Ancient Greek · ~19 min
Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσας τῇ χειρὶ, εἶπεν· Ἄνδρες Ἰσραηλῖται, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεὸν, ἀκούσατε. Ὁ Θεὸς τοῦ λαοῦ τούτου ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ αὐτοῦ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 1.1-29
Not analysed yet
Ὅρα τὸν Βαρνάβαν παραχωροῦντα τῷ Παύλῳ, ὥσπερ καὶ Πέτρῳ Ἰωάννης πανταχοῦ. Αὐτὸς ἤγαγεν αὐτὸν ἀπὸ Δαμασκοῦ· καίτοι αὐτοῦ αἰδεσιμώτερος ἦν· ἀλλὰ πρὸς τὸ κοινῇ συμφέρον ἑώρων. Καὶ ἀναστὰς, φησὶ, καὶ κατασείσας τῇ χειρί. Ἔθος τοῦτο Ἰουδαίοις ἦν· διὸ καὶ αὐτὸς κατὰ τοῦτο αὐτοῖς διαλέγεται. Ὅρα πῶς προοδοποιεῖ τῷ λόγῳ· πρότερον ἐγκωμιάσας αὐτοὺς, καὶ δείξας πολλὴν περὶ αὐτοὺς τὴν κηδεμονίαν διὰ τοῦ εἰπεῖν, Οἱ φοβούμενοι τὸν Θεὸν, οὕτως ἄρχεται τοῦ λόγου. Καὶ οὐκ εἶπεν, οἱ προσήλυτοι, ὅπερ ἦν συμφορᾶς ὄνομα. Ὁ Θεὸς τοῦ λαοῦ τούτου ἐξελέξατο τοὺς πατέρας ἡμῶν καὶ τὸν λαόν. Ὅρα πῶς καὶ αὐτὸς τὸν κοινὸν τῶν ἀνθρώπων Θεὸν αὐτῶν ἰδίως καλεῖ, καὶ δείκνυσιν ἄνωθεν τὰς εὐεργεσίας αὐτοῦ μεγάλας οὔσας, καθάπερ καὶ Στέφανος. Ταῦτα δὲ ποιοῦσιν, ἵνα παιδεύσωσιν αὐτοὺς, ὅτι καὶ νῦν κατὰ τὸ αὐτὸ ἔθος τὸν Υἱὸν αὐτοῦ ἀπέστειλε. Καθάπερ καὶ ὁ Χριστὸς εἶπεν ἐν τῷ ἀμπελῶνι, οὕτω καὶ αὐτός φησιν. Ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς. Καὶ μὴν τοὐναντίον γέγονεν· ἀλλ' εἰς πλῆθος ἐπέδοσαν· ἀλλὰ τὰ θαύματα δι' αὐτοὺς γέγονε. Τούτων καὶ οἱ προφῆται μνημονεύουσιν ἀεὶ τῶν κατ' Αἴγυπτον. Καὶ ὅρα πῶς τοὺς καιροὺς τῶν συμφορῶν παρατρέχει, καὶ οὐδαμοῦ τὰ ἐγκλήματα παράγει εἰς μέσον, ἀλλὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ἐκεῖνα αὐτοῖς ἀφεὶς λογίζεσθαι. Καὶ ὡς τεσσαράκοντα ἔτη χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ. Εἶτα τὴν κατοικίαν λέγει· Καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναὰν, κατεκληρονόμησεν αὐτοῖς τὴν γῆν αὐτῶν. Καὶ ὁ χρόνος πολύς· τετρακόσια γὰρ πεντήκοντα ἔτη· Καὶ μετὰ ταῦτα ὡς ἔτεσι τετρακοσίοις καὶ πεν τήκοντα ἔδωκεν αὐτοῖς κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου. Ἐνταῦθα ὅτι διαφόρως ᾠκονόμει τὰ κατ' αὐτοὺς ἐδήλωσε. Κἀκεῖθεν ᾐτήσαντο βασιλέα. Καὶ οὐ λέγει τὴν ἀγνωμοσύνην αὐτῶν, ἀλλὰ πανταχοῦ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Καὶ ἔδωκεν αὐτοῖς τὸν Σαοὺλ υἱὸν Κὶς, ἄνδρα ἐκ φυλῆς Βενιαμὶν, ἔτη τεσσαράκοντα· καὶ μεταστήσας αὐτὸν ἤγειρεν αὐτοῖς τὸν Δαυῒδ εἰς βασιλέα· ᾧ καὶ εἶπε μαρτυρήσας· Εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. Οὐ μικρὸν τοῦτο τὸ ἀπὸ Δαυῒδ εἶναι τὸν Χριστόν. Εἶτα καὶ Ἰωάννην εἰσάγει μαρτυροῦντα, λέγων· Τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ' ἐπαγγελίαν ἤγειρε τῷ Ἰσραὴλ Σωτῆρα [Ἰησοῦν], προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ. Ὡς δὲ ἐπλήρου ὁ Ἰωάννης τὸν δρόμον, ἔλεγε· Τίνα με ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ· ἀλλ' ἰδοὺ ἔρχεται μετ' ἐμὲ, οὗ οὐκ εἰμὶ ἱκανὸς τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. Καὶ Ἰωάννης δὲ μαρτυρεῖ οὐχ ἁπλῶς, ἀλλὰ τὴν δόξαν ἐξ ἑαυτοῦ ἀποκρουόμενος, καίτοι πάντων ἐπ' αὐτὸν ταύτην ἀγόντων. Οὐκ ἔστι δὲ ἴσον μηδενὸς διδόντος καὶ πολλῶν παρεχόντων ταύτην τὴν τιμὴν διωθεῖσθαι, καὶ μηδὲ ἁπλῶς, ἀλλὰ μετὰ τοσαύτης ὑποστολῆς. Ἄνδρες ἀδελφοὶ, υἱοὶ γένους Ἀβραὰμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεὸν, ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη. Οἱ γὰρ κατοικοῦντες Ἱερουσαλὴμ, καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν· καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν. Πανταχοῦ τοῦτο σπουδάζουσι δεῖξαι οἰκεῖον αὐτῶν ὂν τὸ ἀγαθὸν, ἵνα μὴ ὡς ἀλλοτρίῳ προσέχοντες φεύγωσιν, ἐπειδὴ ἐσταύρωσαν αὐτόν. Τοῦτον, φησὶν, ἀγνοήσαντες· ὥστε ἀγνοίας ἦν τὸ ἁμάρτημα. Ὅρα πῶς καὶ ὑπὲρ ἐκείνων ἀπολογεῖται ἠρέμα. Καὶ οὐ τοῦτο μόνον· ἀλλ' ὅτι καὶ οὕτως ἔδει γενέσθαι προστίθησι. Καὶ ἵνα μή τις εἴπῃ. Πόθεν δῆλον, ὅτι ἀνέστη; φησὶ τὸ, Καὶ μάρτυρες αὐτοῦ εἰσιν. Εἶτα πάλιν ἀπὸ τῶν Γραφῶν ἰσχυρίζεται· Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον. Ὁ δὲ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, ὃς ὤφθη ἐπὶ ἡμέρος πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλὴμ, οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γεγενημένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις αὐτῶν ἡμῖν, ἀναστήσας Ἰησοῦν, καθὼς καὶ ἐν τῷ Ψαλμῷ τῷ δευτέρῳ γέγραπται· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα αὐτὸν εἰς διαφθορὰν ὑποστρέφειν, οὕτως εἴρηκεν, ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαυῒδ τὰ πιστά. Διὸ καὶ ἐν ἑτέρῳ λέγει· Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Δαυῒδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθῃ, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ εἶδε διαφθοράν· ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθοράν. Ὅρα τοῦτον σφοδρότερον διαλεγόμενον. Τοῦτο οὐδαμοῦ Πέτρος εἶπεν. Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοὶ, ὅτι διὰ τούτου ἡμῖν ἄφεσις ἁμαρτιῶν ἐπαγγέλλεται, καὶ ἀπὸ πάντων, ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. Εἶτα καὶ τὸ φοβερόν· Βλέπετε οὖν, μὴ ἐπέλθῃ ἐφ' ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις· Ἴδετε οἱ καταφρονηταὶ, καὶ ἐμβλέψατε, καὶ θαυμάσατε, καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν.