Ancient Greek · ~29 min
Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσας τῇ χειρὶ, εἶπεν· Ἄνδρες Ἰσραηλῖται, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεὸν, ἀκούσατε. Ὁ Θεὸς τοῦ λαοῦ τούτου ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ αὐτοῦ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 4.1-25
Not analysed yet
Ναὶ, φησὶν, εὐχόμεθα. Καὶ τί τοῦτο, ἂν ᾖ χωρὶς ἔργων; Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Πολλάκις ἔγνων ἐγὼ σιγῆσαι, μηδεμίαν ἀπὸ τῶν ἡμετέρων λόγων προσθήκην ὑμῖν ἐγγινομένην ὁρῶν· ἢ τάχα γίνεται μὲν, ἐγὼ δὲ ὑπὸ ἀπληστίας καὶ πολλῆς ἐπιθυμίας ταὐτὸν πάσχω τοῖς περὶ τὰ χρήματα μαινομένοις. Καθάπερ γὰρ ἐκεῖνοι, ὅσα ἂν περιβάλωνται, οὐδὲν ἡγοῦνται ἔχειν· οὕτω καὶ αὐτὸς, ἐπειδὴ σφόδρα τῆς ὑμετέρας ἐφίεμαι σωτηρίας, ἕως ἂν ἴδω προκεκοφότας ὑμᾶς, οὐδὲν ἡγοῦμαι εἰργάσθαι, διὰ τὸ σφόδρα ἐπιθυμεῖν πρὸς αὐτὴν τὴν κορυφὴν ὑμᾶς ἐλθεῖν. Βουλοίμην ἂν τοῦτο εἶναι, καὶ τοῦ ἐμοῦ πάθους εἶναι τοῦτο, ἀλλὰ μὴ τῆς ὑμετέρας ῥᾳθυμίας· δέδοικα δὲ μήποτε καλῶς στοχάζωμαι. Πεπεῖσθαι γὰρ ὀφείλετε, ὅτι εἴ τις ἐγένετο ὠφέλεια ἐν τοσούτῳ χρόνῳ, παύσασθαι λοιπὸν ἡμᾶς λέγοντας ἔδει. Οὕτως οὐκ ἔδει ῥημάτων ὑμῖν, τῶν ἤδη λεχθέντων οὕτως ἱκανῶς εἰρημένων, ὡς καὶ ἄλλους δύνασθαι ῥυθμίζειν, εἴ γε ἀπόντων ὠφέλειά τις ὑμῖν προσεγίνετο. Τὸ δὲ ἀνάγκην ἡμᾶς ἔχειν συνεχοῦς διαλέξεως, οὐδενὸς ἄλλου τεκμήριόν ἐστιν, ἢ τοῦ τὰ ὑμέτερα μὴ σφόδρα διακεῖσθαι ἀκριβῶς. Τί οὖν ἂν γένοιτο; οὐ γὰρ ἐγκαλεῖν δεῖ μόνον. Παρακαλῶ καὶ δέομαι μὴ τοῦτο μόνον ὁρᾷν, ὅπως εἰς ἐκκλησίαν ἐμβάλλητε, ἀλλ' ὅπως τι καὶ λαβόντες οἴκαδε ἀναχωρῆτε τῶν οἰκείων φάρμακον παθῶν, κἂν μὴ παρ' ἡμῶν, ἀλλὰ παρὰ τῶν Γραφῶν ἔχητε τὰ κατάλληλα φάρμακα. Οἷον, ἔστι τις θυμικός; Προσεχέτω ταῖς τῶν Γραφῶν ἀναγνώσεσι, καὶ πάντως εὑρήσει ἢ ἐν ἱστορίᾳ ἢ παραινέσει· ἐν παραινέσει μὲν, ὅταν λέγηται, Ἡ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ· καὶ, Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων, καὶ ὅσα τοιαῦτα· καὶ πάλιν, Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται· καὶ ὁ Χριστὸς πάλιν, Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ· καὶ πάλιν ὁ προφήτης, Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· καὶ, Ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης. Ἐν δὲ ἱστορίαις, οἷον ὅταν ἀκούῃς τὸν Φαραὼ πολλῆς ἐμπεπλησμένον ὀργῆς, καὶ τὸν Ἀσσύριον, καὶ διὰ τοῦτο ἀπολλυμένους. Πάλιν ἔστι τις ἡττώμενος χρημάτων; ἀκουέτω, ὅτι Φιλαργύρου οὐδὲν ἀνομώτερον· οὗτος γὰρ καὶ τὴν ψυχὴν αὐτοῦ ἔκπρακτον ποιεῖ· καὶ τοῦ Χριστοῦ λέγοντος, Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ· καὶ τοῦ Ἀποστόλου, Ὅτι ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία· καὶ τοῦ προφήτου, Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν, καὶ πολλὰ ἕτερα τοιαῦτα. Καὶ ἀπὸ ἱστοριῶν τὸν Γιεζῆ, τὸν Ἰούδαν, τοὺς ἄρχοντας τῶν Γραμματέων, καὶ ὅτι Δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν. Ἄλλος ἐστὶν ὑπερήφανος; Ἀκουέτω, ὅτι Ὑπερηφάνοις ἀντιτάσσεται ὁ Θεός· καὶ, Ἀρχὴ ὑπερηφανίας ἁμαρτία· καὶ, Πᾶς ὑψηλοκάρδιος ἀκάθαρτος παρὰ Κυρίῳ. Καὶ ἐν ἱστορίαις τὸν διάβολον, καὶ τοὺς ἄλλους ἅπαντας. Καὶ ὅλως (οὐ γὰρ ἔνι πάντα καταλέγειν) ἕκαστος τῶν οἰκείων τραυμάτων τὰ φάρμακα ἀπὸ τῶν θείων Γραφῶν ἐκλεγέτω· κἂν μὴ τὸ ὅλον, μέρος γοῦν τήμερον, καὶ μέρος αὔριον, εἶτα τὸ ὅλον ἀπονίψασθε. Καὶ περὶ μετανοίας δὲ, καὶ περὶ ἐξομολογήσεως, καὶ περὶ ἐλεημοσύνης, καὶ περὶ ἐπιεικείας, καὶ περὶ σωφροσύνης, καὶ περὶ πάντων εὑρήσει πολλὰ παραδείγματα. Ταῦτα γὰρ πάντα ἐγράφη πρὸς νουθεσίαν ἡμῶν, φησίν. Εἰ τοίνυν πρὸς νουθεσίαν ἡμῶν περὶ πάντων διαλέγεται, προσέχωμεν ὡς δεῖ προσέχειν. Τί μάτην ἑαυτοὺς ἀπατῶμεν; Φοβοῦμαι, μὴ καὶ περὶ ἡμῶν εἴπῃ τις, ὅτι Ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν, καὶ τὰ ἔτη ἡμῶν μετὰ σπουδῆς. Τίς ἀκούων ἡμῶν ἀπέστη θεάτρων; τίς ἀπέστη πλεονεξίας; τίς προθυμότερος γέγονε περὶ ἐλεημοσύνην; Ἐβουλόμην μαθεῖν, οὐχὶ κενοδοξίας ἕνεκεν, ἀλλ' ὥστε γενέσθαι προθυμότερος, λαμπρὸν ὄντα τὸν καρπὸν τῶν πόνων ὁρῶν. Νῦν δὲ πῶς ἅψομαι τῆς ἐργασίας, τοσούτους μὲν ὑετοὺς ὁρῶν καταφερομένους τῆς διδασκαλίας, τὰ δὲ λήϊα ἡμῖν ἐπὶ τοῦ αὐτοῦ μέτρου μένοντα, καὶ οὐδὲν ὑψηλότερον τὰ γεννήματα γενόμενα; Λοιπὸν ὁ τῆς ἅλω καιρὸς ἐφέστηκεν, ὁ τὸ πτύον ἔχων. Δέδοικα, μὴ τὸ πᾶν χόρτος ᾖ· δέδοικα, μὴ πρὸς τὴν κάμινον ἀπενεχθῶμεν ἅπαντες. Παρῆλθε θέρος, ἦλθε χειμών· καθήμεθα καὶ νέοι καὶ γέροντες τοῖς οἰκείοις ἁλισκόμενοι πάθεσι. Μή μοι εἴπῃς, ὅτι Οὐ πορνεύω. Τί γὰρ ὄφελος, ἂν μὴ πορνεύῃς μὲν, φιλοχρήματος δὲ ᾖς; Ὁ στρουθὸς κἂν μὴ ἐκ παντὸς μέρους, ἀλλ' ἀπὸ τοῦ ποδὸς κατέχηται μόνον, καὶ οὕτως ἀπόλωλε, καὶ ἐν τῇ παγίδι ἕστηκε, καὶ τῶν πτερῶν ὄφελος οὐδὲν, τοῦ ποδὸς κατεχομένου. Οὕτω καὶ σὺ, οὐχ ἑάλως διὰ πορνείας, ἀλλ' ἑάλως διὰ φιλαργυρίας· ἑάλως μέντοι· τὸ δὲ ζητούμενον, οὐ πῶς ἑάλως, ἀλλ' ὅτι ἑάλως. Μὴ λεγέτω ὁ νέος, ὅτι Οὐκ εἰμὶ φιλοχρήματος· ἀλλ' ἴσως πορνεύεις. Καὶ τί τὸ ὄφελος πάλιν; οὐδὲ γὰρ δυνατὸν πάντα τὰ πάθη κατὰ μίαν ἡμῖν ἡλικίαν ἐπιστῆναι, ἀλλὰ διώρισται, καὶ τοῦτο διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ὥστε μὴ ἀθρόως ἐπιτεθέντα ἀχείρωτα γενέσθαι, καὶ χαλεπωτέραν ἡμῖν τὴν πρὸς αὐτὰ πάλην καταστῆναι. Πόσης οὐκ ἂν εἴη νωθείας, μηδὲ διῃρημένων δύνασθαι κρατεῖν τῶν παθῶν, ἀλλὰ καθ' ἕκαστον ἡττᾶσθαι καιρὸν, καὶ μέγα φρονεῖν ἐπὶ τούτοις τοῖς οὐκ ἐκ τῆς ἡμετέρας σπουδῆς, ἀλλ' ἐξ αὐτῆς τῆς ἡλικίας κοιμιζομένοις; Οὐχ ὁρᾶτε τοὺς ἡνιόχους, πόσῃ ἀκριβείᾳ καὶ γυμνασίᾳ καὶ πόνοις κέχρηνται, καὶ σιτίοις, καὶ τοῖς ἄλλοις ἅπασιν, ὥστε μὴ καταβληθέντας ἀπὸ τῶν ἁρμάτων σύρεσθαι; Ὅρα ὅσον ἐστὶ τέχνη. Ἀνὴρ μὲν γὰρ ἀνδρεῖος οὐκ ἂν ἑνὸς ἵππου πολλάκις περιγένοιτο· μειρακίσκος δὲ τῇ τέχνῃ πολλάκις τοὺς δύο ἀναδεξάμενος, ἄγει εὐκόλως καὶ φέρει. Καὶ ἐν Ἰνδοῖς δὲ τὸ μέγα θηρίον καὶ φοβερὸν τῶν ἐλεφάντων λέγεται καὶ δεκαπενταέτει παιδὶ γεγονότι μετὰ πολλῆς εἴκειν τῆς προθυμίας. Τί δὴ ταῦτά μοι εἴρηται; Ὅτι εἰ ἐλέφαντας καὶ ἵππους ἀγρίους ἄγχομεν σπουδάζοντες, πολλῷ μᾶλλον τὰ πάθη τὰ ἐν ἡμῖν. Πόθεν ἐκλυόμεθα διαπαντὸς τοῦ βίου; Οὐδέποτε τὴν τέχνην ἐμελετήσαμεν ταύτην· οὐδέποτε ἐν καιρῷ σχολῆς οὐκ ὄντος τοῦ ἀγῶνος διελέχθημεν πρὸς ἑαυτούς τι τῶν χρησίμων. Τότε ἡμᾶς ἐπὶ τοῦ ἅρματος ἑστῶτας ἴδοι τις ἂν, ὅτε ὁ ἀγὼν παραγένηται. Διά τοι τοῦτο καταγέλαστοί ἐσμεν. Οὐκ εἶπον πολλάκις, γυμναζώμεθα πρὸς τοὺς οἰκείους πρὸ τοῦ πειρασμοῦ; Πρὸς τοὺς παῖδας ἐπὶ τῆς οἰκίας πολλάκις παροξυνόμεθα· κατέχωμεν ἐκεῖ τὸν θυμὸν, ἵνα εὐκόλως αὐτῷ ἐπὶ τῶν φίλων κεχρημένοι φαινώμεθα. Καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων εἰ ἐγυμναζόμεθα, οὐκ ἂν ἐν τοῖς ἀγῶσιν ἦμεν καταγέλαστοι. Νῦν δὲ ὅπλα μὲν τῶν ἄλλων καὶ γυμνάσια καὶ μελέται εἰσὶ, καὶ τεχνῶν καὶ παλαισμάτων· ἀρετῆς δὲ οὐδαμοῦ. Οὐκ ἂν τολμήσειεν ὁ γεωργὸς ἀμπέλου ἅψασθαι, μὴ πρότερον καλῶς γυμνασθεὶς τὰ γεωργικά· οὐδὲ ὁ κυβερνήτης ἐπὶ τῶν οἰάκων καθίσαι, μὴ πρότερον ἐγγυμνασάμενος καλῶς· ἡμεῖς δὲ ἀμελέτητοι πάντῃ τυγχάνοντες, τὰ πρωτεῖα ἔχειν βουλόμεθα. Ἐχρῆν σιγᾷν, ἐχρῆν μηδενὶ κοινωνεῖν πραγμάτων μηδὲ ῥημάτων, ἕως ἂν ἠδυνήθημεν τὸ θηρίον ἡμερῶσαι τὸ ἐν ἡμῖν. Ἢ οὐχὶ θηρίου παντὸς χαλεπώτερον ἐπιστρατεύεται ἡμῖν καὶ θυμὸς καὶ ἐπιθυμία; Μὴ ἐμβάλῃς εἰς ἀγορὰν μετὰ τούτων τῶν θηρίων, ἕως ἂν αὐτοῖς περιθῇς καλῶς τὸν χαλινὸν, ἕως ἂν αὐτὰ τιθασσεύσῃς, καὶ χειροήθη κατασκευάσῃς. Οὐχ ὁρᾷς τούτους τοὺς περιάγοντας τοὺς ἡμέρους λέοντας ἐπὶ τῆς ἀγορᾶς, πῶς καὶ κερδαίνουσι καὶ θαυμάζονται, ὅτι ἐν τῷ ἀλόγῳ θηρίῳ τοιαύτην ἡμερότητα κατώρθωσαν; ἂν δὲ ἐξαίφνης ἀγριωθῇ ἐκεῖνος, πάντας σοβεῖ τοὺς ἐπὶ τῆς ἀγορᾶς, καὶ ἐκινδύνευσε λοιπὸν ὁ περιάγων αὐτὸν ἄνθρωπος, καὶ τῆς τῶν ἄλλων ἀπωλείας γέγονεν αἴτιος. Καὶ σὺ τοίνυν τὸν λέοντα πρότερον ἡμέρωσον, καὶ τότε περίαγε, οὐχ ὥστε ἀργύριον λαβεῖν, ἀλλ' ὥστε κερδάναι κέρδος, οὗ μηδέν ἐστιν ἴσον. Οὐδὲν γὰρ ἴσον ἐπιεικείας, ἣ καὶ τοῖς κεκτημένοις, καὶ τοῖς χρωμένοις σφόδρα ἐστὶ χρησίμη. Ταύτην οὖν διώκωμεν, ἵνα δυνηθῶμεν τῆς ἀρετῆς τὴν ὁδὸν μετὰ ἀκριβείας διανύσαντες, τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.