Ancient Greek · ~2 min
ΚΕΦΑΛ. Βʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Proverbia (in catenis) ΚΕΦΑΛ. Βʹ
Not analysed yet
Υἱὲ, μή σε καταλάβῃ βουλὴ κακή. —Καὶ διαθήκην θείαν ἐπιλελησμένη. Βουλὴν κακὴν τὸν διάβολον λέγει, ἥτις βουλὴ, τὸν Ἀδὰμ καταλαβοῦσα, ἀπέλιπεν αὐτὸν τῆς νέας καὶ οὐ παλαιουμένης μαθήσεως τοῦ Θεοῦ. Διαθήκην δὲ θείαν ἐπιλελησμένην λέγει ἣν Ἀδὰμ καὶ Νῶε, Ἀβραὰμ καὶ Μωϋσεῖ ἐν Εὐαγγελίοις Χριστὸς ἐπηγγείλατο τοῖς ὅσοι νικῶσι τὸν διάβολον ἀποδώσειν, ἣν καὶ ἄγγελοι ἐπιθυμοῦσιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅταν ἔλθῃ.