷ Χριστῷ. Πρὸς γὰρ τὴν βασιλείαν τῶν οὐρανῶν τοῦ πορευθῆναι, παρὰ Κυρίου εὐθύνεται τὰ διαβήματα ἀνθρώπου. Φῶς Κυρίου, πνοὴ ἀνθρώπων, καὶ λύχνος ὃς ἐρευνᾷ ταμιεῖα κοιλίας. Τοῦτο λέγει, ὅτι οὐδὲν αὐτῷ σκοτεινὸν ἔνδον. Ἀλλὰ καὶ αὐτὴ ἡ ψυχὴ, ἡ ἐρευνωμένη αὐτῷ, φῶς ἐστι τῷ Θεῷ, ὥσπερ ἂν εἰ αὐτὴ παραφανείη καὶ ἅπτοι λύχνον. Τὸ τοῦ Κυρίου φῶς, ζωῆς αἴτιον τοῖς λογικοῖς· Ἡ ζωὴ γὰρ ἦν τὸ φῶς τῶν ἀνθρώπων. Ἑξῆς ἐμπνεύσας εἰς τὸ πρόσωπον τοῦ ἀνθρώπου ὁ Θεὸς, ἐποίησεν αὐτὸν εἰς ψυχὴν ζῶσαν· ᾧ φωτὶ κατάλληλος λύχνος ἐρευνᾷ τὰς κεκρυμμένας νόσους, φωτίζων. Λύχνος δὲ καὶ ὁ νόμος, παιδαγωγὸς ἡμῶν γενόμενος εἰς Χριστόν. Ἐλεημοσύνη καὶ ἀλήθεια περικυκλώσουσιν ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ. Ὅπου γὰρ ἀλήθεια καὶ δικαιοσύνη, οὐδὲν ἄδικον. Ὁ ταύτας οὖν ἔχων, φυλάττεται ὑπ' αὐτῶν. Κόσμος νεανίαις, σοφία, Καὶ ποία οὖν δόξα τῆς φύσεως ἔστι; Ποῖος δὲ πρεσβύτερος τοῦτο οὐκ ἔχει; Ἢ τοῦτό φησιν· Ὥσπερ τοῦτον ἡ πολιὰ ποιεῖ αἰδέσιμον, οὕτως ἐκείνους ἡ σοφία. Ὑπώπια καὶ συντρίμματα συναντᾷ κακοῖς. Οὐχὶ τὴν ὄψιν μόνον, ἀλλὰ καὶ τὴν καρδίαν πλήττονται οἱ κακοί· αὕτη μὲν γὰρ καὶ θεραπευθῆναι δύναται, ἐκείνη δὲ οὐχί. Ἐν γὰρ τοῖς ταμιείοις ἐστίν. Ἢ ὅτι καθάπτονται αὐτῶν αἱ τιμωρίαι μέχρι βάθους ψυχῆς· τοῦτο γὰρ ταμιεῖα κοιλίας. Ἕξεις δὲ νῦν μοχθηραὶ, ταμιεῖα· καὶ διὰ γνώμην γὰρ κολαστέος ὁ φαῦλος.