Ancient Greek · ~19 min
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Homilia habita postquam presbyter Gothus concionatus fuerat 4.1
Not analysed yet
Ἀλλὰ μὴ στυγνάσῃς, ἀγαπητὲ, ἀλλὰ κἀνταῦθα σκόπει τοῦ Θεοῦ τὴν κηδεμονίαν. Οὔτε γὰρ ὁ τελευτήσας αἰσθάνεται τῶν γινομένων, ἵνα ἀλγῇ, ὅ τε ζῶν ἐν ἀλλοτρίῳ σώματι παιδεύεται φιλοσοφεῖν. Κἂν γὰρ μυριάκις τὴν ὀφρὺν ἀνασπάσῃ καὶ μέγα κομπάσῃ, εἰς τάφον ἀπελθὼν, καὶ δυσωδίας προσπιπτούσης αἰσθανόμενος, καὶ τῆς εὐτελείας ἡμῶν ἀναμνησθεὶς, καταστέλλεται καὶ συμπίπτει, καὶ πρὸς αὐτὸν καταβαίνει τὸν ᾅδην. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο διὰ τοῦτο γέγονεν, οὐκ ἀτιμάζοντος αὐτοῦ τὴν φύσιν τὴν ἡμετέραν, ἀλλὰ τὴν ἀπόνοιαν τῆς διανοίας χαλινοῦντος, καὶ διατηροῦντος ἐν διηνεκεῖ ταπεινοφροσύνῃ τὸν ἄνθρωπον, ἐπειδὴ ἐξ ἀρχῆς αὐτῷ τὸ ἁμάρτημα ἐντεῦθεν γέγονεν· ἄκουσον τί φησιν ὁ προφήτης Ἡσαΐας· Ὅπως ἐξέπεσεν ἐξ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων· οὐ περὶ ἑωσφόρου λέγων· οὐδὲ γὰρ ἐξέπεσέ ποτε ὁ ἑωσφόρος, ἀλλ' ἐμπέπηγε θεμελιωθεὶς ἅπαξ ἐν τῷ οὐρανῷ, καὶ τὸν οἰκεῖον δρόμον διατηρεῖ. Τί οὖν ἐστιν ὅ φησιν ὁ προφήτης, Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων; Περὶ βαρβάρου τινὸς λέγει βασιλέως· ἑωσφόρον δὲ αὐτὸν καλεῖ διὰ τὴν περιφάνειαν, διὰ τὸ διάδημα, διὰ τὴν πορφυρίδα, διὰ τὴν λαμπρότητα τῶν δορυφόρων, διὰ τὴν αἴγλην τὴν ἀπὸ τῶν ὅπλων, διὰ τὸν λάμποντα χρυσὸν, διὰ τὰ δόρατα τὰ ἠκονημένα καὶ ἀποστίλβοντα, διὰ τὴν ἄλλην ἅπασαν φαντασίαν, διὰ τὸ ἄγειν ἅπαντα καὶ φέρειν. Ὅτι γὰρ οὐ περὶ ἑωσφόρου φησὶν, ἀλλὰ μεταφορικῶς κέχρηται τῷ ὀνόματι εἰπὼν, Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων; προϊὼν λέγει, Σὺ δὲ εἶπας ἐν τῇ καρδίᾳ σου, Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καὶ ἔσο μαι ὅμοιος τῷ Ὑψίστῳ. Ὅτι δὲ ἀστὴρ οὔτε διάνοιαν ἔχει οὔτε νοῦν οὔτε ῥήματα, παντί που δῆλόν ἐστιν ἀλλὰ περὶ βασιλέως λέγει βλασφήμου τινὸς καὶ ἀλαζόνος καὶ μεγαληγόρου, καὶ τοιαῦτα κομπάζοντος. Τίς δὲ ὁ βασιλεύς; Δυνατὸν καὶ ἡμῖν εἰπεῖν, ἀλλ' ἵνα μὴ πάντα παρ' ἡμῶν μανθάνητε, ἀλλὰ καὶ αὐτοὶ φροντίζοντες καὶ ἀγρυπνοῦντες ἐρευνᾶτε τῆς θείας Γραφῆς τοὺς θησαυροὺς, ἐπέλθετε τὸ χωρίον τοῦ προφήτου, καὶ εἴσεσθε, τίς τε ὁ βασιλεὺς, καὶ ποίου ἔθνους, καὶ πότε γενόμενος· Δίδου γὰρ, φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται. Ἐπειδὴ τοίνυν οὗτος ὁ βασιλεὺς λαμπρὸς ὢν καὶ περιφανὴς, καὶ πολλὴν ἔχων πλούτου περιουσίαν, καὶ τὴν οἰκουμένην ἅπασαν ἐπελθὼν, καὶ τὴν βασιλείαν ἐκτείνας τὴν ἑαυτοῦ, ἀθρόον ἀνηρπάσθη καὶ ἀπέθανεν· εἰδὼς τῶν ἀνθρώπων τὴν μεταβολὴν ὁ προφήτης, Πῶς ἐξέπεσεν, εἶπεν, ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων, ὁ σείων βασιλεῖς, ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον; καὶ πρὸς αὐτὸν ἀποτεινόμενος καὶ κωμῳδῶν αὐτὸν, φησί· Σὺ δὲ εἶπας, Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσομαι τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ· νῦν δὲ εἰς ᾅδην καταβήσῃ, ὑποκάτω σου στρώσουσι σῆψιν· καὶ τὸ κάλυμμά σου σκώληξ. Ὁρᾷς πῶς, ὅπερ ἔφην, διὰ τοῦτο τοιαύτην λῆξιν ἔχειν ἡμῶν τὸ σῶμα παρεσκεύασεν, ἵνα φάρμακον ἀπονοίας ᾖ; Ἰδὼν γοῦν αὐτὸν ἀπονενοημένον, ἀπὸ τῶν μετὰ τὴν τελευτὴν αὐτὸν παιδεύει, τῶν σκωλήκων ἀναμιμνήσκων, τῆς δυσωδίας, τοῦ ἰχῶρος, ἵνα ἐκεῖνο λογισάμενος, καθυφῇ τῆς ἀπονοίας, μὴ τὰ παρόντα σκοπῶν καὶ φυσώμενος, ἀλλ' εἰς οἷον ἀπαντήσεται τέλος, οἵαν δέξεται μεταβολήν. Διὰ δὴ τοῦτο παθητὸν τὸ σῶμα ἐλάχομεν, καὶ μετὰ τὴν τελευτὴν οὕτω δυσῶδες. Εἰ γὰρ, τῆς φύσεως τοιαύτης οὔσης, πολλοὶ τῶν ἀνοήτων εἰς τοῦτο ἀπονοίας ἐξώκειλαν, ὡς ἰσοθεΐαν φαντάζεσθαι καὶ τὸν οὐρανὸν σκοπεῖν· εἰ μὴ τούτῳ κατείχοντο τῷ χαλινῷ, ποῦ οὐκ ἂν ἐξεῤῥάγησαν παρανομίας; Οὐχ οὗτος δὲ μόνον βασιλεὺς, ἀλλὰ καὶ ἕτερος εὑρίσκεται τοῦτο αὐτὸ φανταζόμενος· ὃν γοῦν ὁ Ἰεζεκιὴλ κωμῳδῶν ἔλεγε προφήτης ἕτερος· Σὺ δὲ εἶπας, Θεός εἰμι καὶ οὐκ ἄνθρωπος, κατοικῶν ἐν τῇ καρδίᾳ τῆς γῆς· μὴ ἐν τῇ χειρὶ τῶν ἀποκτενούντων σε ἐρεῖς, ὅτι Θεός εἰμι καὶ οὐκ ἄνθρωπος; Ὁρᾷς ὅτι καὶ οὗτος ᾐνίξατο, ὅτι ὁ θάνατος διὰ τοῦτο ἐπεισῆλθεν, ἵνα τὴν ἀπόνοιαν καταστείλῃ, ἵνα τὴν πονηρὰν ἐκείνην ἔννοιαν, ἣν ἐξ ἀρχῆς ἐνέσπειρε τῷ πρωτοπλάστῳ ὁ διάβολος, πρόῤῥιζον ἀνασπάσῃ; Καὶ γὰρ εἰδωλολατρεία ἐντεῦθεν γέγονεν, ὁ κολοφὼν τῶν κακῶν τῶν ἀνθρώπων, τῶν πολλῶν εἰς ἀπόνοιαν αἰρομένων καὶ ἰσοθεΐας ἐπιθυμούντων. Ἅπαντες γοῦν οἱ παρὰ τοῖς Ἕλλησι θεοὶ ὑπὸ τῶν ἀνθρώπων ἀνεπλάσθησαν· ἅπερ ἵνα μὴ γένηται, τὸν θάνατον ἐπετείχισεν ὁ Θεὸς, ἐλέγχων τὴν ἀσθένειαν τῆς φύσεως. Διὰ δὴ τοῦτο ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τὴν ἀπόνοιαν καταστέλλων, τοιαῦτα τῆς εἰσόδου τὰ προοίμια κατεσκεύασε παθεῖν, καὶ καλύβην καὶ πενίαν καὶ μητέρα πτωχὴν, διὰ τῶν ἔργων πείθων ἅπαντας καταπατεῖν τὸν ἀνθρώπινον τῦφον· καὶ παραγενόμενος, πρῶτον βαρβάρους καλεῖ. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἐπειδὴ κακῶς τὸ τῶν ἀνθρώπων διέκειτο γένος (πάλιν γὰρ τὸν αὐτὸν ἀναλήψομαι λόγον), καὶ πάντες ἀπεγνώκεισαν τῆς σωτηρίας, τὴν ἀκρόπολιν τοῦ διαβόλου καὶ τὰ ἰσχυρότατα αὐτοῦ ὅπλα μετατίθησι πρῶτα, ἵνα τῶν ἄλλων μηδεὶς ἀπογινώσκῃ. Ἄλλως δὲ καὶ εἰς αἰσχύνην Ἰουδαίων τοῦτο γίνεται, ὅτι ἐκεῖνοι μὲν ἐστασίαζον [ἐδίσταζον] προσελθεῖν, οὗτοι δὲ καὶ μακρὰν ἀποδημίαν ἐστείλαντο, ὥστε αὐτὸν ἰδεῖν καὶ προσκυνῆσαι, καὶ περιιόντες λέγουσι· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων;