Ancient Greek · ~21 min
Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν, ἐπαῤῥησιάζετο ἐπὶ μῆνας τρεῖς, διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 1.1-41
Not analysed yet
Ὅρα πανταχοῦ ἑαυτὸν εἰσωθοῦντα εἰς τὰς συναγωγὰς, καὶ οὕτως ἐξιόντα· πανταχοῦ γὰρ παρ' αὐτῶν ἐβούλετο λαβεῖν ἀφορμὴν, ὅπερ ἔφην. Τά τε γὰρ ἔθνη παρεζήλου λοιπὸν, καὶ προθύμως ἀπεδέχοντο αὐτὸν, οἵ τε Ἰουδαῖοι, τῶν ἐθνῶν δεχομένων, μετενόουν. Ἐβούλετο ἀποστῆσαι τοὺς μαθητὰς ἐκεῖθεν καὶ παρ' αὐτῶν λαβεῖν τὴν ἀρχὴν, ὥστε μὴ συνάγεσθαι· καὶ οὐχ ἁπλῶς τοῦτο ἐποίει. Διὰ τοῦτο διελέγετο αὐτοῖς συνεχῶς, ὅτι ἔπειθε. Μὴ οὖν ἐπειδὴ παῤῥησίαν ἤκουσας, τραχύτητα νομίσῃς· περὶ χρηστῶν πραγμάτων διελέγετο, περὶ βασιλείας· τίς οὐκ ἂν ἤκουσεν; Ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν, κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ' αὐτῶν, ἀφώρισε τοὺς μαθητὰς, καθ' ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου τινός. Τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ Κυρίου Ἰησοῦ, Ἰουδαίους τε καὶ Ἕλληνας. Ὁδὸν τὸ κήρυγμα εἰκότως ἐκάλουν. Ὄντως γὰρ αὕτη ἡ ὁδὸς ἦν ἡ ἀπάγουσα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἐν τῇ σχολῇ, φησὶ, Τυράννου τινὸς διελέγετο. Καὶ τοῦτο ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας ἀκοῦσαι τὸν λόγον Ἰουδαίους τε καὶ Ἕλληνας. Ὁρᾷς πόσον ἤνυσεν ἡ ἐπιστασία; Καὶ Ἰουδαῖοι καὶ Ἕλληνες ἤκουον. Δυνάμεις τε οὐ τὰς τυχού σας ἐποίει ὁ Θεὸς διὰ τῶν χειρῶν Παύλου, ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἐπιφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια, παὶ ἀπαλλάσσεσθαι ἀπ' αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ἐξέρχεσθαι ἀπ' αὐτῶν. Οὐχὶ φοροῦντες ἥπτοντο μόνον, ἀλλὰ καὶ λαμβάνοντες ἐπετίθεσαν. Διὰ τοῦτο οὐκ εἴα ὁ Χριστὸς ἀπελθεῖν αὐτὸν εἰς τὴν Ἀσίαν, τηρῶν τοῦτον τὸν καιρὸν, ὡς ἔγωγε οἶμαι. Ἐπεχείρησαν δέ τινες ἀπὸ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν, ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, λέγοντες· Ὁρκίζομεν ὑμᾶς τὸν Ἰησοῦν, ὃν Παῦλος κηρύσσει. Οὕτω πάντα ἐποίουν πραγματείας ἕνεκεν. Ὅρα· πιστεῦσαι μὲν οὐκ ἤθελον, διὰ δὲ τοῦ ὀνόματος ἤθελον ἐκβάλλειν τοὺς δαίμονας. Βαβαί. τὸ ὄνομα τοῦ Παύλου πόσον ἦν. Ἦσαν δέ τινες υἱοὶ Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ οἱ τοῦτο ποιοῦντες. Ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν, εἶπεν αὐτοῖς· Τὸν Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ; Καὶ ἐφαλλόμενος ἐπ' αὐτοὺς ὁ ἄνθρωπος, ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν, καὶ κατακυριεῦσαν αὐτῶν, ἴσχυσε κατ' αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου. Τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησι τοῖς κατοικοῦσι τὴν Ἔφεσον. Οὐκοῦν λανθανόντως ἐποίουν, εἶτα ἐκπομπεύεται αὐτῶν ἡ ἀσθένεια. Καὶ ἐπέπεσε φόβος ἐπὶ πάντας αὐτοὺς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, πολλοί τε τῶν πεπιστευκότων ἤρ χοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν. Ἐπειδὴ γὰρ τοσαύτην ἰσχὺν ἔσχον, ὥστε διὰ τῶν δαιμονίων τοιαῦτα ποιεῖν, εἰκότως ταῦτα γίνεται. Ἱκανοί τε τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους, κατέκαιον ἐνώπιον πάντων, καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν, καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. Οὕτω κατὰ κράτος ὁ λόγος τοῦ Κυρίου ηὔξανε καὶ ἴσχυεν. Ἰδόντες, ὅτι οὐδὲν αὐτῶν ὄφελος λοιπὸν ἦν, κατακαίουσι τὰς βίβλους· ὅτε καὶ αὐτοὶ οἱ δαίμονες ταῦτα ποιοῦσιν. Οὐκ ἄρα τὸ ὄνομά τι ποιεῖ, ἂν μὴ μετὰ πίστεως λέγηται. Καλῶς ἄρα ἔλεγεν, Ὁ πιστεύων εἰς ἐμὲ, μείζονα ποιήσει, τοῦτο τὸ τῶν σκιῶν αἰνιττόμενος. Ὅρα πῶς τοῖς ὅπλοις καθ' ἑαυτῶν ἐχρήσαντο Καὶ διελέγετο, φησὶν, ἐν τῇ σχολῇ Τυράννου τινὸς ἐπὶ ἔτη δύο. Ἔνθα πιστοὶ ἦσαν, καὶ σφόδρα πιστοί. Οὕτως οὐδὲν μέγα ἐνόμιζον τὸν Ἰησοῦν, ὅτι καὶ τὸν Παῦλον προσετίθεσαν, ὡς αὐτὸν ταύτῃ μέγα τι νομίζοντες εἶναι. Ἄξιον ἐνταῦθα θαυμάσαι, πῶς ὁ δαίμων οὐ συνέπραξεν ἐκεῖνος τῇ τῶν ἐξορκιστῶν πλάνῃ, ἀλλὰ διήλεγξεν αὐτοὺς, καὶ τὴν σκηνὴν αὐτῶν φανερὰν ἐποίησεν. Ἐμοὶ δοκεῖ σφόδρα θυμωθεὶς, ὥσπερ ἂν εἴ τις περὶ τῶν ἐσχάτων κινδυνεύων, ὑπό τινος οἰκτροῦ καὶ ταλαιπώρου διελέγχοιτο, καὶ πάντα εἰς ἐκεῖνον ἀφεῖναι βούλεται τὸν θυμόν. Ἵνα γὰρ μὴ δόξῃ καταφρονεῖσθαι τὸ ὄνομα τοῦ Ἰησοῦ, πρότερον ὁμολογήσας, τοῦτο ἔλαβεν ἐξουσίαν. Ὅτι γὰρ οὐ τοῦ ὀνόματος ἦν ἀσθένεια, ἀλλὰ τῆς ἐκείνων ἀπάτης τὸ πᾶν, ἐπὶ Παύλου διὰ τί μὴ ταῦτα γεγένηται; Καὶ ἐφαλλόμενος, φησὶν, ὁ ἄνθρωπος ἐπ' αὐτούς. Ἴσως διέῤῥηξεν αὐτῶν τὰ ἱμάτια, καὶ προσήραξεν αὐτῶν τὰς κεφαλάς· τοῦτο γὰρ ἐδήλωσε τῷ εἰπεῖν, Ἐφαλλόμενος· τουτέστι μετὰ ῥύμης ἐπιπηδήσας, ὥστε ἱκανὸν ἦν τοῦτο ἐργάσασθαι. Τί ἐστιν, Ἀποστὰς ἀπ' αὐτῶν ἀφώρισε τοὺς μαθητάς; Ἐνέκοψεν αὐτῶν, φησὶ, τὴν κακολογίαν. Τοῦτο δὲ ποιεῖ καὶ ἀφίσταται, ἐπεὶ οὐκ ἠβούλετο ἐκκαῦσαι αὐτῶν τὸν φθόνον, οὐδὲ εἰς ἔριν ἐμβαλεῖν πλείονα. Τὸ δὲ, Ἐπαῤῥησιάζετο, λέγει, δηλῶν ὅτι καὶ πρὸς κινδύνους ἦν παρατεταγμένος, καὶ φανερώτερον διελέγετο, οὐ συσκιάζων τὰ δόγματα. Ἐντεῦθεν μανθάνομεν, μὴ ὁμόσε χωρεῖν τοῖς κακολογοῦσιν, ἀλλ' ἀφίστασθαι αὐτῶν. Οὐκ ἐκακολόγησε κακῶς ἀκούων καὶ αὐτὸς, ἀλλὰ μᾶλλον διελέγετο καθ' ἡμέραν, καὶ ταύτῃ μάλιστα οἰκειούμενος τοὺς πολλοὺς τῷ κακῶς καίτοι ἀκούσας μὴ ἀποπηδῆσαι μηδὲ χωρισθῆναι. Καὶ σκόπει, ἐπειδὴ ὁ τῶν ἔξω πειρασμὸς ἐπαύσατο, ἀπὸ τῶν δαιμόνων ἤρξατο. Ὁρᾷς πώρωσιν Ἰουδαϊκήν; Τὰ ἱμάτια αὐτοῦ ἰδόντες ἐνεργοῦντα, οὐ προσεῖχον. Τί τούτου μεῖζον ἂν γένοιτο; Τοῖς δὲ μᾶλλον εἰς τοὐναντίον περιέστη. Εἴ τις Ἑλλήνων ἀπιστεῖ, τὴν σκιὰν ὁρῶν ταῦτα ἐργαζομένην πιστευέτω. Οὕτω τῷ ἐξ αὐτῶν ἀποστῆναι οἱ μὲν κακολογοῦντες καὶ διαβάλλοντες τὸ δόγμα ἡττῶνται (τοῦτο γὰρ ἐκάλεσεν ὁδόν)· αὐτὸς δὲ ἀφίσταται, ὡς μήτε τοὺς μαθητὰς ἀναχωρῆσαι, μήτε ἐκείνους εἰς θυμὸν ἐγεῖραι, δεικνὺς πανταχοῦ διωθουμένους τὴν σωτηρίαν. Καὶ λοιπὸν ἐνταῦθα οὐδὲ ἀπολογεῖται αὐτοῖς, ἅτε πανταχοῦ τῶν ἐθνῶν πιστευσάντων. Καὶ διαλέγεται, οὐχ ἁπλῶς τὸν τόπον ζητήσας, ἀλλ' ἔνθα σχολὴ ἦν, ὡς ἐπιτηδειότερον διὰ τὸ ἐκεῖ συνάγεσθαι.