Ancient Greek · ~19 min
Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι· Ἀνανία. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγὼ, Κύριε. Ὁ δὲ Κύριος πρὸς αὐτὸν εἶπεν· Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα, Σαῦλον ὀνόματι, Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται. Καὶ εἶδεν ἐν ὁράματι ἄνδρα Ἀνανίαν, εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 4.1-18
Not analysed yet
Ἀπὸ προοιμίων καὶ ἀπὸ βαλβῖδος αὐτῆς ἐδείκνυτο ὁ χαρακτὴρ Παύλου· μᾶλλον δὲ καὶ πρὸ τούτου. Ἐν οἷς γὰρ οὐ κατὰ γνῶσιν ἐποίει, ἀνθρωπίνῳ κινούμενος λογισμῷ διεπράττετο. Εἰ γὰρ μετὰ τοσοῦτον χρόνον οὐκ ἤθελεν ἀναλῦσαι· πολλῷ μᾶλλον ἐν ἀρχῇ τῆς ἐμπορίας, ἄρτι τῶν λιμένων ἐξελθών. Οὐκ ἐξαρπάζει δὲ αὐτὸν ὁ Χριστὸς τοῦ κινδύνου, ἀλλ' ἀφίησιν· ἐπειδὴ βούλεται καὶ ἀνθρωπίνῃ συνέσει πολλὰ γίνεσθαι. Ἄλλως δὲ ἀφίησιν, ἵνα μάθωμεν, ὅτι καὶ αὐτοὶ ἄνθρωποι ἦσαν, καὶ ὅτι οὐ πανταχοῦ τὸ πᾶν ἡ χάρις ἐνήργει· ἐπεὶ εἰ μὴ τοῦτο ἦν, ξύλα ἁπλῶς ἐνομίσθησαν ἄν. Διά τοι τοῦτο πολλὰ καὶ αὐτοὶ ᾠκονόμουν διὰ τῶν πραγμάτων. Τοῦτο καὶ ἡμεῖς ποιῶμεν, καὶ οὕτω τῆς τῶν ἀδελφῶν ὀρεγώμεθα σωτηρίας. Τοῦτο μαρτυρίου οὐκ ἔλαττον, μηδὲν παραιτήσασθαι παθεῖν διὰ τὴν τῶν πολλῶν σωτηρίαν. Οὐδὲν οὕτως εὐφραίνει τὸν Θεόν. Πάλιν ἐρῶ, ὃ πολλάκις εἶπον· ἐρῶ δὲ, ἐπειδὴ σφόδρα αὐτὸ βούλομαι· ἐπεὶ καὶ ὁ Χριστὸς τὸ αὐτὸ ἐποίει, περὶ ἀφέσεως παραινῶν καὶ λέγων· Ὅταν προσεύχησθε ὑμεῖς, ἀφίετε εἴ τι κατά τινος ἔχετε. Πάλιν τῷ Πέτρῳ διαλεγόμενος, Οὐ λέγω σοι, φησὶν, ὅτι Ἄφες ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά· καὶ διὰ τῶν ἔργων ἀφῆκε τὰ εἰς αὐτὸν πλημμελήματα. Οὕτω δὴ καὶ ἡμεῖς, ἐπειδὴ ἴσμεν τοῦτο ὅρον Χριστιανισμοῦ ὄντα, διὰ παντὸς περὶ αὐτοῦ διαλεγόμεθα. Οὐδὲν ψυχρότερον Χριστιανοῦ, ἑτέρους μὴ σώζοντος. Οὐκ ἔχεις ἐνταῦθα πενίαν εἰπεῖν· ἡ γὰρ τὰ δύο καταβαλοῦσα λεπτὰ, κατηγορήσει. Καὶ Πέτρος ἔλεγεν· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι. Καὶ Παῦλος οὕτως ἦν πένης, ὡς καὶ πεινᾶσαι πολλάκις, καὶ τῆς ἀναγκαίας ἀπορῆσαι τροφῆς. Οὐκ ἔχεις δυσγένειαν εἰπεῖν· καὶ γὰρ ἐκεῖνοι ἄσημοι ἦσαν, καὶ ἐξ ἀσήμων. Οὐκ ἔχεις ἰδιωτείαν προβαλέσθαι· καὶ γὰρ ἐκεῖνοι ἀγράμματοι ἦσαν. Κἂν δοῦλος ᾖς, κἂν δραπέτης, δυνήσῃ τὰ παρὰ σαυτοῦ πληρῶσαι· ἐπεὶ καὶ ὁ Ὀνήσιμος τοιοῦτος ἦν. Ἀλλ' ὅρα ποῦ καλεῖ αὐτὸν, καὶ εἰς πόσον ἄγει ἀξίωμα. Ἵνα κοινωνῇ μοι, φησὶν, ἐν τοῖς δεσμοῖς μου. Οὐκ ἔχεις ἀσθένειαν εἰπεῖν· ἐπεὶ καὶ Τιμόθεος τοιοῦτος ἦν, πυκνὰς ἔχων τὰς ἀσθενείας. Ὅτι δὲ ἀσθενὴς ἦν, ἄκουε· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸ στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Δύναται ἕκαστος τὸν πλησίον ὠφελεῖν, ἐὰν θέλῃ τὰ παρ' αὐτοῦ πληροῦν. Οὐχ ὁρᾶτε τὰ δένδρα τὰ ἄκαρπα πῶς ἐστιν ἰσχυρὰ, πῶς καλὰ, εὐμήκη, λεῖα καὶ ὑψηλά; Ἀλλ' εἰ παράδεισον ἔχοιμεν, βουλοίμεθα ἂν ῥοιὰς, ἐλαίας ἔχειν καρπίμους πολλῷ μᾶλλον ἢ ταῦτα· ἐκεῖνα γὰρ πρὸς τέρψιν εἰσὶν, οὐ πρὸς ὠφέλειαν· καὶ ἡ ὠφέλεια δὲ μικρά τίς ἐστι. Τοιοῦτοί εἰσιν οἱ τὰ αὑτῶν μόνον σκοποῦντες· μᾶλλον δὲ οὐδὲ τοιοῦτοι· πρὸς γὰρ καῦσιν ἐπιτήδειοι οὗτοι· ἐπεὶ ἐκεῖνα καὶ πρὸς οἰκοδομὴν καὶ πρὸς ἀσφάλειαν τῶν ἔνδον. Τοιαῦται ἦσαν καὶ αἱ παρθένοι, ἁγναὶ μὲν καὶ κόσμιαι καὶ σώφρονες, οὐδενὶ δὲ χρήσιμοι· διὸ καὶ κατακαίονται. Τοιοῦτοί εἰσιν οἱ μὴ θρέψαντες τὸν Χριστόν. Ὅρα γὰρ τούτων οὐδένα ἐγκαλούμενον ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων, οὐχ ὅτι ἐπόρνευσεν, οὐχ ὅτι ἐπιώρκησεν, οὐδὲν ὅλως· ἀλλ' ὅτι ἑτέρῳ μὴ γέγονε χρήσιμος. Τοιοῦτος ἦν ὁ τὸ τάλαντον κατορύξας, ἄληπτον παρεχόμενος μὲν βίον, ἑτέρῳ δὲ οὐκ ὢν χρήσιμος. Πῶς ἐστι Χριστιανὸς ὁ τοιοῦτος; Εἰπέ μοι, ἐὰν ζύμη ἀναφυρεῖσα ἀλεύρῳ μὴ μεταστήσειεν εἰς τὴν αὐτῆς ἕξιν τὸ πᾶν, ἆρα ζύμη τὸ τοιοῦτόν ἐστι; Τί δαὶ, εἰ μὴ μύρον ἀναπλήσειε τῆς εὐωδίας τοὺς πλησιάζοντας, μύρον ἂν τοῦτο καλέσαιμεν; Μὴ εἴπῃς· Ἀδύνατόν μοί ἐστιν ἑτέρους ἐναγαγεῖν· ἂν γὰρ ᾖς Χριστιανὸς, ἀδύνατον τὸ μὴ οὕτω γενέσθαι. Ὥσπερ γὰρ τὰ ἐν τῇ φύσει ἀναντίῤῥητά ἐστιν, οὕτω καὶ ταῦτα· ἐν γὰρ τῇ φύσει τοῦ Χριστιανοῦ κεῖται τὸ πρᾶγμα. Μὴ ὕβριζε τὸν Θεόν. Ἂν εἴπῃς, ὅτι ὁ ἥλιος οὐ δύναται φαίνειν, ὕβρισας αὐτόν· ἂν εἴπῃς, ὅτι ὁ Χριστιανὸς οὐ δύναται ὠφελεῖν, ὕβρισας τὸν Θεὸν καὶ ψεύστην εἶπας. Εὔκολον γὰρ τὸν ἥλιον μὴ θερμαίνειν, μηδὲ φαίνειν, ἢ τὸν Χριστιανὸν μὴ φωτίζειν· εὔκολον τὸ φῶς εἶναι σκότος, ἢ τοῦτο γενέσθαι. Μὴ δὴ λέγε, ὅτι ἀδύνατον· ἀδύνατον γὰρ τοὐναντίον ἐστί. Μὴ δὴ ὕβριζε τὸν Θεόν. Ἂν τὰ καθ' ἡμᾶς κατασκευάσωμεν καλῶς, πάντως ἔσται ἐκεῖνα, καὶ ὥσπερ φυσικόν τι πρᾶγμα ἕψεται. Οὐκ ἔνι λαθεῖν φῶς Χριστιανοῦ· οὐκ ἔνι κρυβῆναι λαμπάδα οὕτω περιφανῆ. Μὴ δὴ ἀμελῶμεν. Ὥσπερ γὰρ ἀπὸ τῆς ἀρετῆς τὸ κέρδος εἴς τε ἡμᾶς, εἴς τε τοὺς ὠφελουμένους διαβαίνει· οὕτως ἀπὸ τῆς κακίας διπλῆ πάλιν ἡ ζημία, εἴς τε ἡμᾶς, εἴς τε τοὺς βλαπτομένους διαβαίνουσα. Ἔστω τις, εἰ βούλει, ἰδιώτης μυρία παρά τινος παθὼν κακὰ, καὶ μηδεὶς ἐκεῖνον ἀμυνέσθω, ἀλλὰ καὶ εὐεργετείτω· πόσης τοῦτο διδασκαλίας οὐκ ἰσχυρότερον; πόσων λόγων, πόσων παραινέσεων; τίνα οὐχ ἱκανὸν σβέσαι θυμὸν καὶ μαλάξαι; Ταῦτ' οὖν εἰδότες, ἐχώμεθα τῆς ἀρετῆς, ὡς οὐκ ἐνὸν ἑτέρως σωθῆναι, ἢ μετὰ τούτων τῶν κατορθωμάτων τὴν ἐνταῦθα ζωὴν διανύσαντας, ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.