Ancient Greek · ~18 min
Παραγενόμενος δὲ ὁ Σαῦλος εἰς Ἱερουσαλὴμ, ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτὸν, μὴ πιστεύοντες, ὅτι ἐστὶ μαθητής. Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτοῦ, ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς, πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 1.1-21
Not analysed yet
Ἄξιον ἐνταῦθα διαπορῆσαι, πῶς ἐν μὲν τῇ πρὸς Γαλάτας φησὶν, ὅτι Οὐκ ἀπῆλθον εἰς Ἱεροσόλυμα, ἀλλ' εἰς Ἀραβίαν καὶ Δαμασκόν· καὶ ὅτι Μετὰ τρία ἔτη ἀνέβην εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ὅτι Οὐδένα τῶν ἀποστόλων εἶδον· ἐνταῦθα δὲ τοὐναντίον, ὅτι Βαρνάβας ἤγαγεν αὐτὸν πρὸς τοὺς ἀποστόλους. Ἢ τοίνυν τοῦτό φησιν, ὅτι Οὐκ ἀπῆλθον ὥστε ἀναθέσθαι (λέγει γὰρ ἐκεῖ, ὅτι Οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι· οὐδὲ ἀπῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους)· ἢ εἰ μὴ τοῦτο, ὅτι ἡ ἐπιβουλὴ ἡ ἐν Δαμασκῷ, μετὰ τὸ ἐλθεῖν αὐτὸν ἀπὸ Ἀραβίας γέγονε, φησὶν, εἶτα πάλιν ἡ ἄνοδος μετὰ τὸ ἐκεῖθεν ἐλθεῖν. Αὐτὸς γοῦν οὐκ ἀπῆλθε πρὸς τοὺς ἀποστόλους, ἀλλὰ τοῖς μαθηταῖς ἐπειρᾶτο κολλᾶσθαι, ἅτε οὐ διδάσκαλος ὢν, ἀλλὰ μαθητής. Ἄρα οὐ διὰ τοῦτο ἀνῆλθεν, ἵνα πρὸς τοὺς πρὸ αὐτοῦ ἀπέλθῃ· οὐδὲ γὰρ παρ' αὐτῶν τι ἔμαθεν. Ἢ ταύτην τὴν ἄνοδον οὐ λέγει, ἀλλ' ἀφίησιν, ὥστε εἶναι οὕτως· Ἀπῆλθεν εἰς Ἀραβίαν, εἶτα ἦλθεν εἰς Δαμασκὸν, εἶτα εἰς Ἱεροσόλυμα, εἶτα εἰς Συρίαν. Ἢ εἰ μὴ τοῦτο, πάλιν οὕτως, ὅτι Ἀνῆλθεν εἰς τὰ Ἱεροσόλυμα, εἶτα εἰς Δαμασκὸν ἐξεπέμφθη, εἶτα εἰς Συρίαν, εἶτα εἰς Δαμασκὸν πάλιν, εἶτα εἰς Καισάρειαν, καὶ τότε διὰ δεκατεσσάρων ἐτῶν, ἴσως ὅτε τοὺς ἀδελφοὺς ἀνήγαγε μετὰ Βαρνάβα. Ἢ εἰ μὴ τοῦτο, ἕτερον λέγει καιρόν. Ὁ γὰρ ἱστοριογράφος πολλὰ ἐπιτέμνει, καὶ πολλοὺς συνάγει καιρούς. Ὅρα, πῶς οὐκ ἔστι φιλότιμος, οὐδὲ διηγεῖται τὴν ὄψιν ἐκείνην, ἀλλὰ παρατρέχει. Πάλιν δὲ οὕτως ἄρχεται καί φησι· Παραγενόμενος δὲ εἰς Ἱερουσαλὴμ, ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· οἱ δὲ ἐφοβοῦντο αὐτόν. Καὶ ἀπὸ τούτου πάλιν τὸ θερμὸν τοῦ Παύλου δείκνυται· οὐκ ἀπὸ Ἀνανίου, οὐδὲ ἀπὸ τῶν θαυμαζόντων αὐτὸν ἐκεῖ, ἀλλὰ καὶ ἀπὸ τῶν ἐν Ἱεροσολύμοις. Οὐ γὰρ ἦν ὄντως προσδοκίας ἀνθρωπίνης ἐκεῖνο. Καὶ ὅρα αὐτὸν οὐ πρὸς τοὺς ἀποστόλους ἀπιόντα διὰ τὸ μετριάζειν, ἀλλὰ πρὸς τοὺς μαθητὰς, ἅτε μαθητὴν ὄντα· οὔπω γὰρ ἐνομίζετο ἀξιόπιστος εἶναι. Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτοῦ ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς, πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον. Ὁ Βαρνάβας οὗτος ἐπιεικής τις καὶ ἥμερος ἄνθρωπος ἦν. Υἱὸς δὲ παρακλήσεως τὸ ὄνομα ἑρμηνεύεται· ὅθεν καὶ φίλος τῷ Παύλῳ γέγονεν. Ὅτι δὲ χρηστὸς ἦν σφόδρα καὶ εὐπρόσιτος, τοῦτο καὶ ἐκ τῶν μετὰ χεῖρας, καὶ ἐκ τῶν κατὰ Ἰωάννην δῆλόν ἐστιν. Ὅθεν οὗτος οὐ φοβεῖται, ἀλλὰ διηγεῖται, πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαῤῥησιάσατο ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ. Εἰκὸς αὐτὸν γὰρ καὶ ἐν Δαμασκῷ ἀκηκοέναι τὰ κατ' αὐτόν. Διὸ καὶ ταῦτα ἐκείνων κατασκευαστικὰ ποιῶν, διὰ τῶν ἔργων ἐβεβαίωσε τὰ λεχθέντα. Καὶ ἦν μετ' αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐν Ἱερουσαλὴμ, καὶ παῤῥησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ. Ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς. Ἐπειδὴ οἱ μαθηταὶ ἐφοβοῦντο αὐτὸν, οἱ δὲ ἀπόστολοι οὐκ ἐπίστευον αὐτῷ, διὰ τοῦτο αὐτῶν ἐκεῖθεν λύει τὸ δέος. Ἐλάλει τε καὶ συνεζήτει, φησὶ, πρὸς τοὺς Ἑλληνιστάς. Ἑλληνιστὰς τοὺς Ἑλληνιστὶ φθεγγομένους λέγει· καὶ τοῦτο σφόδρα σοφῶς. Ἐκεῖνοι γὰρ οἱ ἄλλοι οὐδὲ ἰδεῖν αὐτὸν ἠθέλησαν οἱ βαθεῖς Ἑβραῖοι. Οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτόν· τῆς σφοδρότητος καὶ τῆς κατὰ κράτος νίκης τοῦτο τεκμήριον, καὶ τοῦ σφόδρα λυπεῖσθαι τῷ γεγονότι. Ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ, κατήγαγον αὐτὸν εἰς Καισάρειαν. Διὰ φόβον τοῦτο ποιοῦσι· φοβηθέντες γὰρ λοιπὸν μὴ ταυτὸν γένηται οἷον ἐπὶ Στεφάνου, κατάγουσιν αὐτὸν εἰς Καισάρειαν. Καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν. Εἰ καὶ διὰ φόβον, ὅμως ἀποστέλλουσιν, ἅμα καὶ κηρύξοντα, καὶ ἐν ἀσφαλείᾳ ἐσόμενον αὐτὸν, ἅτε ἐν οἰκείᾳ πατρίδι. Ὅρα δέ μοι, πῶς οὐ πάντα χάριτι γίνεται, ἀλλὰ συγχωρεῖ αὐτοὺς ὁ Θεὸς καὶ οἰκείᾳ σοφίᾳ οἰκονομεῖν πολλὰ καὶ ἀνθρωπίνως. Εἰ γὰρ ἐπ' αὐτοῦ τοῦτο γέγονε, πολλῷ μᾶλλον ἐπ' αὐτῶν· Συγχωρεῖ τοίνυν, ἵνα τῶν ῥᾳθύμων τὴν πρόφασιν ἐκκόψῃ· Αἱ μὲν οὖν Ἐκκλησίαι καθ' ὅλης τῆς Ἰουδαίας καὶ Σαμαρείας εἶχον εἰρήνην, οἰκοδομούμεναι καὶ πορευόμεναι τῷ φόβῳ Κυρίου, καὶ τῇ παρακλήσει τοῦ ἁγίου Πνεύματος ἐπληθύνοντο. Μέλλει περὶ Πέτρου λέγειν, καὶ ὅτι πρὸς τοὺς ἁγίους κάτεισιν. Ἵν' οὖν μὴ φόβου τοῦτο νομίσῃ τις, πρότερον ὡς εἶχον αἱ Ἐκκλησίαι διηγεῖται, δεικνὺς, ὅτι διωγμὸς ὅτε ἦν, ἐν Ἱεροσολύμοις ἦν· ὅτε δὲ πανταχοῦ ἐν ἀσφαλείᾳ τὰ τῆς Ἐκκλησίας, τότε λοιπὸν καὶ τὰ Ἱεροσόλυμα ἀφίησιν· οὕτως ἦν θερμὸς ὁμοῦ καὶ σφοδρός. Οὐ γὰρ ἐπειδὴ εἰρήνη ἦν, ἐνόμιζε μηδὲν δεῖσθαι τῆς αὐτοῦ παρουσίας. Καὶ διὰ τί, φησὶ, τοῦτο ποιεῖ, καὶ ἔρχεται εἰρήνης οὔσης, καὶ μετὰ τὸ Παῦλον ἀπελθεῖν; Ὅτι αὐτοὺς ᾐδοῦντο μάλιστα, ἅτε πολλάκις παραστάντας, καὶ ὑπὸ τοῦ πλήθους θαυμασθέντας· ἐκείνου δὲ κατεφρόνουν, καὶ μᾶλλον πρὸς αὐτὸν ἠγρίαινον.