Ancient Greek · ~31 min
Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος, ὀνόματι Γαμαλιὴλ, νομοδιδάσκαλος, τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχὺ τοὺς ἀνθρώπους γενέσθαι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 4.1-12
Not analysed yet
Αὐτοῦ τοίνυν καὶ ἡμεῖς γενώμεθα μιμηταί. Προσεδέξατο αὐτοὺς, καὶ οὐκ ἐξέβαλεν. Οὕτω τοὺς ἐχθροὺς ἀμειβώμεθα τοὺς τὰ μυρία ἡμᾶς ἐργασαμένους δεινά. Ὅπερ ἂν ἔχωμεν ἀγαθὸν, αὐτοῖς παρέχωμεν· μὴ παρέλθωμεν αὐτοὺς εὐποιοῦντες. Εἰ γὰρ τῷ παθεῖν κακῶς, ἐμπλῆσαι δεῖ τὸν θυμὸν αὐτῶν, πολλῷ μᾶλλον τῷ εὐποιῆσαι· τοῦτο γὰρ ἔλαττον ἐκείνου. Οὐκ ἔστι γὰρ ἴσον εὐποιῆσαι ἐχθρὸν, καὶ μείζονα θελῆσαι παθεῖν ἢ βούλεσθαι· ἀπὸ τούτου καὶ ἐπ' ἐκεῖνα ἥξομεν. Τοῦτο ἀξίωμα τῶν τοῦ Χριστοῦ μαθητῶν. Ἐσταύρωσαν αὐτὸν ἐλθόντα ἐπὶ εὐεργεσίᾳ τῇ αὐτῶν, τοὺς μαθητὰς αὐτοῦ ἐμάστιξαν, καὶ μετὰ ταῦτα εἰς τὴν αὐτὴν αὐτοὺς ἄγει τοῖς μαθηταῖς τιμὴν, ὁμοίως αὐτοῖς μεταδιδοὺς τῶν αὐτοῦ. Μιμηταὶ γενώμεθα, παρακαλῶ, τοῦ Χριστοῦ· κατὰ τοῦτο ἔστι μιμήσασθαι αὐτόν· τοῦτο ἴσον ποιεῖ τῷ Θεῷ, τοῦτο μεῖζον ἢ κατὰ ἄνθρωπόν ἐστιν. Ἐχώμεθα τῆς ἐλεημοσύνης· αὕτη παιδαγωγὸς καὶ διδάσκαλος ἐκείνης τῆς φιλοσοφίας ἐστίν. Ὁ μαθὼν ἐλεεῖν τὸν ἐν συμφορᾷ, μαθήσεται καὶ μὴ μνησικακεῖν· ὁ μαθὼν τοῦτο, καὶ ἐχθροὺς εὐεργετεῖν δυνήσεται. Μάθωμεν κατακλᾶσθαι τοῖς τῶν πλησίον κακοῖς, καὶ μαθησόμεθα καὶ τὰ κακὰ αὐτῶν φέρειν. Αὐτὸν ἐρωτήσωμεν τὸν κακῶς ἡμᾶς διατιθέντα, εἰ μὴ καταγινώσκει ἑαυτοῦ, εἰ μὴ ἐθέλοι φιλοσοφεῖν, εἰ μὴ θυμοῦ τὸ πᾶν εἶναί φησιν, εἰ μὴ μικροψυχίας, εἰ μὴ ταλαιπωρίας, εἰ μὴ βούλοιτο τῶν ὑβριζομένων εἶναι καὶ σιγώντων, ἀλλὰ μὴ τῶν ὑβριζόντων καὶ μαινομένων, εἰ μὴ θαυμάσας ἄπεισι τὸν παθόντα. Μὴ δὴ νομίσῃς, ὅτι τοῦτο εὐκαταφρονήτους ποιεῖ. Οὐδὲν οὕτως εὐκαταφρονήτους ποιεῖ, ὡς τὸ ὑβρίζειν· οὐδὲν οὕτως αἰδεσίμους, ὡς τὸ ὑβριζομένους φέρειν. Ὁ μὲν γάρ ἐστιν ὑβριστὴς, ὁ δὲ φιλόσοφος· καὶ ὁ μὲν ἀνθρώπου χείρων, ὁ δὲ ἀγγέλων ἴσος. Κἄν τε γὰρ ἐλάττων ἦν τοῦ ὑβρίζοντος, καὶ οὕτως, εἰ βούλοιτο, δυνατὸς ὑπῆρχεν ἀμύνασθαι. Ἄλλως δὲ καὶ ἐλεεῖται μὲν παρὰ πάντων οὗτος, ἐκεῖνος δὲ μισεῖται. Τί οὖν; οὐκ ἐντεῦθεν ἄρα πολλῷ βελτίων ἔσται οὗτος; Τῷ μὲν γὰρ ὡς μαινομένῳ, τούτῳ δὲ ὡς νοῦν ἔχοντι προσέξουσιν ἅπαντες. Ὅταν οὖν κακηγορῆσαί τινα ὑπό τινος ἀναγκάζῃ, εἰπὲ πρὸς αὐτόν· Οὐ δύναμαι αὐτὸν εἰπεῖν κακῶς· δέδοικα γὰρ μή πως οὐκ ἦν τοιοῦτος. Μάλιστα μὲν ἐν διανοίᾳ μὴ εἴπῃς· ἀλλὰ μηδὲ πρὸς ἄλλον. Μὴ ἐντύχῃς κατὰ τούτου τῷ Θεῷ· ἂν ἴδῃς κακῶς ἀκούοντα, ἄμυνον· εἰπὲ, τοῦ πάθους ἐστὶ τὰ ῥήματα, οὐ τοῦ ἀνδρός· εἰπὲ, τῆς ὀργῆς, οὐ τοῦ φίλου· τῆς μανίας, οὐ τῆς ψυχῆς. Ταῦτα λογιζώμεθα ἐφ' ἑκάστῳ τῶν ἁμαρτημάτων. Μὴ περιμείνῃς ἀναφθῆναι τὸ πῦρ, ἀλλὰ πρὸ τούτου κάτασχε· μὴ παροξύνῃς τὸ θηρίον, ἀλλὰ μηδὲ παροξυνθῆναι συγχωρήσῃς· οὐκ ἔτι γὰρ κύριος εἶ κατασχεῖν, ἂν ἡ φλὸξ ἀναφθῇ. Τί γὰρ εἶπεν; ἀνόητε καὶ μωρέ; Τίς οὖν ὑπεύθυνος τῷ ῥήματι, ὁ ἀκούων, ἢ ὁ λέγων; Ὁ μὲν γὰρ κἂν σφόδρα σοφὸς ᾖ, μωροῦ δόξαν ἔλαβεν· ὁ δὲ κἂν ἀνόητος ᾖ, σοφοῦ καὶ φιλοσόφου. Τίς ἀνόητος, εἰπέ μοι, ὁ ἑτέρῳ προφέρων τὰ οὐκ ὄντα, ἢ ὁ μηδὲ οὕτω κινηθείς; Εἰ γὰρ τὸ μηδὲ κινηθέντα κινεῖσθαι, φιλοσοφίας· τὸ μηδὲ κινοῦντος πλήττεσθαι, πόσης ἀνοίας. Οὔπω λέγω ποῖος ἀπόκειται τιμωρίας τόπος τοῖς τὰ τοιαῦτα ὀνειδίζουσι καὶ βλασφημοῦσι τὸν πλησίον. Ἀλλὰ τί; ἄτιμον καὶ ἐξ ἀτίμων, καὶ εὐτελῆ καὶ ἐξ εὐτελῶν εἶπεν; Πάλιν εἰς ἑαυτὸν τὸ ὄνειδος περιέτρεψεν. Ὁ μὲν γὰρ τίμιος φανεῖται καὶ αἰδέσιμος, ὁ δὲ εὐτελὴς ὄντως· τὸ γὰρ τὰ τοιαῦτα εἰς τάξιν ὀνείδους προφέρειν, γένους εὐτέλειαν λέγω, μικρᾶς ὄντως ψυχῆς· ὁ δὲ μέγας καὶ θαυμαστὸς ἔσται, ἅτε οὐδὲν ἡγούμενος τὸ τοιοῦτον, ἀλλ' οὕτω διακείμενος, ὡς ἂν εἰ ἤκουεν, ὅτι ἔχοι τι τῶν ἄλλων διαφέρον. Ἀλλὰ μοιχὸν καὶ τὰ ἄλλα ἐρεῖ; Ἐνταῦθα καὶ γελᾷν χρή· ὅταν γὰρ τὸ συνειδὸς μὴ βάλληται, οὐδὲ καιρὸν ἂν ἔχοι ὁ θυμός. Ἐννοήσαντας δὲ καὶ τίνα ἐξάγει εἰς μέσον πονηρὰ καὶ μιαρὰ ῥήματα, οὐδὲ οὕτως ἀλγεῖν χρή. Ὅπερ γὰρ ἔμελλε μετὰ ταῦτα ἕκαστος μαθήσεσθαι, τοῦτο ἤδη ἐξεκάλυψεν· ἑαυτὸν λοιπὸν ἄπιστον πᾶσι κατέστησεν, ἅτε οὐκ εἰδότα συγκαλύπτειν τὰ τοῦ πλησίον κακὰ, καὶ ἑαυτὸν μᾶλλον ᾔσχυνεν ἢ ἕτερον, καὶ πάντα λιμένα προσέχωσε, τὰς εὐθύνας ἐποίησεν ἑαυτῷ φοβερὰς τοῦ μέλλοντος κριτηρίου. Οὐ γὰρ οὕτω τοῦτον, ὡς ἐκεῖνον ἀποστραφήσονται πάντες, ἅπερ ἐκκαλύψαι οὐκ ἐχρῆν ἀπαμφιάσαντα. Σὺ δὲ μηδὲν εἴπῃς ὧν σύνοιδας, ἀλλὰ σίγησον, εἰ βούλει τὴν λαμπρὰν δόξαν λαβεῖν. Οὐ γὰρ μόνον ἀνατρέψεις τὰ λεχθέντα, οὐδὲ καλύψεις, ἀλλὰ καὶ ἕτερον ἐργάσῃ καλόν· οὐκέτι ποιήσεις γὰρ κατὰ σαυτοῦ τὴν ψῆφον ἐνεχθῆναι. Ὁ δεῖνά σε κακῶς λέγει; Εἰπὲ σύ· Εἰ πάντα ᾔδει, οὐκ ἂν τοσαῦτα εἶπε μόνα. Ἐθαυμάσατε καὶ ἐξεπλάγητε τὸ λεχθέν; Ἀλλὰ μιμεῖσθαι χρή. Διὰ γὰρ τοῦτο πάντα ὑμῖν τὰ ἔξωθεν εἰρημένα λέγομεν, οὐχ ὡς οὐκ ἐχουσῶν μυρία τοιαῦτα τῶν Γραφῶν, ἀλλ' ὡς μᾶλλον ἐντρέψαι δυναμένων τούτων· ἐπεὶ καὶ ἡ Γραφὴ οἶδε πρὸς ἐντροπὴν λέγειν, ὡς ὅταν λέγῃ· Οὐχὶ καὶ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν; Ὁ δὲ προφήτης Ἱερεμίας τοὺς τοῦ Ῥηχὰβ υἱοὺς παρήγαγεν εἰς μέσον τὴν πατρικὴν ἐντολὴν παραβῆναι μὴ καταδεξαμένους. Εἶπον κακῶς οἱ περὶ Μαρίαν τὸν Μωσέα, καὶ τῆς κολάσεως αὐτοὺς εὐθέως ἐξῄτησε, καὶ οὐδὲ ὅσον μαθεῖν τινας, ὅτι ἐκδικίας ἔτυχε, συνεχώρησεν. Ἀλλ' οὐχ ἡμεῖς οὕτως· ἀλλὰ τοῦτο μάλιστα βουλόμεθα πάντας μαθεῖν, ὅτι οὐκ ἀτιμωρητὶ παρῆλθον. Μέχρι τίνος ἀπὸ γῆς πνέομεν; Οὐκ ἔνι μάχην ἐξ ἑνὸς συστῆναι μέρους. Τοὺς μαινομένους ἂν ἐξ ἑκατέρων τῶν μερῶν ἑλκύσῃς, μᾶλλον παροξυνεῖς· ἂν δὲ ἐκ δεξιᾶς ἢ ἐξ ἀριστερᾶς, ἔσβεσας τὸν θυμόν. Ὁ πλήττων ἂν μὲν ἔχῃ τὸν μὴ δεχόμενον, μᾶλλον ἐπαίρεται· ἂν δὲ εἴκοντα, μᾶλλον ἐκλύεται, καὶ εἰς αὐτὸν ἡ πληγὴ περιτρέπεται. Οὐ γὰρ οὕτως ἐκλύει τὴν δύναμιν τοῦ ἀνταγωνιστοῦ ἄνθρωπος παγκρατιάζειν εἰδὼς, ὡς ἄνθρωπος ὑβριζόμενος καὶ μὴ ἀνθυβρίζων. Αἰσχυνθεὶς γὰρ ἐκεῖνος λοιπὸν ἄπεισι καὶ καταγνωσθεὶς, πρῶτον μὲν ἐκ τοῦ συνειδότος, δεύτερον δὲ παρὰ τῶν ὁρώντων ἁπάντων. Καὶ παροιμία δέ τίς ἐστιν, ὅτι δὴ Ὁ τιμῶν, ἑαυτὸν τιμᾷ. Ἄρα καὶ ὁ ὑβρίζων, ἑαυτὸν ὑβρίζει. Οὐδεὶς ἡμᾶς ἀδικῆσαι δυνήσεται, πάλιν ἐρῶ, ἐὰν μὴ ἡμεῖς ἑαυτούς· οὔτε πένητά μέ τις ἐργάσεται, ἐὰν μὴ ἐγὼ ἐμαυτόν. Φέρε γὰρ, οὕτω σκεψώμεθα· Ἔστω μοι ψυχὴ πενιχρὰ, καὶ πάντες κενούτωσαν εἰς ἐμὲ τὰ χρήματα· τί τοῦτο; Ἕως ἂν ἐκείνη μὴ μεταβάληται, πάντα μάτην. Ἔστω μοι ψυχὴ μεγάλη, καὶ πάντες λαμβανέτωσαν τὰ χρήματα· τί τοῦτο; Ἕως ἂν ἐκείνην μὴ ποιήσῃς πενιχρὰν, οὐδὲν βλάβος. Ἔστω μοι βίος ἀκάθαρτος, καὶ πάντες τἀναντία λεγέτωσαν περὶ ἐμοῦ· τί τοῦτο; Κἂν γὰρ λέγωσιν, ἀλλ' οὐχὶ καὶ ἐν διανοίᾳ ταῦτα ψηφίζονται. Πάλιν ἔστω μοι βίος καθαρὸς, καὶ πάντες τἀναντία λεγέτωσαν· καὶ τί τοῦτο; Ἐν γὰρ τῷ συνειδότι ἑαυτῶν καταγνώσονται· οὐ γὰρ δὴ πεπεισμένοι λέγουσιν. Ὥσπερ γὰρ τὰς εὐφημίας οὐ δεῖ προσίεσθαι, οὕτως οὐδὲ τὰς κατηγορίας. Καὶ τί λέγω ταῦτα; Οὐδεὶς ἡμῖν ἐπιβουλεῦσαί ποτε δυνήσεται, οὐδὲ κατηγορίᾳ τινὶ περιβαλεῖν, ἐὰν βουλώμεθα. Ἴδωμεν δὲ καὶ οὕτως· Ἑλκέτω τις εἰς δικαστήριον, συκοφαντείτω, εἰ βούλει, καὶ τὴν ψυχὴν ἐκφερέτω· καὶ τί τοῦτο, πρὸς μικρὸν παρ' ἀξίαν ταῦτα παθεῖν; Τοῦτο μὲν οὖν αὐτὸ κακὸν, φησίν. Αὐτὸ μὲν οὖν τοῦτο καλὸν τὸ μὴ κατ' ἀξίαν παθεῖν. Ἀλλὰ τί; κατ' ἀξίαν ἔδει; Εἴπω τι πάλιν· Φιλόσοφός τις τῶν ἔξωθεν ὡς ἤκουσεν, ὅτι ὁ δεῖνα ἀπέθανε, καί τις εἶπεν αὐτῷ τῶν μαθητῶν· Οἴμοι, ὅτι ἀδίκως· ἐκεῖνος ἐπιστραφεὶς, Ἀλλὰ τί, ἔφη, δικαίως ἤθελες; Καὶ Ἰωάννης δὲ οὐχὶ ἀδίκως ἀπέθανε; Τίνα οὖν μᾶλλον ἐλεεῖς, τὸν δικαίως ἀποθανόντα, ἢ τὸν οὐχ οὕτως; οὐχὶ τοῦτον μὲν ταλανίζεις, ἐκεῖνον δὲ καὶ θαυμάζεις; Τί οὖν ἠδίκηται ἄνθρωπος καὶ ἀπ' αὐτοῦ τοῦ θανάτου κερδάνας μεγάλα, οὐ μόνον οὐδὲν βλαβείς; Εἰ μὲν γὰρ ἀθάνατον ὄντα θνητὸν ἐποίει, ἴσως ἂν βλάβη ἦν· εἰ δὲ θνητὸν ὄντα, καὶ ἀπὸ τῆς φύσεως μικρὸν ὕστερον τὸν θάνατον ἐκδέχεσθαι μέλλοντα, ἔσπευσεν οὗτος μετὰ δόξης τοῦτον ἐπαγαγεῖν, τί βλάβος; Ἔστω ἡμῖν ἡ ψυχὴ ῥυθμιζομένη καλῶς, καὶ βλάβος οὐδὲν ἔσται ἔξωθεν. Ἀλλ' οὐκ εἶ ἐν δόξῃ; Καὶ τί τοῦτο; Ὅπερ γὰρ ἐπὶ τῶν χρημάτων ἐστὶ, τοῦτο καὶ ἐπὶ τῆς δόξης. Ἂν γὰρ ὦ μεγαλοπρεπὴς, οὐ δεήσομαι οὐδενός· ἂν δὲ κενόδοξος, ὅσῳ ἂν ἐπιτύχω, τοσούτῳ μείζονος δεήσομαι. Τότε δὲ μάλιστα λαμπρὸς ἔσομαι, καὶ μείζονος ἀπολαύσομαι δόξης, εἰ καταφρονήσω δόξης. Ταῦτα οὖν εἰδότες, καὶ χάριν ἔχωμεν τῷ τοιαύτην ἡμῖν χαρισαμένῳ ζωὴν Χριστῷ τῷ Θεῷ ἡμῶν, καὶ μετίωμεν αὐτὴν εἰς δόξαν αὐτοῦ, ὅτι αὐτῷ πρέπει ἡ δόξα σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ ἁγίῳ αὐτοῦ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.