Ancient Greek · ~19 min
Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος, ὀνόματι Γαμαλιὴλ, νομοδιδάσκαλος, τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχὺ τοὺς ἀνθρώπους γενέσθαι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 1.1-14
Not analysed yet
Οὗτος ὁ Γαμαλιὴλ, Παύλου διδάσκαλος ἦν. Καὶ θαυμάσαι ἄξιον, πῶς καὶ τὰς κατὰ νοῦν κρίσεις ἔχων καὶ νομομαθὴς ὢν, οὐδέπω ἐπίστευσεν. Οὐκ ἔστι δὲ αὐτὸν μεῖναι μὴ πιστεύσαντα δι' ὅλου. Καὶ δῆλον ἐκ τῶν ῥημάτων αὐτοῦ, δι' ὧν συμβουλεύει. Ἐκέλευσε γὰρ, φησὶν, ἔξω βραχὺ τοὺς ἀνθρώπους ποιῆσαι. Ὅρα τὴν σύνεσιν τῆς δημηγορίας, καὶ πῶς αὐτοὺς εὐθέως εἰς φόβον ἐσέβαλεν. Ὥστε δὲ μὴ ὑποπτευθῆναι αὐτὸν ὡς τὰ ἐκείνων φρονοῦντα, ὡς πρὸς ὁμογνώμονας διαλέγεται, καὶ οὐ πολλῇ τῇ σφοδρότητι κέχρηται, ἀλλ' ὡς ὑπὸ τοῦ θυμοῦ μεθύουσιν, οὕτω φησίν· Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς, ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν. Μὴ ἁπλῶς, φησὶ, μηδὲ ὡς ἔτυχε φέρεσθε. Πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων, εἶναί τινα ἑαυτὸν, ᾧ προσεκολλήθη ἀριθμὸς ἀνδρῶν ὡς τετρακοσίων· ὃς ἀνῃρέθη· καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ, διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν. Ἀπὸ παραδειγμάτων αὐτοὺς σωφρονίζει, καὶ τὸν πλείονας ἀποστήσαντα ὕστερον τίθησι παραμυθούμενος αὐτούς. Πρὸ μὲν οὖν τοῦ τὰ παραδείγματα εἰπεῖν, λέγει, Προσέχετε ἑαυτοῖς· ἐπειδὴ δὲ ἔδειξεν, ἀποφαίνεται λέγων· Καὶ τὰ νῦν λέγω ὑμῖν, Ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων. Μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς, καὶ ἀπέστησεν ἱκανὸν λαὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ, διεσκορπίσθησαν. Καὶ τανῦν λέγω ὑμῖν, Ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων, καὶ ἐάσατε αὐτούς· ὅτι, ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται· εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δυνήσεσθε καταλῦσαι αὐτό. Ὡσεὶ ἔλεγεν· Ἀνάσχεσθε, καὶ ἐὰν ἐξ ἑαυτῶν καὶ οὗτοι συνέστησαν, οὐδὲν κωλύσει καὶ αὐτοὺς καταλυθῆναι. Μήποτε καὶ Θεομάχοι εὑρεθῆτε. Καὶ διὰ τοῦ ἀδυνάτου, καὶ διὰ τοῦ ἀσυμφόρου ἀποτρέπει αὐτούς. Οὐκ εἶπε δὲ ὑπὸ τίνος ἀνῃρέθησαν, ἀλλ' ἁπλῶς, ὅτι διελύθησαν, τάχα ὡς παρέλκον. Δι' ὧν δὲ ὑποτίθησι, διδάσκει, ὅτι Εἰ μὲν ἀνθρώπινον τὸ ἔργον, οὐδὲν δεήσει πραγμάτων ὑμῖν· εἰ δὲ θεῖόν ἐστιν, οὐδὲ μετὰ πραγμάτων δυνήσεσθε περιγενέσθαι. Οὕτω γοῦν καὶ ὁ λόγος συνετὸς ἔδοξεν, ὅτι καὶ ἐπείσθησαν ὥστε μὴ ἀνελεῖν αὐτοὺς, ἀλλὰ μαστίξαι μόνον. Ἐπείσθησαν γὰρ αὐτῷ, φησί· καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους, δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, καὶ ἀπέλυσαν αὐτούς. Ὅρα, μετὰ πόσα μαστίζονται θαύματα. Καὶ ὅμως πάλιν ἡ διδασκαλία ἐπετείνετο· καὶ γὰρ καὶ ἐν οἰκίᾳ καὶ ἐν τῷ ἱερῷ ἐδίδασκον. Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ κατηξιώθησαν ἀτιμασθῆναι, πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ' οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι Ἰησοῦν Χριστόν. Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν, ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. Οὐκ ἐν ἐκείναις πάντως λέγει ταῖς ἡμέραις· ἀλλ' ἐπεὶ συνήθεια τοιαύτη ἐστὶ τῇ Γραφῇ, καὶ τὰ μέλλοντα συμβαίνειν ὡς ἐφεξῆς γινόμενα λέγει, διὰ τοῦτο οὕτως εἶπεν. Ἑλληνιστὰς δὲ οἶμαι καλεῖν, τοὺς Ἑλληνιστὶ φθεγγομένους· οὗτοι γὰρ Ἑλληνιστὶ διελέγοντο Ἑβραῖοι ὄντες. Ἰδοὺ καὶ ἄλλος πειρασμός· μᾶλλον δὲ καὶ σὺ, εἰ βούλει σκοπεῖν, ὄψει καὶ ἔσωθεν καὶ ἔξωθεν τοὺς πολέμους ὄντας ἐξ ἀρχῆς. Προσκαλεσάμενοι δὲ, φησὶ, οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν, εἶπον· Οὐκ ἀρεστόν ἐστι καταλιπόντας ἡμᾶς τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις. Καλῶς· τῶν γὰρ ἀναγκαίων τὰ ἀναγκαιότερα προτιμότερα. Ὅρα δὲ, πῶς εὐθέως καὶ τούτων πρόνοιαν ποιοῦνται, καὶ τοῦ κηρύγματος οὐκ ἀμελοῦσιν. Ὡς αἰδεσιμώτεροι δὲ ἐκεῖνοι ἦσαν, διὸ καὶ προκρίνονται. Ἐπισκέψασθε οὖν, ἀδελφοὶ, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτὰ, πλήρεις Πνεύματος καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης. Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους. Καὶ ἐξελέξαντο Στέφανον ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος ἁγίου. Ἄρα καὶ ἐκεῖνοι πλήρεις πίστεως ἦσαν, οὓς καὶ ἐξελέξαντο, ἵνα μὴ τὰ αὐτὰ γένηται, οἷα ἐπὶ Ἰούδα, οἷα ἐπὶ Ἀνανίου καὶ Σαπφείρας. Καὶ Φίλιππον, καὶ Πρόχορον καὶ Νικάνορα, καὶ Τίμωνα, καὶ Παρμενᾶν, καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι, ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. Καὶ ὁ λόγος τοῦ Κυρίου ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα· πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουε τῇ πίστει. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ἄνδρες, προσέχετε ἑαυτοῖς. Ὅρα δή μοι τὸν Γαμαλιῆλον ἐνταῦθα πῶς μετ' ἐπιεικείας διαλέγεται καὶ βραχέα διέξεισι πρὸς αὐτοὺς, καὶ οὐ λέγει παλαιὰ διηγήματα, καίτοι γε ἔχων, ἀλλὰ νεώτερα, ἃ μάλιστα πρὸς πίστιν ἦσαν ἰσχυρά. Διὸ καὶ μετ' ἐπικρύψεως αἰνίττεται λέγων· Πρὸ γὰρ τούτων τῶν ἡμερῶν· μονονουχὶ δηλῶν, ὡς οὐ πρὸ πολλῶν. Εἰ μὲν οὖν εὐθέως εἶπεν, Ἄφετε τοὺς ἄνδρας, καὶ αὐτὸς ἔδοξεν ὕποπτος ἂν, καὶ ὁ λόγος οὕτως οὐκ ἦν ἰσχυρός· μετὰ δὲ τῶν παραδειγμάτων τὴν οἰκείαν ἰσχὺν ἐλάμβανε. Διὰ τοῦτο οὐδὲ ἑνὸς μέμνηται, ἀλλὰ καὶ δευτέρου, καίτοι εἶχεν εἰπεῖν καὶ τρίτον, ἐκ περιουσίας καὶ ἑαυτὸν καλῶς λέγοντα δεικνὺς, κἀκείνους ἀπάγων τῆς φονικῆς προαιρέσεως. Ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων.