Ancient Greek · ~13 min
Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου κατῆλθον εἰς Σελεύκειαν, κἀκεῖθεν ἀπέπλευσαν εἰς τὴν Κύπρον. Καὶ γενόμενοι ἐν Σαλαμῖνι, κατήγγειλαν τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων. Εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-28
Not analysed yet
Εἰ τοίνυν καὶ πάθος καὶ αἰδὼς ἀνθρωπίνη δύναται ἐμβαλεῖν ἡμᾶς καὶ εἰς ἁμαρτήματα καὶ εἰς κατορθώματα, εἰκῆ λέγομεν, ὅτι οὐ δυνάμεθα· δυνάμεθα γὰρ ἂν θέλωμεν· θελῆσαι δὲ πάντας χρή. Εἰπὲ δή μοι, διὰ τί οὐ δύνασαι δόξης κρατεῖν, ὅταν ἕτεροι ὦσι κρατοῦντες τὴν αὐτὴν ἔχοντες ψυχὴν, τὸ αὐτὸ σῶμα, τὴν αὐτὴν μορφὴν, τὴν αὐτὴν ζῶντες ζωήν; Ἐννόησον τὸν Θεὸν, ἐννόησον τὴν ἄνωθεν δόξαν· ἀντίστησον αὐτῇ τὰ παρόντα, καὶ ταχέως ταύτης ἀποπηδήσεις. Ὅλως εἰ δόξης ἐπιθυμεῖς, τῆς ὄντως δόξης ἐπιθύμει. Ποία δόξα ὅταν ἀτιμίας ποιῇ; ποία δόξα, ὅταν τῆς ἐλαττόνων ἀναγκάζῃ τιμῆς ἐφίεσθαι, κἀκείνης χρείαν ἔχῃ; Τιμή ἐστι τὸ τῆς παρὰ τῶν μειζόνων ἀπολαύειν δόξης. Ὅλως εἰ δόξης ἐρᾷς, μᾶλλον ἐράσθητι τῆς παρὰ τοῦ Θεοῦ. Ἂν ἐρασθεὶς ἐκείνης, ταύτης καταφρονήσῃς, ὄψει ταύτην ἄτιμον· ἕως ἂν ἐκείνην μὴ ἴδης, οὐδὲ ταύτην ἰδεῖν δυνήσῃ πῶς ἐστιν αἰσχρὰ, πῶς καταγέλαστος. Καθάπερ γὰρ οἱ πονηρᾷ τινι γυναικὶ προκατειλημμένοι εἰδεχθεῖ καὶ αἰσχρᾷ, ἕως ἂν φιλῶσιν αὐτὴν, οὐ δύνανται τὴν δυσείδειαν ἰδεῖν, τοῦ πάθους ἐπισκοτοῦντος τῇ κρίσει· οὕτω δὴ καὶ ἐνταῦθα· ἕως ἂν κατεχώμεθα τῷ πάθει, οὐ δυνάμεθα συνιδεῖν οἷόν ἐστι κακόν. Πῶς οὖν ἀπαλλαγείημεν ἂν, φησὶν, αὐτοῦ; Ἐννόει τοὺς χρήματα ἀναλώσαντας μυρία, καὶ οὐδὲν ἀπ' αὐτῶν καρπωσαμένους· ἐννόει τοὺς ἀποθανόντας ὅσης ἀπήλαυσαν δόξης, καὶ οὐδαμοῦ αὕτη βεβαία, ἀλλ' ἀπόλωλε καὶ διέφθαρται· ἐννόησον, ὅτι ὄνομα μόνον ἐστὶ, πρᾶγμα δὲ οὐκ ἔχει· ἐπεὶ τί ἐστι δόξα; εἰπέ μοι· δὸς ὅρον τινά. Τὸ θαυμάζεσθαι παρὰ πάντων, φησί. Δικαίως, ἢ καὶ ἀδίκως; Εἰ μὲν γὰρ ἀδίκως, οὐκ ἂν εἴη τοῦτο θαῦμα, ἀλλὰ κατηγορία, καὶ κολακεία, καὶ διαβολή· εἰ δικαίως, τοῦτο οὐ δυνατόν· οὐ γὰρ ἔχει κρίσεις ὀρθὰς ὁ δῆμος, ἀλλὰ τοὺς ταῖς ἐπιθυμίαις αὐτῶν ὑπηρετοῦντας τούτους θαυμάζουσι. Καὶ εἰ βούλεσθε, καταμάθετε τοὺς ταῖς πόρναις τὰ αὐτῶν δωρουμένους, τοὺς τοῖς ἡνιόχοις, τοὺς τοῖς ὀρχησταῖς. Ἀλλ' οὐ τούτους, φησὶ, φαμὲν, ἀλλὰ τοὺς δικαίους, καὶ τοὺς ὀρθοὺς, καὶ μεγάλα δυναμένους ποιεῖν καλά. Εἴθε ἠβούλοντο, καὶ ταχέως ἐποίουν ἂν τὰ ἀγαθά· νῦν δὲ οὐδὲν τούτων ποιοῦσι Τίς, εἰπέ μοι, τὸν δίκαιον ἐπαινεῖ νῦν καὶ τὸν ὀρθόν; Τοὐναντίον μὲν οὖν. Τί δὲ ψυχρότερον δικαίου, εἰ πρᾶγμα τοιοῦτον κατορθῶν τῆς παρὰ τῶν πολλῶν δόξης ἐφίεται; Τοιοῦτον γὰρ ποιεῖ, οἷον ἂν εἴ τις ζωγράφος ἄριστος ὢν καὶ εἰκόνα γράφων βασιλικὴν, τῶν οὐκ ἐμπείρων ἀποδέχοιτο τοὺς ἐπαίνους. Ἄλλως δὲ ταχέως ἀποστήσεται ἄνθρωπος ὁ πρὸς δόξαν ὁρῶν ἀνθρωπίνην τῶν κατ' ἀρετὴν πραγμάτων. Εἰ γὰρ μέλλοι πρὸς ἐπαίνους κεχηνέναι, ἅπερ ἂν ἐκεῖνοι θέλωσι, ταῦτα ἐργάζεται, οὐχ ἅπερ ἂν αὐτός. Τί οὖν ἂν ὑμῖν συμβουλεύσαιμι λοιπὸν ποιεῖν; Τῷ Θεῷ προσέχειν, τοῖς ἐπαίνοις ἀρκεῖσθαι τοῖς παρ' αὐτοῦ, πάντα τὰ ἐκείνῳ δοκοῦντα ἐργάζεσθαι, καὶ τὰ ἀγαθὰ πράττειν, πρὸς μηδὲν τῶν ἀνθρωπίνων κεχηνέναι· τοῦτο γὰρ καὶ νηστείαν καὶ εὐχὴν καὶ ἐλεημοσύνην λυμαίνεται, καὶ πάντα τὰ ἡμέτερα ἀγαθὰ κενοῖ. Ὅπερ ἵνα μὴ πάθωμεν, φύγωμεν τουτὶ τὸ πάθος. Πρὸς ἓν μόνον ὁρῶμεν, τὸν παρὰ τοῦ Θεοῦ ἔπαινον, τὴν ἐκεῖθεν ἀποδοχὴν, τὴν παρὰ τοῦ κοινοῦ Δεσπότου εὐφημίαν· ἵνα μετὰ ἀρετῆς τὸν παρόντα βίον διανύσαντες, τῶν ἐπηγγελμένων ἀγαθῶν σὺν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.