Ancient Greek · ~18 min
Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 1.1-15
Not analysed yet
Ὅρα, πῶς καὶ ἐν τοῖς ἑπτὰ ἦν τις πρόκριτος καὶ τὰ πρωτεῖα εἶχεν. Εἰ γὰρ καὶ ἡ χειροτονία κοινὴ, ἀλλ' ὅμως οὗτος ἐπεσπάσατο χάριν πλείονα. Πρὸ τούτου δὲ οὐκ ἐποίει σημεῖα, ἀλλ' ὅτε δῆλος γέγονεν, ἵνα δειχθῇ, ὅτι οὐκ ἀρκεῖ μόνη ἡ χάρις, ἀλλὰ δεῖ καὶ τῆς χειροτονίας· ὥστε προσθήκη Πνεύματος ἐγένετο. Εἰ δὲ καὶ πρὸ τούτου πλήρεις Πνεύματος ἦσαν, ἀλλὰ τοῦ ἀπὸ τοῦ λουτροῦ. Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς. Πάλιν ἀνάστασιν τὸν παροξυσμὸν αὐτῶν λέγει καὶ τὴν ὀργήν. Ὅρα καὶ ἐνταῦθα πολὺ τὸ πλῆθος· μᾶλλον δὲ πῶς ἕτερον τῆς κατηγορίας τὸ σχῆμα. Ἐπειδὴ γὰρ ἐκώλυσεν αὐτοὺς Γαμαλιῆλος μηδὲν ὑπὲρ ἐκείνου ἐγκαλεῖν, ἑτέραν κατηγορίαν εἰσάγουσιν. Ἀνέστησαν δέ τινες, φησὶ, τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων, καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας, συζητοῦντες τῷ Στεφάνῳ· καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ Πνεύματι, ᾧ ἐλάλει. Τότε ὑπέβαλον ἄνδρας λέγοντας, ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωσῆν καὶ τὸν Θεόν, Ἵνα τὴν κατηγορίαν συστήσωσι, Κατὰ τοῦ Θεοῦ, φησὶ, καὶ κατὰ Μωσέως λαλεῖ. Διὰ τοῦτο καὶ συνεζήτουν, ἵνα ἀναγκάσωσιν αὐτόν τι εἰπεῖν. Ὁ δὲ γυμνότερον λοιπὸν διελέγετο, καὶ τὴν παῦλαν ἴσως ἔλεγε τοῦ νόμου μόνον· ἢ οὐκ ἔλεγε μὲν, ᾐνίττετο δέ· ἐπεὶ εἰ ἔλεγε φανερῶς, οὐκ ἔδει τῶν ὑποβλητῶν ἀνδρῶν οὐδὲ τῶν ψευδομαρτύρων. Διάφοροι δὲ αἱ συναγωγαὶ ἦσαν Λιβερτίνων καὶ Κυρηναίων. Ἀλλὰ Κυρηναῖοι μὲν οἱ ἐπέκεινα Ἀλεξανδρείας εἰσὶν, οἳ καὶ ἐκεῖ κατὰ τὰ ἔθνη εἶχον συναγωγάς· ἴσως δὲ καὶ ἐκεῖ ἔμενον, ἵνα μὴ ἀναγκάζωνται συνεχῶς ἀποδημεῖν. Λιβερτῖνοι δὲ οἱ Ῥωμαίων ἀπελεύθεροι οὕτω καλοῦνται. Ὥσπερ δὲ ᾤκουν ἐκεῖ πολλοὶ ξένοι, οὕτω καὶ συναγωγὰς εἶχον, ἔνθα ἔδει τὸν νόμον ἀναγινώσκεσθαι καὶ εὐχὰς γίνεσθαι. Σὺ δέ μοι σκόπει, πῶς καὶ οὗτος ἀναγκαζόμενος διδάσκειν ἐπιχειρεῖ, κἀκεῖνοι πάλιν διὰ τὰ σημεῖα εἰς φθόνον οὐ μόνον κινοῦνται, ἀλλ' ἐπεὶ καὶ λόγῳ ἐκράτει, καὶ ἀφόρητος ἦν αὐτοῖς, ψευδομάρτυρας συνιστῶσιν. Οὐκ ἐβούλοντο γὰρ ἁπλῶς ἀναιρεῖν, ἀλλὰ μετὰ ψήφου, ἵνα καὶ τὴν δόξαν αὐτῶν βλάψωσι· καὶ ἐκείνους ἀφέντες ἐπὶ τούτους ἔρχονται, ὡς ταύτῃ καταπληξόμενοι κἀκείνους· οἳ καὶ οὐκ εἶπον, ὅτι Λαλεῖ, ἀλλ', Οὐ παύεται λαλῶν, αὔξοντες τὴν κατηγορίαν. Συνεκίνησάν τε τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν, καὶ ἤγαγον εἰς τὸ συνέδριον, ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· Ὁ ἄνθρωπος οὗτος οὐ παύεται ῥήματα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου. Οὐ παύεται, φασὶν, ὡς ἔργον αὐτοῦ ποιουμένου διὰ τούτου δηλοῦντες. Ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος, ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη, ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. Ἰησοῦς, φασὶν, ὁ Ναζωραῖος, καὶ ὀνειδιστικῶς, καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη. Τοῦτο καὶ τοῦ Χριστοῦ κατηγοροῦντες ἔλεγον· Ὁ καταλύων τὸν ναὸν τοῦ Θεοῦ. Πολλὴ γὰρ ἦν αὐτοῖς ἡ εὐλάβεια περί τε τὸν ναὸν, ἅτε καὶ μετοικεῖν βουλομένοις, περί τε τὸ ὄνομα Μωϋσέως. Καὶ ὅρα, πῶς διπλῆ ἡ κατηγορία. Καταλύσει, φασὶ, τὸν τόπον, καὶ ἀλλάξει τὰ ἔθη Οὐ μόνον δὲ διπλῆ, ἀλλὰ καὶ πικρὰ, καὶ κινδύνων γέμουσα. Καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ, εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. Οὕτως ἔστι καὶ ἐν ἐλάττονι ὄντας βαθμῷ λάμπειν. Τί γὰρ, εἰπέ μοι, τῶν ἀποστόλων οὗτος ἔλαττον ἔσχεν; οὐχὶ σημεῖα εἰργάσατο; οὐ πολλὴν ἐπεδείξατο τὴν παῤῥησίαν; Εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου, φησί. Τοῦτο ἄρα ἡ χάρις ἦν, τοῦτο καὶ ἡ δόξα Μωϋσέως ἦν. Ἐπίχαριν δὲ αὐτὸν δοκεῖ μοι ποιῆσαι τὸν Θεὸν, τάχα ἐπεὶ ἔμελλέ τινα ἐρεῖν, καὶ ἵνα εὐθέως τῇ προσόψει καταπλήξῃ αὐτούς. Ἔστι γὰρ, ἔστι καὶ πρόσωπα χάριτος γέμοντα πνευματικῆς, ἐπέραστα τοῖς ποθοῦσιν εἶναι, καὶ αἰδέσιμα τοῖς μισοῦσι καὶ φοβερά. Ἢ καὶ ὡς αἰτίαν τοῦτο εἶπε, δι' ἢν ἠνέσχοντο τῆς δημηγορίας αὐτοῦ. Τί δαὶ ὁ ἀρχιερεύς; Εἰ ἄρα, φησὶ, ταῦτα οὕτως ἔχει; Ὁρᾷς, πῶς μετὰ ἐπιεικείας ἡ ἐρώτησις, καὶ οὐδὲν τέως φορτικὸν ἔχουσα; Διὰ τοῦτο Καὶ αὐτὸς ἀπὸ προσηνείας ἄρχεται τῶν ῥημάτων, καί φησιν· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε· ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαῤῥάν. Εὐθέως ἐκ τοῦ προοιμίου τὴν δόξαν αὐτῶν ἀναιρεῖ, καὶ κατασκευάζει δι' ὧν φησιν ἀνυπόπτως, ὅτι τε οὐδέν ἐστιν ὁ ναὸς δήπου αὐτὸς, οὐδὲ τὰ ἔθη, καὶ ὅτι οὐ περιέσονται τοῦ κηρύγματος, καὶ ὅτι ἐξ ἀμηχάνων ἀεὶ ὁ Θεὸς πάντα ποιεῖ καὶ κατασκευάζει. Ὅρα γοῦν διὰ τούτων ὑφαινομένην τὴν δημηγορίαν καὶ ἀποδεικνύουσαν, ὅτι πολλῆς ἀπολαύσαντες ἀεὶ φιλανθρωπίας, τοῖς ἐναντίοις τὸν εὐεργέτην ἠμείψαντο, καὶ ὅτι ἀδυνάτοις ἐπιχειροῦσιν. Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ, καὶ εἶπε πρὸς αὐτόν· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω.