Ancient Greek · ~20 min
Τότε ὑπέστρεψαν οἱ ἀπόστολοι εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ, σαββάτου ἔχον ὁδόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 1.1-3
Not analysed yet
Τότε, φησὶν, ὑπέστρεψαν. Τότε, πότε; Ὅτε ἤκουσαν. Οὐ γὰρ ἂν ἄλλως ἠνέσχοντο, εἰ μὴ ἑτέραν αὐτοῖς παρουσίαν ὑπέσχετο. Δοκεῖ δέ μοι καὶ ἐν σαββάτῳ γεγονέναι ταῦτα. Οὐ γὰρ ἂν οὕτω καὶ τὸ διάστημα ἐδήλωσεν εἰπὼν, Ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ, σαββάτου ἔχον ὁδὸν, εἰ μὴ ὡρισμένον τι μῆκος ὁδοιπορίας ἐβάδιζον ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου. Καὶ ὅτε εἰσῆλθον εἰς τὸ ὑπερῷον ἀνέβησαν, οὗ ἦσαν καταμένοντες. Ἄρα λοιπὸν ἐν Ἱεροσολύμοις ἔμενον μετὰ τὴν ἀνάστασιν. Ὅ τε Πέτρος, φησὶ, καὶ Ἰάκωβος, καὶ Ἰωάννης. Οὐκ ἔτι μετὰ τοῦ ἀδελφοῦ μόνος οὗτος ἀριθμεῖται, ἀλλὰ καὶ Ἀνδρέας μετὰ Πέτρου· Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος, Ἰάκωβος ὁ Ἀλφαίου, καὶ Σίμων ὁ Ζηλωτὴς, καὶ Ἰούδας Ἰακώβου. Καλῶς ἐμνημόνευσε τῶν μαθητῶν. Ἐπειδὴ γὰρ ὁ μὲν προέδωκεν, ὁ δὲ ἠρνήσατο, ὁ δὲ ἠπίστησε, δείκνυσιν, ὅτι πλὴν ἐκείνου πάντες ἦσαν σῶοι. Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει σὺν ταῖς γυναιξί. Καλῶς. Μέγα γὰρ τοῦτο ὅπλον ἐν τοῖς πειρασμοῖς, καὶ τοῦτο ἦσαν προπαιδευθέντες ἱκανῶς ὑπ' αὐτοῦ τοῦ Διδασκάλου. Ἄλλως δὲ, καὶ ὁ παρὼν πειρασμὸς αὐτοὺς εἰς τοῦτο ἦγε. Διὰ τοῦτο ἀναβαίνουσι καὶ εἰς τὸ ὑπερῷον· σφόδρα γὰρ ἐδεδοίκεσαν τοὺς Ἰουδαίους. Σὺν γυναιξὶ, φησίν. Εἶπε γὰρ, ὅτι ἠκολούθησαν αὐτῷ. Καὶ Μαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ, καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ. Πῶς οὖν λέγει, ὅτι εἰς τὰ ἴδια αὐτὴν ἔλαβε τότε ὁ μαθητής, Ἀλλὰ συναγαγὼν πάλιν αὐτοὺς ὁ Χριστὸς, οὕτω λοιπὸν πάλιν αὐτοῖς καὶ ἐκείνη συνῆν. Καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ. Τούτους λέγει, οἳ ἀπιστοῦντες πρότερον ἦσαν αὐτῷ. Καὶ ἐν ταῖς ἡμέραις ταύταις, ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν μαθητῶν εἶπε. Καὶ ὡς θερμὸς, καὶ ὡς ἐμπιστευθεὶς παρὰ τοῦ Χριστοῦ τὴν ποίμνην, καὶ ὡς τοῦ χοροῦ πρῶτος, ἀεὶ πρότερος ἄρχεται τοῦ λόγου (Ἦν τε ὄχλος ὀνομάτων, φησὶν, ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσιν)· Ἄνδρες ἀδελφοὶ, ἔδει πληρωθῆναι τὴν Γραφὴν ταύτην, ἢν προεῖπε τὸ Πνεῦμα τὸ ἅγιον. Τί δήποτε οὐ τὸν Χριστὸν ἠξίωσε μόνος, ὥστε αὐτῷ δοῦναι εἰς τὸν τόπον Ἰούδα τινά; διατί δὲ καὶ ἀφ' ἑαυτῶν οὐ ποιοῦνται τὴν ἐκλογήν; Βελτίων λοιπὸν ἦν γεγονὼς ὁ Πέτρος αὐτὸς ἑαυτοῦ. Τοῦτο τοίνυν ἔστιν εἰπεῖν περὶ τούτου. Περὶ δὲ τοῦ μὴ ἁπλῶς, ἀλλ' ἐξ ἀποκαλύψεως αἰτεῖν τὸν τὴν χορείαν ἀναπληρώσοντα, δύο αἰτίας ἐροῦμεν· μίαν μὲν, ὅτι περὶ ἄλλα ἠσχόληντο· δευτέραν δὲ, ὅτι τοῦ παρεῖναι αὐτοῖς τὸν Χριστὸν τεκμήριον μέγιστον τοῦτο. Καθάπερ γὰρ παρὼν ἐξελέγετο, οὕτω καὶ ἀπών. Οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίαν. Ὅρα δὲ αὐτὸν μετὰ κοινῆς πάντα ποιοῦντα γνώμης· οὐδὲν αὐθεντικῶς, οὐδὲ ἀρχικῶς. Καὶ οὐκ εἶπεν οὕτως ἁπλῶς· Ἀντὶ τοῦ Ἰούδα τοῦτον καταλέγομεν· ἀλλὰ παραμυθούμενος αὐτοὺς ὑπὲρ τοῦ γεγενημένου, βλέπε, πῶς μεταχειρίζει τὸν λόγον. Οὐ γὰρ μικρὰν ἀπορίαν ἐνεποίησε τὸ γεγονός· καὶ μὴ θαυμάσῃς. Εἰ γὰρ νῦν τοῦτο πολλοὶ περιστρέφουσι, τί τότε εἰκὸς ἦν αὐτοὺς λέγειν; Ἄνδρες, φησὶν, ἀδελφοί. Εἰ ὁ Κύριος ἀδελφοὺς αὐτοὺς ἐκάλεσε, πολλῷ μᾶλλον οὗτος· διὸ καὶ πάντων παρόντων τοῦτο ἀναφωνεῖ. Ἰδοὺ Ἐκκλησίας ἀξίωμα, καὶ ἀγγελικὴ κατάστασις. Οὐδεὶς ἦν ἐκεῖ διεῤῥηγμένος, οὐκ ἄρσεν, οὐ θῆλυ. Τοιαύτας βούλομαι τὰς Ἐκκλησίας εἶναι καὶ νῦν. Οὐδεὶς βιωτικόν τι ἐφρόντιζεν, οὐδεὶς περὶ οἰκείας ἐμερίμνα. Τοσοῦτον ἀγαθὸν οἱ πειρασμοί· τοιοῦτον αἱ θλίψεις καλόν. Ἔδει πληρωθῆναι τὴν Γραφὴν ταύτην, ἣν προεῖπε τὸ Πνεῦμα τὸ ἅγιον. Ἀεὶ παραμυθεῖται αὐτοὺς ἀπὸ τῆς προῤῥήσεως. Οὕτω καὶ ὁ Χριστὸς πανταχοῦ ποιεῖ. Τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτος δείκνυσιν, ὅτι οὐδὲν ξένον γέγονεν, ἀλλὰ τὸ ἤδη προειρημένον. Ἔδει, φησὶ, πληρωθῆναι τὴν Γραφὴν ταύτην, ἣν προεῖπε τὸ Πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυΐδ. Καὶ οὐ λέγει, Δαυῒδ εἶπεν, ἀλλὰ, Τὸ Πνεῦμα δι' αὐτοῦ. Ὅρα εὐθέως ἐν προοιμίοις τοῦ βιβλίου ὁποίᾳ κέχρηται διδασκαλίᾳ. Ὁρᾷς, ὅτι οὐχ ἁπλῶς εἶπον ἀρχόμενος τῆς συγγραφῆς, ὅτι τοῦ Πνεύματός ἐστι πολιτεία τὸ βιβλίον τοῦτο; Ἣν προεῖπε, φησὶ, τὸ Πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυΐδ. Σκόπει, πῶς τὸν προφήτην οἰκειοῦται, καὶ αὐτὸν ἄγει εἰς μέσον, εἰδὼς, ὅτι αὐτοὺς ὠφελεῖ τὸ διὰ Δαυῒδ εἰρῆσθαι, καὶ μὴ δι' ἄλλου προφήτου. Περὶ Ἰούδα, φησὶ, τοῦ ὁδηγοῦ γενομένου. Ὅρα καὶ ἐνταῦθα τὸ φιλόσοφον τοῦ ἀνδρός. Οὐχ ὑβρίζει οὐδὲ ἐνάλλεται, λέγων, Τοῦ μιαροῦ καὶ παμμιάρου· ἀλλ' ἁπλῶς τὸ γενόμενον δηλοῖ· οὐδὲ λέγει, Τοῦ προδόντος, ἀλλ' ἐφ' ἑτέρους βιάζεται μεταθεῖναι τὸ ἔγκλημα, ὅσον εἰς αὐτὸν ἧκε. Καὶ οὐδὲ ἐκείνων σφόδρα καθάπτεται Τοῦ γενομένου γὰρ, φησὶν, ὁδηγοῦ τοῖς συλλαβοῦσι τὸν Ἰησοῦν. Καὶ πρὶν ἢ εἰπεῖν, ποῦ εἶπεν ὁ Δαυῒδ, λέγει τὰ πεπραγμένα αὐτῷ, ἵνα ἀπὸ τῶν παρόντων καὶ τὰ μέλλοντα πιστώσηται, καὶ δείξῃ ἤδη δεδωκότα δίκην. Ὅτι κατηριθμημένος ἦν σὺν ἡμῖν, καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης. Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας. Ἠθικὸν ποιεῖ τὸν λόγον, καὶ λανθανόντως τὴν αἰτίαν παιδευτικὴν οὖσαν ἀποκαλύπτει. Οὐ λέγει γὰρ, ὅτι οἱ Ἰουδαῖοι, ἀλλ' οὗτος αὐτὸ ἐκτήσατο. Ἐπειδὴ γὰρ αἱ ψυχαὶ τῶν ἀσθενῶν οὐχ οὕτω πρὸς τὰ μέλλοντα ὁρῶσιν, ὡς πρὸς τὰ παρόντα, περὶ τῆς παρούσης δίκης διαλέγεται. Καὶ πρηνὴς γενόμενος ἐλάκησε μέσος. Καλῶς οὐκ ἐν τῷ ἁμαρτήματι, ἀλλ' ἐν τῇ τιμωρίᾳ τὸν λόγον ἐπῆρε. Καὶ ἐξεχύθη, φησὶ, πάντα τὰ σπλάγχνα αὐτοῦ. Τοῦτο παραμυθίαν ἐκείνοις ἔφερε. Καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἀκελδαμὰ, τουτέστι, χωρίον αἵματος.