Ancient Greek · ~18 min
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Homilia habita postquam presbyter Gothus concionatus fuerat 5.1
Not analysed yet
Ὢ θαυμαστῶν καὶ παραδόξων πραγμάτων· παρὰ βαρβαρικῆς πρώτης φωνῆς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἐν Ἰουδαίᾳ κηρύττεται, ἔνθα προφῆται καὶ πατριάρχαι καὶ δίκαιοι καὶ νόμος καὶ κιβωτὸς καὶ διαθήκη καὶ ναὸς καὶ θυσίαι καὶ λατρεῖαι· καὶ οἱ μὲν τούτοις ἐντραφέντες οὐδὲ παρὰ βαρβάρων μαθόντες παιδεύονται· οἱ δὲ μηδενὸς μηδέποτε τοιούτου ἀκούσαντες διδάσκαλοι τῶν ταῦτα μελετησάντων γίνονται. Διὰ δὴ τοῦτο κωμῳδῶν αὐτοὺς ὁ προφήτης Δαυῒδ ἔλεγεν· Ἱνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Πῶς γὰρ οὐ κενὰ ἐμελέτησαν μὴ δεξάμενοι τὸν προφητευθέντα; Ἀλλ' οὐχ οἱ μάγοι, ἀλλὰ πατρίδα καταλιπόντες καὶ οἰκίαν καὶ φίλους καὶ συγγενεῖς, καὶ μακρὰν ἀποδημίαν ἐστείλαντο, καὶ εἰς κίνδυνον ἑαυτοὺς ἔῤῥιψαν. Εἰς γὰρ βασιλευομένην πόλιν ἐλθόντες ἠρώτων, ποῦ ὁ βασιλεὺς ἐτέχθη; οὐ τοῦ βασιλεύοντος τότε τὸν θυμὸν ὑπειδόμενοι, οὐ τοῦ δήμου τὴν ἐπανάστασιν, οὐ τῆς πόλεως τὰς ἐπιβουλάς. Ἐπειδὴ γὰρ ἐδέξαντο τὸ κήρυγμα, καὶ φιλόσοφοι καὶ μάρτυρες ζῶντες ἀθρόον γίνονται, κατατολμῶντες θανάτου, καταφρονοῦντες κινδύνων, ὑπερορῶντες τῆς παρούσης ζωῆς, ἐν παῤῥησίᾳ ἀνακηρύττοντες ὅπερ ἔμαθον, ἐν μέσῳ δήμῳ καὶ μέσῃ πόλει τὸν τεχθέντα ἀναγορεύοντες. Διὰ γὰρ τοῦτο καὶ ὁ ἀστὴρ κρύπτεται, ἵνα ἀπολέσαντες τὸν χειραγωγοῦντα ἀναγκασθῶσι παρὰ Ἰουδαίων μανθάνειν, μᾶλλον δὲ ἐν τῷ μανθάνειν διδάσκειν ἐκείνους· τὸν γὰρ τόπον ζητοῦσι μόνον, ὅτι δὲ ἐτέχθη, προλαβόντες ᾔδεσαν. Ἀλλ' ὅρα Θεοῦ σοφίαν, πῶς αὐτοὺς ἐκάλεσεν. Οὐ προφήτην ἔπεμψεν, οὐ γὰρ ἂν ἠνέσχοντο· οὐκ ἀπόστολον, οὐ γὰρ προσεῖχον· οὐ γραφὰς, οὐ γὰρ ᾔδεσαν· ἀλλ' ἀπὸ τῶν οἰκείων καὶ συντρόφων πραγμάτων ἀνιμᾶται τῆς πλάνης αὐτούς. Ἐπειδὴ γὰρ μάγοι ἦσαν, καὶ περὶ ἀστέρας αὐτοῖς ἡ τέχνη, ἀστὴρ αὐτοῖς φαίνεται, ἕλκων αὐτοὺς ἀπὸ τῆς ὑπερορίας, ἀστὴρ οὐχ εἷς τῶν ὁρωμένων, ἀλλὰ θεία τις καὶ ἀόρατος δύναμις εἰς ὄψιν ἀστέρος σχηματισθεῖσα· ἕλκει δὲ αὐτοὺς ἀστὴρ, ἵνα ἀπαλλάξῃ τοῦ περὶ ἀστέρας λοιπὸν ἠσχολῆσθαι, καὶ τὴν τῆς ἀστρονομίας καταλύσῃ τυραννίδα. Οὕτω καὶ ὁ Παῦλος ἐποίησε, τὸν Δεσπότην τὸν ἑαυτοῦ μιμούμενος· Μιμηταὶ γάρ μου γίνεσθε, φησὶ, καθὼς κἀγὼ Χριστοῦ. Καθάπερ γὰρ ὁ Δεσπότης αὐτοῦ μάγους καλῶν ἀστέρος ἔπεμψεν ὄψιν, ἵνα τὸ σύνηθες ἐπιγνόντες εὐκόλως ὑπακούσωσι, καὶ ἐλθόντες τὸν τῶν ἀστέρων ἴδωσι Δεσπότην, καὶ τῆς δουλείας ἀπαλλαγέντες ἐκείνης, ταύτῃ προσέλθωσι τῇ δεσποτείᾳ· οὕτω δὴ καὶ αὐτὸς μέλλων περιτομὴν καθαιρεῖν, μετὰ περιτομῆς ἔπεμψε τὸν Τιμόθεον. Ἐπειδὴ γὰρ Ἰουδαῖοι ἦσαν οἱ μέλλοντες αὐτὸν δέχεσθαι, αὐτὸς δὲ ἦν γυναικὸς Ἰουδαίας πιστῆς υἱὸς, πατρὸς δὲ Ἕλληνος, καὶ διὰ τοῦτο ἀκρόβυστος, περιέθηκε τὴν περιτομὴν, τὰ τῶν ἁλιέων ἐργαζόμενος· καὶ γὰρ ἐκεῖνοι τὸ ἄγκιστρον γυμνὸν οὐκ ἀφιᾶσιν εἰς τὸ πέλαγος, ἀλλὰ κρέας αὐτῷ περιτιθέντες. Ἔστω τοίνυν ἡ συναγωγὴ πέλαγος, οἱ δὲ Ἰουδαῖοι ἰχθύες, τὸ δὲ ἄγκιστρον ὁ Τιμόθεος, ἡ δὲ περιτομὴ τὸ κρέας τὸ τῷ ἀγκίστρῳ περιτιθέμενον, ὁ δὲ ἁλιεὺς ὁ Παῦλος· ῥίπτει τοίνυν τὸ ἄγκιστρον εἰς τὴν θάλατταν, ἀλλ' οὐ γυμνὸν, τὸν Τιμόθεον, μετὰ περιτομῆς, ἀλλ' οὐκ ἀκρόβυστον· εἰ γὰρ ἀκρόβυστον ἔπεμψεν, ἔφυγον ἂν οἱ ἰχθύες, γυμνὸν τὸ ἄγκιστρον θεασάμενοι· διὰ τοῦτο αὐτὸ περιστέλλει τῇ περιτομῇ, ἵνα τὸ σύνηθες ἐπιγνόντες, δράμωσιν ἐπὶ τὴν θήραν, καὶ μὴ σοβήσῃ τὴν ἄγραν δραμόντων ἐπὶ τὴν θήραν· ὅπως ἑλκυσθῶσι μὲν διὰ περιτομῆς, κατασχεθῶσι δὲ τῷ λόγῳ τῆς διδασκαλίας· ὃ δὴ καὶ γέγονεν. Εἰσελθὼν γὰρ καὶ περιτομὴν ἔχων, κατέλυσε τὴν περιτομήν. Τοιαῦτα γὰρ τὰ τῆς οἰκονομίας· συγκαταβαίνει πρότερον, καὶ τότε ἀνασπᾷ. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε βαρβάρους καλῶν. Ὥσπερ γὰρ ἀνθρώπους καλῶν, ἄνθρωπον [ἀνθρώπου̣] περιέθηκεν ἑαυτῷ καὶ ὄψιν καὶ φύσιν· οὕτω καὶ μάγους καλῶν, τὴν ἀόρατον δύναμιν εἰς ἀστέρος ὄψιν ἐσχημάτισεν. Ὅτι γὰρ οὐκ ἀστὴρ ἦν εἷς τῶν πολλῶν ὁ ἀστὴρ ἐκεῖνος, ἀπὸ τοῦ δρόμου μάνθανε. Οὐ γὰρ ἀπὸ ἀνατολῆς εἰς δύσιν ἔτρεχεν, ἀλλ' ἀπὸ ἄρκτου εἰς νότον· οὕτω γὰρ ἡ Παλαιστίνη πρὸς τὴν Περσίδα κεῖται· καὶ φαίνεται οὐκ ἐν νυκτὶ, ἀλλ' ἐν ἡμέρᾳ, ὅπερ οὐκ ἔστιν ἀστέρος· διὰ τοῦτο καὶ φαίνεται καὶ κρύπτεται, ὅπερ οὐδὲ αὐτὸ ἀστέρος· καὶ κρύπτεται, ὅτε ἐπέβησαν Ἱεροσολύμων, καὶ φαίνεται ὅτε ἀπηλλάγησαν τοῦ βασιλέως. Ὅθεν δῆλον ὅτι λογική τις ἦν δύναμις πρὸς τὸ ἐπιταχθὲν πάντα οἰκονομοῦσα. Οὐκ ἐντεῦθεν δὲ μόνον τοῦτο δῆλον, ἀλλ' ὅτι καὶ χειραγωγήσας πρὸς τὴν φάτνην, οὐκ ἄνωθεν αὐτοῖς δείκνυται, ἀλλὰ κάτω κατελθὼν ἔστη, οὗ ἦν τὸ παιδίον, ἐπάνω ὑπὲρ αὐτῆς ὡς εἰπεῖν τῆς κεφαλῆς· εἰ γὰρ ἀστὴρ ἦν, οὐκ ἂν τοιοῦτον ἔδειξε τόπον, στενὸν καὶ περιωρισμένον. Ἴστε γὰρ δήπου σαφῶς, ὅτι διὰ τὴν ὑπερβολὴν τοῦ ὕψους οὐδὲ πόλεως τόπον χαρακτηρίσαι δύναιτ' ἂν ἀστὴρ, οὐδὲ εὔσημός ἐστιν αὐτοῦ ἡ εὐθεῖα ἡ κατὰ κάθετον ἀφιεμένη διὰ τὴν ὑπερβολὴν τῶν ὑψωμάτων. Ἐκεῖνος δὲ καὶ μικρὸν χωρίον καὶ φάτνην ἐδείκνυ, πλησίον τῆς κεφαλῆς γενόμενος, καὶ δείξας εὐθέως ἀπεπήδησεν· ὅπερ οὐκ ἦν ἀστέρος.