Ancient Greek · ~22 min
Ἐξιόντων δὲ αὐτῶν, παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 1.1-30
Not analysed yet
Εἶδες τοῦ Παύλου τὴν σύνεσιν; Οὐχὶ τότε ἐθαυμάσθη μόνον, ἀλλὰ καὶ ἐπιθυμίαν αὐτοῖς δευτέρας ἐνέβαλεν ἀκροάσεως, εἰπών τινα σπέρματα, καὶ μὴ ἐπιλύσας μηδὲ ἐπεξελθὼν τῷ λόγῳ, ὥστε αὐτοὺς ἀπαρτίσαι, καὶ οἰκειῶσαι ἑαυτῷ, καὶ μὴ χαυνοτέρους ἐργάσασθαι τῷ πάντα ἀθρόον εἰς τὰς ἐκείνων ῥῖψαι ψυχάς. Εἶπεν, ὅτι Ἄφεσις ἁμαρτιῶν διὰ τούτου ὑμῖν καταγγέλλεται· τὸ δὲ πῶς, οὐκ ἐδήλωσε. Μετὰ ταῦτα λοιπὸν αὐτὸς ἑαυτοῦ μνημονεύει πρώτου. Ὁρᾷς τὴν προθυμίαν, ὅση· Ἠκολούθουν αὐτοῖς, φησί. Διὰ τί αὐτοὺς οὐκ ἐβάπτισεν εὐθέως; Οὐκ ἦν καιρός· πεῖσαι ἔδει ὥστε βεβαίως ἐμμένειν. Λυθείσης δὲ τῆς συναγωγῆς, ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ· οἵτινες προσλαλοῦντες αὐτοῖς, ἔπειθον προσμένειν αὐτοὺς τῇ χάριτι τοῦ Θεοῦ. Τῷ τε ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. Ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους, ἐπλήσθησαν ζήλου, καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις, ἀντιλέγοντες καὶ βλασφημοῦντες. Ὅρα τὴν κακίαν πληττομένην ἐν τῷ πλήττειν ἑτέρους. Τοῦτο μᾶλλον αὐτοὺς ἐποίει λαμπροὺς, τὸ ἀντιλέγειν ἐκείνους. Τὸ μὲν οὖν πρῶτον αὐτόματοι παρεκάλεσαν. Ἀντιλέγοντες, φησὶ, καὶ βλασφημοῦντες. Ὢ τῆς ἰταμότητος. ἐφ' οἷς αὐτοὺς ἀποδέχεσθαι ἔδει, οἱ δὲ ἀντιλέγουσι. Παῤῥησιασάμενοι δὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον· ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Ὁρᾷς πῶς φιλονεικήσαντες μᾶλλον ἐξέτειναν τὸ κήρυγμα, καὶ μᾶλλον ἔδωκαν ἑαυτοὺς εἰς τὰ ἔθνη, ἀπολογησάμενοι καὶ ἀνευθύνους ἑαυτοὺς ἐγκλημάτων ποιήσαντες παρὰ τοῖς οἰκείοις; Καὶ οὐκ εἶπεν, ἀνάξιοί ἐστε· ἀλλ' Ἐκρίνατε ἑαυτοὺς ἀναξίους, ἀνεπαχθῆ τὸν λόγον ποιῶν. Ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Ἵνα γὰρ μὴ ἀκούοντα τὰ ἔθνη λυπῆται, ὡς ἐκ τῆς ἐκείνων σπουδῆς μὴ τυγχάνοντα τῶν ἀγαθῶν, ἐπάγει τὴν προφητείαν λέγων· Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Ἀκούοντα δὲ τὰ ἔθνη. Τοῦτο καὶ αὐτοὺς προθυμοτέρους ἐποίει, ὅτι ὧν ἐκεῖνοι ὤφειλον ἀκούσαντες ἀπολαῦσαι, αὐτοὶ τούτων ἀπολαύουσι, κἀκείνους μᾶλλον ἔδακνεν. Ἀκούοντα δὲ τὰ ἔθνη, φησὶν, ἔχαιρον, καὶ ἐδόξαζον τὸν λόγον τοῦ Κυρίου· καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον· τουτέστιν, ἀφωρισμένοι τῷ Θεῷ. Ὅρα πῶς δείκνυσι τὸ τάχος τῆς ὠφελείας. Διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι' ὅλης τῆς χώρας· τουτέστι, διεκομίζετο. Ὡσεὶ ἔλεγεν· Οὐκ ἔστησαν μέχρι τοῦ ζήλου, ἀλλὰ καὶ ἔργα προσέθηκαν. Ὅρα πάλιν πῶς διωκόμενοι ἕτερα κατασκευάζουσι μεγάλα διὰ τοῦ ζήλου· κατεσκεύασαν γὰρ τὸ παῤῥησιάσασθαι αὐτοὺς, καὶ εἰς τὰ ἔθνη ἐλθεῖν· καὶ ἄκουε πῶς. Παῤῥησιασάμενοι δὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον· Ὑμῖν, φησὶν, ἦν ἀναγκαῖον πρῶ τον λαληθῆναι τὸν λόγον· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Ἄρα ἔμελλον λοιπὸν ἐξελθεῖν εἰς τὰ ἔθνη. Ἀλλ' ὅρα καὶ τὴν παῤῥησίαν μέτρῳ γινομένην· καὶ εἰκότως. Εἰ γὰρ Πέτρος ἀπελογεῖτο, πολλῷ μᾶλλον οὗτοι ἀπολογίας ἐδέοντο, οὐδενὸς αὐτοὺς καλέσαντος ἐκεῖ. Εἰπὼν δὲ, Πρῶτον, ἔδειξεν ὅτι κἀκείνοις ἔδει· καὶ εἰπὼν, Ἀναγκαῖον, ἔδειξεν ὅτι κἀκείνοις ἀναγκαῖον. Ἐπειδὴ δὲ ἀποστρέφεσθε· οὐκ εἶπεν, Οὐαὶ ὑμῖν, καὶ ὅτι Κολάζεσθε· ἀλλ' ὅτι Στρεφόμεθα εἰς τὰ ἔθνη. Εἶδες πῶς πολλῆς ἐπιεικείας ἡ παῤῥησία γέμει; Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας, καὶ τὰς εὐσχήμονας, καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ Βαρνάβαν, καὶ ἐκβάλλουσιν αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. Ὁρᾷς ὅσον ἤνυσαν οἱ ἐναντιούμενοι τῷ κηρύγματι; εἰς ὅσην ἀσχημοσύνην αὐτὰς ἤγαγον; Οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν αὐτῶν ἐπ' αὐτοὺς, ἦλθον εἰς Ἰκόνιον. Ἐνταῦθα τὸ φοβερὸν ἐποίουν λοιπὸν, ὃ προσέταξεν ὁ Χριστὸς, λέγων· Καὶ ἐὰν μή τις ὑμᾶς δέξηται, ἐξερχόμενοι ἐκτινάξατε τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν. Αὐτοὶ δὲ οὐδὲ ἁπλῶς τοῦτο ἐποίησαν, ἀλλ' ἐπειδὴ ἀπηλάθησαν παρ' αὐτῶν. Πλὴν οὐδὲ τοῦτο τοὺς μαθητὰς ἔβλαψεν, ἀλλὰ μᾶλλον ἐπέμενον τῷ λόγῳ. Διὸ καὶ τοῦτο δηλῶν ἐπάγει· Οἱ δὲ μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος ἁγίου. Πάθος γὰρ διδασκάλου παῤῥησίαν οὐκ ἐγκόπτει, ἀλλὰ προθυμότερον ποιεῖ τὸν μαθητήν. Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων, καὶ λαλῆσαι οὕτως, ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πλῆθος πολύ. Πάλιν εἰς τὰς συναγωγὰς εἰσέρχονται. Ὅρα πῶς οὐκ ἐγένοντο δειλότεροι, εἰπόντες ὅτι Στρεφόμεθα εἰς τὰ ἔθνη. Ἐκ πολλῆς τῆς περιουσίας ὅμως ἀναιροῦσιν αὐτῶν τὴν ἀπολογίαν. Ὥστε πιστεῦσαι, φησὶν, Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος Εἰκὸς γὰρ αὐτοὺς ὡς καὶ πρὸς Ἕλληνας διαλέγεσθαι. Οἱ δὲ ἀπειθοῦντες Ἰουδαῖοι, ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. Κατὰ τὸ αὐτὸ λοιπὸν καὶ τὰ ἔθνη ἐπήγειραν, ὡς οὐκ ἀρκοῦντες αὐτοί. Τί οὖν ἐκεῖθεν οὐκ ἐξῆλθον; Οὐ γὰρ ἐδιώκοντο, ἀλλ' ἐπολεμοῦντο μόνον. Ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παῤῥησιαζόμενοι ἐπὶ τῷ Κυρίῳ, τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. Τοῦτο ἐποίει τὴν παῤῥησίαν· μᾶλλον δὲ τὴν μὲν παῤῥησίαν ἐποίει ἡ αὐτῶν προθυμία. Διὰ γὰρ τοῦτο μέχρι πολλοῦ οὐδαμῶς σημεῖα οὐ ποιοῦσι· τὸ δὲ πιστεῦσαι τοὺς ἀκούοντας, τῶν σημείων ἦν. Συνετέλει γοῦν τι καὶ ἡ παῤῥησία. Ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως· καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις. Οὐ μικρὸν εἰς κατηγορίαν καὶ αὐτὸ τὸ σχισθῆναι. Τοῦτο ἦν ὃ ἔλεγεν ὁ Χριστός· Οὐ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν, καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν, ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτοὺς, συνιδόντες κατέφυγον εἰς τὰς κύκλῳ πόλεις τῆς Λυκαονίας, Λύστραν καὶ Δέρβην, καὶ τὴν περίχωρον, κἀκεῖ ἦσαν εὐαγγελιζόμενοι.