Ancient Greek · ~18 min
Τότε ὑπέστρεψαν οἱ ἀπόστολοι εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ, σαββάτου ἔχον ὁδόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 2.1-3
Not analysed yet
Οἱ μὲν οὖν Ἰουδαῖοι ταύτῃ τῇ προσηγορίᾳ ἐκάλεσαν αὐτὸ, οὐ διὰ τοῦτο, ἀλλὰ διὰ τὸν Ἰούδαν· οὗτος δὲ εἰς τοῦτο αὐτὸ μετήγαγε, μάρτυρας τοὺς ἐχθροὺς φέρων. Τῷ τε γὰρ εἰπεῖν, ὅτι ὠνόμασαν, καὶ τῷ ἐπαγαγεῖν, Τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν, τοῦτο δηλοῦν βούλεται. Εἶτα μετὰ τὴν ἔκβασιν οἰκείως ἐπεισάγει τὸν προφήτην λέγων· Γέγραπται γὰρ ἐν βίβλῳ Ψαλμῶν· Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ. Τοῦτο περὶ τοῦ χωρίου καὶ τῆς οἰκίας. Καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος· τουτέστι, τὴν ἀρχὴν, τὴν ἱερωσύνην. Ὥστε οὐκ ἐμῇ γνώμῃ τοῦτο τυγχάνει, ἀλλ' ἐκείνου τοῦ ταῦτα προειρηκότος. Ἵνα γὰρ μὴ δόξῃ μεγάλῳ πράγματι ἐπιχειρεῖν, καὶ τοιούτῳ οἵῳ ὁ Χριστὸς, ἐπήγαγε μάρτυρα τὸν προφήτην. Δεῖ οὖν, φησὶ, τῶν συνελθόντων ὑμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ. Διατί κοινοῦται αὐτοῖς; Ἵνα μὴ περιμάχητον τὸ πρᾶγμα γένηται, καὶ εἰς φιλονεικίαν ἐμπέσωσιν. Εἰ γὰρ αὐτοὶ τοῦτο ἔπαθον, πολλῷ μᾶλλον ἐκεῖνοι. Καὶ ἀεὶ τοῦτο παραιτεῖται. Διὰ τοῦτο ἀρχόμενος ἔλεγεν· Ἄνδρες ἀδελφοὶ, δεῖ ἐκλέξασθαι ἐξ ἡμῶν. Τῷ πλήθει τὴν κρίσιν ἐπιτρέπει, τούς τε γινομένους αἰδεσίμους ποιῶν, καὶ αὐτὸς ἀπαλλαττόμενος ἀπεχθείας τῆς πρὸς τοὺς ἄλλους. Μεγάλα γὰρ ἀεὶ τὰ τοιαῦτα ἐργάζεται κακά. Ὅτι μὲν οὖν δεῖ γενέσθαι, τὸν προφήτην παράγει μάρτυρα· ἐκ τίνων δὲ δεῖ, αὐτὸς ἑρμηνεύει λέγων· Ἐκ τῶν συνελθόντων ἡμῖν ἐν παντὶ χρόνῳ. Εἰ μὲν γὰρ εἶπε, τοὺς ἐπιεικεῖς δεῖ παρεῖναι, τοὺς ἄλλους ἂν ὕβρισε· νῦν δὲ τῷ χρόνῳ τὸ πρᾶγμα ἐπέτρεψεν, οὐχ ἁπλῶς Συνελθόντας εἰπὼν, ἀλλ' Ἐν παντὶ χρόνῳ, ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ' ἡμᾶς ὁ Κύριος Ἰησοῦς, ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου, ἕως τῆς ἡμέρας ἧς ἀνελήφθη ἀφ' ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡμῖν γενέσθαι ἕνα τούτων. Ἵνα τί γένηται; Ἵνα μὴ ἠκρωτηριασμένος ὁ χορὸς εἴη. Τί οὖν; ἑλέσθαι τὸν Πέτρον αὐτὸν οὐκ ἐνῆν; Καὶ πάνυ γε· ἀλλ' ἵνα μὴ δόξῃ χαρίζεσθαι, τοῦτο οὐ ποιεῖ. Ἄλλως δὲ καὶ Πνεύματος ἄμοιρος ἦν ἔτι. Καὶ ἔστησαν, φησὶ, δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν. Οὐχὶ αὐτὸς αὐτοὺς ἔστησεν, ἀλλὰ πάντες. Τὴν γνώμην δὲ αὐτὸς εἰσηγήσατο, δείξας οὐδὲ αὐτὴν αὐτοῦ οὖσαν, ἀλλ' ἄνωθεν κατὰ προφητείαν· ὥστε ἐξηγητὴς γέγονεν, οὐ διδάσκαλος. Ἰωσὴφ τὸν καλούμενον Βαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος. Ἴσως διὰ τὰς ὁμωνυμίας ἀμφότερα τέθεικεν· ἐπεὶ καὶ ἐν τοῖς ἀποστόλοις πολλαὶ ὁμωνυμίαι ἦσαν· Ἰάκωβος ὁ Ζεβεδαίου, καὶ Ἰάκωβος ὁ τοῦ Ἀλφαίου, Σίμων Πέτρος καὶ Σίμων ὁ Ζηλωτής· Ἰούδας Ἰακώβου, καὶ Ἰούδας ὁ Ἰσκαριώτης. Ἄλλως δὲ καὶ μεταβολῆς βίου, ἴσως δὲ καὶ προαιρέσεως ἦν ἡ ὀνομασία. Ἔστησαν, φησὶν, Ἰωσὴφ τὸν καλούμενον Βαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν. Καὶ προσευξάμενοι εἶπον· Σὺ, Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον, ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἐξ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον. Καλῶς λέγουσιν ἐκείνου τὸ ἁμάρτημα, δεικνύντες, ὅτι μάρτυρα αἰτοῦσιν, οὐ πλεονάζοντες τὸν ἀριθμὸν, ἀλλ' ἐλαττωθῆναι οὐκ ἐῶντες. Καὶ ἔδωκαν κλήρους αὐτῶν (οὐδέπω γὰρ Πνεῦμα ἦν), καὶ ὁ κλῆρος ἐπὶ Ματθίαν ἔπεσε, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων. Τότε, φησὶν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ, σαββάτου ἔχον ὁδόν. Τοῦτό φησιν, ἵνα δείξῃ, ὅτι μακρὰν οὐ βαδίζουσιν ὁδὸν, ὡς φόβον τινὰ μὴ γενέσθαι τρέμουσιν ἔτι καὶ δεδοικόσιν αὐτοῖς. Καὶ ὅτε εἰσῆλθον, ἀνέβησαν εἰς τὸ ὑπερῷον. Οὐκ ἐτόλμησαν γὰρ φανῆναι ἐπὶ τῆς πόλεως. Καὶ καλῶς εἰς τὸ ὑπερῷον ἀνέβησαν, ὥστε μὴ εἶναι εὔκολον ἐκ τοῦ ἑτοίμου συλληφθῆναι αὐτούς. Καὶ ἦσαν, φησὶ, προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ. Ὁρᾷς, πῶς ἐγρηγορότες ἦσαν τῇ προσευχῇ προσκαρτεροῦντες, καὶ ὁμοθυμαδὸν ὥσπερ ἐκ μιᾶς ψυχῆς προσκαρτεροῦντες; Δύο αὐτοῖς μαρτυρεῖ. Ὁ μὲν Ἰωσὴφ ἴσως τετελευτηκὼς ἦν. Οὐ γὰρ ἂν τῶν ἀδελφῶν πιστευσάντων ἐκεῖνος ἠπίστησεν ὁ πρὸ πάντων πιστεύσας· ἀμέλει γοῦν οὐδὲ ἁπλῶς φαίνεται οὐδαμοῦ ὡς ἀνθρώπῳ προέχων, καθάπερ ἡ μήτηρ ἔλεγεν· Ἐγὼ καὶ ὁ πατήρ σου ὀδυνώμενοι ἐζητοῦμέν σε. Ὥστε πρὸ πάντων αὐτὸς ἔγνω τοῦτον. Πρὸς δὲ τοὺς ἀδελφοὺς ἔλεγεν ὁ Χριστός· Οὐ δύναται ὁ κόσμος ὑμᾶς μισεῖν, ἐμὲ δὲ μισεῖ. Καὶ ὅρα τὴν ἐπιείκειαν Ἰακώβου. Αὐτὸς ἔλαβε τὴν ἐπισκοπὴν τὴν ἐν Ἱεροσολύμοις, καὶ ὅμως τότε οὐδὲν διαλέγεται. Ὅρα δὲ καὶ τῶν ἄλλων μαθητῶν τὴν πολλὴν ταπεινοφροσύνην, πῶς αὐτῷ συγχωροῦσι τοῦ θρόνου, καὶ οὐκ ἔτι ἀμφισβητοῦσι πρὸς ἀλλήλους. Ὥσπερ γὰρ ἐν οὐρανῷ ἡ Ἐκκλησία ἐκείνη ἦν, οὐδὲν ἔχουσα βιωτικὸν, οὐ τοίχοις, οὐδὲ μαρμάροις, ἀλλὰ προθυμίᾳ τῶν συνιόντων ἀπολάμπουσα. Ὡς ἑκατὸν εἴκοσιν ἦσαν, φησίν· οἱ ἑβδομήκοντα ἴσως, οὓς αὐτὸς ἐξελέξατο, ἢ καὶ ἄλλοι τῶν σπουδαιοτέρων, οἷον ὁ Ἰωσὴφ καὶ ὁ Ματθίας· καὶ γυναῖκες ἦσαν πολλαὶ, αἳ ἠκολούθουν αὐτῷ, ἐπιτοαυτὸ πανταχοῦ ἦσαν.