Ancient Greek · ~24 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΕΞΗΓΗΣΕΩΣ ΕΙΣ ΤΑΣ ΠΑΡΟΙΜΙΑΣ ΣΟΛΟΜΩΝΟΣ ΤΑ ΣΩΖΟΜΕΝΑ. ΚΕΦΑΛ. Α.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Proverbia (in catenis) ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΕΞΗΓΗΣΕΩΣ ΕΙΣ ΤΑΣ ΠΑΡΟΙΜΙΑΣ ΣΟΛΟΜΩΝΟΣ ΤΑ ΣΩΖΟΜΕΝΑ. ΚΕΦΑΛ. Α..1
Not analysed yet
Γνῶναι σοφίαν καὶ παιδείαν. Τὴν σοφίαν τοῦ Θεοῦ λαμβάνει παρ' αὐτοῦ καὶ παιδείαν, ἐκμανθάνων δι' αὐτῆς τὰ τοῦ λόγου μυστήρια· καὶ οἱ ἐπιγνόντες τὴν ἀληθῆ καὶ ἐπουράνιον σοφίαν, εὐκόλως νοήσουσι τοὺς σοφοὺς παρ' αὐτῆς λελαλημένους λόγους· ἔστι δέ τις καὶ ἀνθρωπίνη σοφία, ἐμπειρία τις οὖσα περὶ τέχνας καὶ τοῦ βίου τὰ χρήσιμα. Δέξασθαι στροφὰς λόγων. Τὰ γὰρ ἀντιστρόφως ἐν παραβολαῖς ὑπὸ τοῦ ἁγίου Πνεύματος λελαλημένα, ταῦτα τοῖς πιστὴν καρδίαν ἔχουσι πρὸς Θεὸν, εὔγνωστα γίνεται· νοοῦσι γὰρ τὴν ἀληθῆ δικαιοσύνην διὰ Χριστοῦ καταγγελλομένην. Καὶ κρῖμα κατευθύνειν. Κατευθύνει δέ τις κρῖμα, καὶ θείας χάριτος πρό γε τῶν ἄλλων τυχών· παρὰ Θεοῦ γὰρ εὐθύνεται τὰ διαβήματα ἀνδρί· ἐπεὶ θνητὸς, πῶς ἂν νοήσῃ τὰς ἑαυτοῦ ὁδούς; Ἵνα δῷ ἀκάκοις πανουργίαν. Τί λέγεις; πανοῦργον βούλει ποιῆσαι τὸν ἄκακον; ἀλλ' ἴδωμεν τίνα λέγει ἄκακον· τὸν ἁπλοῦν, τὸν ἀπόνηρον, τὸν μήπω τοῦ κακοῦ πεῖραν ἔχοντα· ἐκείνῳ γὰρ ἁρμόζει μάλιστα εἶναι σοφῷ καὶ γὰρ πανουργίαν τὴν σύνεσιν λέγει· ἀπαναστήσεται γὰρ οὗτος ἀπὸ λογισμῶν ἀσυνέτων· ἢ ἐπεὶ ὁ ἄπειρος κακοηθείας, ταῖς πανουργίαις ὑποπίπτει τῶν κακοήθων ἐξ ἁπλότητος, δεῖ φυλαττομένους τὴν τῶν πονηρῶν πανουργίαν, γίνεσθαι καθ' ἑαυτοὺς μὲν ἀκεραίους, πρὸς δὲ τοὺς ἐπιβουλεύοντας φρονίμους ὡς οἱ ὄφεις· Τῇ γὰρ κακίᾳ, φησὶ, νηπιάζετε, ταῖς δὲ φρεσὶ γίνεσθε τέλειοι· ἀκάκοις, τοῖς ἁπλῇ καὶ ἀκάκῳ καρδίᾳ προσερχομένοις Θεῷ. Παιδὶ νέῳ αἴσθησιν καὶ ἔννοιαν. Οἵτινες νεάσαντες ὡς παιδία νήπια, καὶ ἀναγεννήσεως διὰ Χριστὸν τυχόντες, λαμβάνουσιν αἴσθησιν καὶ ἔννοιαν ἀγαθὴν, καθὼς Κύριος λέγει· Ἐὰν μὴ στραφῆτε καὶ γένησθε, καὶ τὰ ἑξῆς. Τῶνδε γὰρ ἀκούσας σοφὸς, σοφώτερος ἔσται. [ibidem.] Τῶν γὰρ θείων λόγων κατακούων πᾶς ἄνθρωπος, καὶ ποιῶν αὐτοὺς, σοφὸς ὑπάρχων, σοφώτερος γίνεται, κυβερνώμενος καὶ φρουρούμενος ὑπὸ τοῦ ἁγίου Πνεύματος· ὁ γὰρ νοήμων, φησὶ, κυβέρνησιν κτήσεται, ὥστε δηλονότι μηδενὶ τῶν ἀδοκήτων καταποντίζεσθαι· καὶ κυβερνήτης γὰρ προσλαβὼν τέχνην, ἐπιτηδειότερος ἔσται πρὸς τὴν κυβέρνησιν· ὁ οὖν γενόμενος νοήμων, φησὶ, τὸ λεῖπον προσθήσει κατά τε πρᾶξιν καὶ θεωρίαν, ὥστε τὸν περὶ ταῦτα πλοῦν κατευθῦναι· ὁ γὰρ ἐπιστημόνως πλέων, ἐπὶ τὸν λιμένα φθάσει τοῦ θείου θελήματος, ἐν μηδενὶ ναυαγήσας τῶν ἀρετῶν· ὁ δὲ μὴ τοιοῦτος, ἢ περὶ τὴν πίστιν ναυαγήσει, ἢ περὶ τὴν ἐλπίδα, ἢ περὶ τὴν ἀγάπην, ἤ τινα τῶν ἀρετῶν· ὁ δὲ περὶ ταῦτα ναυαγήσας, εἰκότως ἂν λέγοι· Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με· καὶ δεῖ λέγειν ἀεί· Ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων. Κυβέρνησις ἐστὶν, ἡ πάντως ἐπιστήμη ψυχῆς περὶ τὴν ἄστατον φύσιν τῶν ἀνθρωπίνων πραγμάτων, ὅπως αὐτὴν διαπεραιοῦσθαι προσήκει· πολλαχοῦ γὰρ ὕδατα καὶ θαλάσσας τὸν βίον τοῦτον εὑρίσκομεν ὑπὸ τῆς Γραφῆς ὠνομασμένον. Νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον. Πνευματικὸς πνευματικοῖς συγκρίνεται· ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· μωρία γὰρ αὐτῷ ἐστι, μὴ γινώσκων ὅτι πνευματικῶς ἀνακρίνεται· ὅσα γὰρ διὰ παραβολῆς καὶ σκοτεινῶς τὸ ἅγιον Πνεῦμα διὰ τῶν προφητῶν ἐλάλησε, ταῦτα τοῖς μετόχοις καὶ κοινωνοῖς τοῦ ἁγίου Πνεύματος ὑπάρχουσιν, εὔγνωστα γίνεται ὑπ' αὐτοῦ τοῦ Πνεύματος ἐκδιδασκόμενα· ἀσφράγιστος γὰρ ἀκυβέρνητος, τὰς θείας Γραφὰς ἐπιγνῶναι οὐ δύναται. Εὐσέβεια εἰς Θεὸν, ἀρχὴ αἰσθήσεως. Ἡ πρὸς Θεὸν εὐσέβεια, ἀρχή ἐστι, καὶ οἷον πηγὴ καὶ αἰτία τῆς θείας αἰσθήσεως τῆς κατὰ τὸν ἔσω ἄνθρωπον, δι' ἧς ὁρῶμεν τὸ φῶς τὸ ἀληθινὸν, καὶ τῶν κεκρυμμένων λογίων ἀκούομεν, καὶ τρεφόμεθα τὸν ἄρτον τῆς ζωῆς, ἀντιλαμβανόμεθά τε τῆς εὐωδίας τοῦ Χριστοῦ, καὶ ἁπτόμεθα τοῦ λόγου τῆς ζωῆς ταύτης ἢ ὅτι τῆς εὐσεβείας προσούσης ἡμῖν, καὶ αἱ σωματικαὶ αἰσθήσεις ἐνεργοῦσι τὸ δέον· καὶ τότε σύνεισιν ἡμῖν, ὅταν μὴ πονηρὰ ὁ ὀφθαλμὸς ὁρᾷ, ἢ τὸ στόμα φθέγγεται. Ἄκουε, υἱὲ, νόμους πατρός σου, κ. τ. λ. Τουτέστι τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων· θεσμοὺς μητρὸς, τῆς σε ἀναγεννησάσης σοφίας, ἥτις ὡς μήτηρ καὶ τιθηνὸς ἡμῶν γίνεται, γαλουχοῦσα ἡμᾶς καὶ ἀνατρέφουσα ἐν τοῖς λόγοις καὶ ἐντολαῖς τοῦ Θεοῦ. Στέφανον γὰρ χαρίτων δέξῃ. [ibid.] Ἐὰν γὰρ τηρήσῃς ἐν καρδίᾳ πιστῇ τὸν νόμον τοῦ πατρός σου, καὶ φυλάξῃς τὰς ἐντολὰς τῆς μητρός σου, στέφανον χαρίτων δέξῃ σῇ κορυφῇ, καὶ κλοιὸν χρύσειόν ποτε ἐν τῇ ἀναστάσει τῶν δικαίων, ἐν τῇ ἐπουρανίῳ καὶ ἀφθάρτῳ βασιλείᾳ δοξαζόμενος καὶ στεφανούμενος ὑπὸ Χριστοῦ, ἐὰν ἀξίως τοῦ στεφάνου ἀγωνίσῃ· οὐδεὶς γὰρ ἀθλητὴς στεφανοῦται, ἐὰν μὴ ἐγκρατῶς καὶ νομίμως ἀθλήσῃ. Μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς. Τὰ συμβάντα ἐπὶ τοῦ Χριστοῦ μυστήρια διὰ Ἰουδαίων φησὶ, καὶ πῶς κοινὸν βαλάντιον Ἰούδας τοῖς Ἰουδαίοις ἐκτήσατο λακήσας μέσον. Τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλάβωμεν, πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων. Κτῆσις δικαίου, σοφία καὶ φρόνησις, ἣν καταλαμβάνονται ἀσεβεῖς, πείθοντες τὸν δίκαιον ποιῆσαί τι τῶν ἀπηγορευμένων, ἵν' ὑπὸ τῆς ἁμαρτίας ὁ νοῦς τυφλωθεὶς ἐκπέσῃ τῶν ἁγίων τούτων κτημάτων· φήσαιεν ἂν τοῦτο καὶ οἱ εἰπόντες· Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε ἀποκτείνωμεν αὐτὸν, καὶ κατάσχωμεν αὐτοῦ τὴν κληρονομίαν· σκυλεύουσι δὲ οἱ δαίμονες οὓς νικῶσι, λαμβάνοντες ἀπ' αὐτῶν τὴν θείαν πανοπλίαν, τὴν περικεφαλαίαν τοῦ σωτηρίου, καὶ τὸν θώρακα, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα Θεοῦ· οἶκοι δὲ αὐτῶν εἶεν ἂν αἱ τῶν πονηρευομένων ἐκκλησίαι, ἃς ἐμπλῆσαι βούλονται σκύλων. Μὴ πορευθῇς ἐν ὁδῷ μετ' αὐτῶν. Οὐκ εἶπε, Μὴ πράξῃς, ἀλλὰ μηδὲ πορευθῇς· ἐὰν δὲ καὶ ὁρμήσῃς, ἔκκλινον εὐθέως· εἰς γὰρ φόνον τρέχουσιν· εἰ δὲ ἁλῷς τῇ παγίδι, καί τοι τὸ πρᾶγμα οὐκ ἀνάγκης ἦν, ἀλλὰ θελήσεως, θησαυρίζεις σεαυτῷ ἀπώλειαν, τῇ τοῦ πλείονος ἐπιθυμίᾳ, τὸν κεκρυμμένον ὄλεθρον τῇ παγίδι μὴ ἐνιδών· πέπονθεν οὖν ταυτὸν, φησὶ, τοῖς ὀρνέοις δικαίως, ἃ πτερὰ ἔχοντα καὶ δυνάμενα ἵπτασθαι, περὶ γῆν στρέφονται· καὶ σὺ λογισμὸν ἔχων, καὶ δυνάμενος ὑψηλὸς εἶναι, εἰ μὴ βουληθῇς, οὐκ ἀδίκως ἀπολῇ· ἢ δίκτυον λέγει τὸ πολυσχιδὲς τῶν τιμωριῶν, ᾧ ὑποβάλλονται οἱ ἄδικοι. Ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσθησιν. Καὶ εἰ μὴ κατήγορον ἔχει, εὐσέβεια ἡ εἰς Θεὸν, ἀρχὴ αἰσθήσεως. Ὅταν ἐπικαλέσησθέ με, κ. τ. λ. Τοῖς ἀπίστοις καὶ ἀπειθοῦσι τῷ ὀνόματι αὐτοῦ ἠπείλησεν· οὕτω καὶ Δαβίδ· Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς· ἔσται γὰρ ὅταν ἐπικαλέσησθε, ἐγὼ δὲ οὐκ εἰσακούσομαι. Καὶ διὰ Ἡσαΐου· Ἐὰν ἐκτείνητε τὰς χεῖρας πρός με, ἀποστρέψω τὸ πρόσωπόν μου ἐφ' ὑμῶν. Ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρπούς. Ἐξ ἑαυτῶν ἕξουσι τὰς τιμὰς, καὶ τοὺς τῶν καρπῶν αὐτῶν πόνους φάγονται· μὴ γὰρ παρ' ἐμοῦ αὐτοῖς τὸ δεινόν; αὐτοὶ ἑαυτοῖς αἴτιοι· κόρον λήψονται, φησὶ, τῆς ἑαυτῶν ἐπιθυμίας.