Ancient Greek · ~18 min
Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος, ὀνόματι Γαμαλιὴλ, νομοδιδάσκαλος, τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχὺ τοὺς ἀνθρώπους γενέσθαι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 2.1-14
Not analysed yet
Ὅρα, πῶς τὸ ἦθος ἐπιεικής. Καὶ οὔτε μακρὸν τὸν λόγον, ἀλλὰ σύντομον ποιεῖ· οὔτε ἐκείνων μετὰ θυμοῦ μέμνηται. Καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ, διεσκορπίσθησαν. Τοῦτο λέγων, οὐδὲν εἰς Χριστὸν βλασφημεῖ, ἀλλ' ὃ βούλεται μάλιστα, κατορθοῖ. Ἐὰν ᾖ, φησὶν, ἐξ ἀνθρώπων, καταλυθήσεται. Ἐνταῦθα καὶ συλλογίζεσθαί μοι αὐτοὺς δοκεῖ, καὶ λέγειν· Οὐκοῦν ἐπεὶ οὐ κατελύθη, οὐκ ἔστιν ἀνθρώπινον. Μήποτε καὶ Θεομάχοι εὑρεθῆτε. Τοῦτο εἶπε, τῷ ἀδυνάτῳ καὶ ἀσυμφόρῳ καταστέλλων αὐτούς. Εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δυνήσεσθε. Οὐκ εἶπεν, Ἐὰν ᾖ Θεὸς ὁ Χριστός· τὸ γὰρ ἔργον τοῦτο ἐδήλου· οὐδ' ἀπεφήνατο, ὅτι οὐκ ἀνθρώπινόν ἐστιν, οὔτε ὅτι θεῖον, ἀλλὰ τῷ μέλλοντι καιρῷ τὴν πίστιν ἐπέτρεψεν, ὥστε πεῖσαι. Καὶ εἰ ἔπεισε, τίνος ἕνεκεν, φησὶν, ἐμάστιξαν; Τῇ μὲν ἀναμφισβητήτῳ δικαιολογίᾳ ἀντιβλέψαι οὐκ εἶχον· ὅμως δὲ τὸν θυμὸν ἐπλήρουν τὸν οἰκεῖον· ἄλλως δὲ καὶ πάλιν ταύτῃ φοβήσειν προσεδόκησαν. Καὶ τῷ μὴ παρόντων δὲ αὐτῶν ταῦτα λέγειν, ἐπεσπάσατο μᾶλλον αὐτούς· καὶ ἡ γλυκύτης δὲ τῶν λόγων, καὶ τὸ δίκαιον τῶν λεγομένων ἔπειθε. Μόνον γὰρ οὐχὶ ἐκήρυττε καὶ οὗτος τὸ Εὐαγγέλιον· μᾶλλον δὲ μονονουχὶ τοιαῦτα δικαιολογούμενος πρὸς αὐτοὺς ἀποτείνεται· Ἐπείσθητε, ὅτι οὐκ ἰσχύσατε καταλῦσαι. Διὰ τί οὐκ ἐπιστεύσατε; Οὕτω μέγα τὸ κήρυγμα, ὅτι καὶ παρὰ τῶν ἐχθρῶν ἡ μαρτυρία. Ἐκεῖ τετρακόσιοι ἀνέστησαν, καὶ μετὰ τοῦτο ἱκανὸς ὄχλος· ὧδε δώδεκα ἦσαν οἱ πρῶτοι. Μὴ οὖν ὑμᾶς πτοείτω τὸ πλῆθος τὸ προσγενόμενον. Ἐὰν γὰρ ᾖ ἐξ ἀνθρώπων τὸ ἔργον τοῦτο, καταλυθήσεται. Εἶχε καὶ Αἰγύπτιον εἰπεῖν ἕτερον, ἀλλὰ περιττὸς λοιπὸν ἦν ὁ λόγος αὐτοῦ. Εἶδες, πῶς τῷ φοβερῷ τὸν λόγον κατέκλεισε; Διὸ καὶ οὐκ ἀποφαίνεται ἁπλῶς, ἵνα μὴ δόξῃ ὑπὲρ αὐτῶν λέγειν· ἀλλ' ἀπὸ τῆς τοῦ πράγματος ἐκβάσεως συλλογίζεται. Οὐκ ἐτόλμησε δὲ ἀποφήνασθαι, ὅτι οὐκ ἀνθρώπινόν ἐστιν, οὐδὲ ὅτι ἐκ Θεοῦ· ἐπειδὴ εἰ εἶπεν, ὅτι ἐκ Θεοῦ, ἀντέλεγον ἄν· εἰ δὲ ἐξ ἀνθρώπων, πρόχειροι πάλιν εἰς τὸ ἐπαναστῆναι ἐγίνοντο. Διὰ τοῦτο αὐτοὺς περιμεῖναι τὸ τέλος κελεύει, εἰπών· Ἀπόστητε. Οἱ δὲ ἀπειλοῦσι πάλιν, εἰδότες μὲν, ὅτι οὐδὲν ἀνύουσι, ποιοῦντες δὲ τὸ αὑτῶν. Τοιοῦτον γὰρ ἡ κακία, ἀδυνάτοις πολλάκις ἐπιχειρεῖ. Μετὰ δὲ τοῦτον ἀνέστη Ἰούδας. Ταῦτα τοῖς τοῦ Ἰωσήπου βιβλίοις ἐγκύψαντες μαθήσεσθε ἀκριβέστερον· ἐκεῖνος γὰρ τὴν τούτων ἱστορίαν συντάττων ἀκριβῶς ἱστορεῖ. Εἶδες, ἡλίκον ἐτόλμησεν εἰπεῖν, ὅτι Ἐκ Θεοῦ, ὅτε λοιπὸν ἀπὸ τῶν πραγμάτων τὴν πίστιν ἔλαβεν. Ὄντως πολλὴ ἡ παῤῥησία, πολὺ τὸ ἀπροσωπόληπτον. Ἐπείσθησαν δὲ αὐτῷ, φησί. Καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους, δείραντες ἀπέλυσαν αὐτούς. ᾘδέσθησαν τὴν δόξαν τοῦ ἀνδρός· διὸ καὶ τοῦ ἀνελεῖν μὲν τοὺς ἀποστόλους ἀφίστανται· μαστίξαντες δὲ μόνον αὐτοὺς ἀπολύουσιν. Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ κατηξιώθησαν ἀτιμασθῆναι. Πόσων σημείων τοῦτο οὐ θαυμασιώτερον. Οὐδαμοῦ γέγονεν ἐπὶ τῶν παλαιῶν τοῦτο· ἐπεὶ καὶ Ἱερεμίας ἐμαστίχθη διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ τῷ Ἠλίᾳ ἠπείλησαν, καὶ τοῖς ἄλλοις· ἀλλ' ἐνταῦθα καὶ ἀπὸ τούτου, οὐκ ἀπὸ τῶν σημείων μόνον, τὴν δύναμιν ἐπεδείκνυντο τοῦ Θεοῦ. Οὐκ εἶπεν, ὅτι οὐκ ἤλγουν, ἀλλ' ὅτι καὶ ἀλγοῦντες ἔχαιρον. Πόθεν δῆλον; Ἐκ τῆς μετὰ ταῦτα παῤῥησίας· οὕτως ἐνεστήκεσαν ἀεὶ καὶ μετὰ τὰς πληγὰς κηρύττοντες. Διὸ καὶ τοῦτο δηλῶν, Ἐν τῷ ἱερῷ, φησὶ, καὶ κατ' οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι Ἰησοῦν Χριστόν. Ἐν δὲ ταῖς ἡμέραις ταύταις. Ποίαις ἡμέραις; Ὅτε ταῦτα ἐγίνετο, ὅτε μάστιγες, ὅτε ἀπειλαὶ, ὅτε ἐπληθύνοντο οἱ μαθηταὶ, τότε Γογγυσμὸς γίνεται. Ἀπὸ τοῦ πλήθους δὲ τάχα συνέβη· οὐ γὰρ ἔστιν ἀκρίβειαν ἐν πλήθει εἶναι. Καὶ πολὺς ὄχλος τῶν ἱερέων ὑπήκουε τῇ πίστει. Τοῦτο αἰνιττομένου ἐστὶ καὶ δεικνύντος, ὅτι ἀφ' ὧν ὁ κατὰ Χριστοῦ θάνατος ἐσκευάσθη, πολλοὶ ἀπὸ τούτων πιστεύουσιν. Ἐγένετο, φησὶ, γογγυσμὸς, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. Ἄρα καθημερινὴ διακονία ἦν ταῖς χήραις. Καὶ ὅρα, πῶς καὶ οὗτος διακονίαν καλεῖ, καὶ οὐ ταχέως ἐλεημοσύνην· ἅμα καὶ τοὺς διδόντας, καὶ τοὺς λαμβάνοντας διὰ τούτου ἐπαίρων. Τοῦτο οὐ κακίας ἦν, ἀλλὰ τοῦ πλήθους ἴσως ῥᾳθυμία. Διὰ τοῦτο καὶ προὔθηκεν αὐτὸ εἰς μέσον (οὐ μικρὸν γὰρ κακὸν ἦν), ἵνα ταχέως καὶ διορθωθῇ. Ὁρᾷς, πῶς καὶ ἐν ἀρχῇ τὰ κακὰ οὐχὶ ἔξωθεν μόνον ἦν, ἀλλὰ καὶ ἔσωθεν; Σὺ δὲ μὴ τοῦτο μόνον ἴδῃς, ὅτι διωρθώθη, ἀλλ' ὅτι μέγα κακὸν ὄν. Ἐπισκέψασθε, ἀδελφοὶ, ἄνδρας ἐξ ὑμῶν ἑπτά. Οὐκ οἰκείᾳ γνώμῃ πράττουσιν, ἀλλὰ πρότερον ἀπολογοῦνται τῷ πλήθει. Οὕτω καὶ νῦν γίνεσθαι ἔδει. Οὐκ ἔστι, φησὶν, ἀρεστὸν καταλιπόντας ἡμᾶς τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις. Πρῶτον τὸ ἄτοπον τίθησι, δεικνὺς, ὡς οὐκ ἐνὸν μετὰ σπουδῆς ἀμφότερα γίνεσθαι· ἐπεὶ καὶ ὅτε τὸν Ματθίαν χειροτονεῖν ἔμελλον, πρῶτον τὴν χρείαν δεικνύουσι τοῦ πράγματος, ὅτι τε ἔλιπεν εἷς, καὶ ἔδει γενέσθαι δώδεκα. Καὶ ἐνταῦθα τὴν χρείαν ἐδήλωσαν· καὶ οὔτε πρότερον ἐποίησαν, ἀλλὰ περιέμειναν γενέσθαι τὸν γογγυσμὸν, οὔτε μὴν ἠνέσχοντο ἐπὶ πολὺ τοῦτο συμβῆναι.