Ancient Greek · ~18 min
Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς, τοῖς ἀδελφοῖς ἀποταξάμενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος τὴν κεφαλὴν ἐν Κεγχρεαῖς· εἶχε γὰρ εὐχήν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 4.1-32
Not analysed yet
Ὅρα πόσα οἱ ἔξωθεν ἐπενόησαν φιλικὰ, συντεκνίαν, γειτονίαν, συγγενείας. Ἀλλὰ τούτων πάντων τὰ παρ' ἡμῖν μείζονα· ἡ τράπεζα αὕτη αἰδεσιμωτέρα. Πολλοὶ δὲ τῶν προσιόντων οὐδὲ ἴσμεν ἀλλήλους. Τὸ πλῆθος τοῦτο ποιεῖ, φησίν. Οὐδαμῶς, ἀλλ' ἡ ἡμετέρα νωθεία. Τρισχίλιοι ἦσαν καὶ πεντακισχίλιοι, καὶ πάντες εἶχον ψυχὴν μίαν· νῦν δὲ ἕκαστος τὸν ἀδελφὸν ἀγνοεῖ, καὶ οὐκ αἰσχύνεται τὸ πλῆθος αἰτιώμενος. Ὁ μέντοι πολλοὺς φίλους ἔχων, ἀνάλωτος ἅπασίν ἐστι, τυράννου παντὸς οὗτος ἰσχυρότερος. Οὐχ οὕτως ἐκεῖνον οἱ δορυφόροι φυλάττουσιν, ὡς τοῦτον οἱ φίλοι· καὶ λαμπρότερος οὗτος ἐκείνου. Ὁ μὲν γὰρ παρὰ τῶν αὐτοῦ δούλων φυλάττεται, ὁ δὲ παρὰ τῶν ὁμοτίμων· καὶ ὁ μὲν παρὰ ἀκόντων καὶ δεδοικότων, οὗτος δὲ παρὰ ἑκόντων, καὶ οὐ δεδοικότων· καὶ ἔστιν ἰδεῖν πρᾶγμα θαυμαστὸν, ἐν πολλοῖς ἕνα, καὶ ἐν ἑνὶ πολλούς. Καὶ καθάπερ ἐπὶ κιθάρας διάφοροι μὲν οἱ φθόγγοι, μία δὲ ἡ συμφωνία, εἷς δὲ ὁ μουσικὸς ὁ τὴν κιθάραν μεταχειρίζων· οὕτως ἐνταῦθα, κιθάρα μὲν ἔστιν αὐτὴ ἡ ἀγάπη, φθόγγοι δὲ ἠχοῦντες τὰ δι' ἀγάπης προφερόμενα ῥήματα φιλικὰ, μίαν καὶ τὴν αὐτὴν ἅπαντες ἀφιέντες ἁρμονίαν καὶ συμφωνίαν· ὁ δὲ μουσικὸς ἡ τῆς ἀγάπης δύναμις· αὕτη κρούει τὸ μέλος τὸ ἡδύ. Ἐβουλόμην ὑμᾶς ἀγαγεῖν εἰς πόλιν τοιαύτην, εἴ γε δυνατὸν, ἔνθα μία ψυχὴ, ἦν, καὶ εἶδες ἂν ὅπως πάσης κιθάρας καὶ παντὸς αὐλοῦ ἁρμοδιωτέρα ἡ ἐκεῖ συμφωνία, οὐδὲν ἀπηχὲς ᾄδουσα μέλος. Τοῦτο καὶ ἀγγέλους καὶ τὸν ἀγγέλων Δεσπότην Θεὸν εὐφραίνει τὸ μέλος· τοῦτο ὅλον τὸ ἐν τῷ οὐρανῷ θέατρον διανίστησι· τοῦτο καὶ δαιμόνων κηλεῖ θυμὸν, παθῶν καταθέλγει ὁρμάς. Τοῦτο τὸ μέλος οὐ μόνον πάθη κηλεῖ, ἀλλ' οὐδὲ διαναστῆναι ἀφίησι, καὶ πολλὴν τὴν σιγὴν ἐργάζεται. Καθάπερ γὰρ ἐν θεάτρῳ χοροῦ μουσικῶν πάντες μετὰ σιγῆς ἐπακούουσι, καὶ οὐδεὶς ἐκεῖ θόρυβος· οὕτω καὶ ἐν τοῖς φίλοις, τῆς ἀγάπης κρουούσης, πάντα ἠρεμεῖ τὰ πάθη καὶ κατακοιμίζεται, καθάπερ θηρία κηλούμενα καὶ θελγόμενα, ὥσπερ οὖν ἔνθα ἔχθρα, πάντα τὰ ἐναντία. Ἀλλὰ μηδὲν περὶ ἔχθρας τέως εἴπωμεν· περὶ φιλίας λέγωμεν μόνον. Ἂν εἴπῃς τι προπετὲς, οὐδεὶς ὁ ἐπιλαμβανόμενος, ἀλλὰ πάντες συγγινώσκουσιν· ἂν πράξῃς, οὐδεὶς ὑποπτεύει, ἀλλὰ πολλὴ ἡ συγγνώμη· πάντες οἱ χεῖρα ὀρέγοντες πίπτοντι πρόχειροι· πάντες οἱ βουλόμενοι στῆναι πρόθυμοι. Τεῖχος ὄντως ἀῤῥαγὲς ἡ φιλία, καὶ οὐδὲ τῷ διαβόλῳ ἁλώσιμον, μήτι γε ἀνθρώποις. Οὐκ ἔνι κινδύνῳ περιπεσεῖν τὸν φίλους κεκτημένον πολλούς· οὐκ ἔνι ὀργῆς ὑπόθεσιν σχεῖν, ἀλλὰ θυμηδίας· ἐν γέλωτι ἀεί ἐστι καὶ τρυφῇ· οὐκ ἔνι βασκανίας ὑπόθεσιν σχεῖν· οὐκ ἔνι μνησικακίας ἀφορμήν. Ὅρα τὸν τοιοῦτον καὶ τὰ πνευματικὰ καὶ τὰ σαρκικὰ κατορθοῦντα μετ' εὐκολίας. Τί δὴ οὖν τούτου ἴσον γένοιτ' ἄν; Ὥσπερ πόλις τετειχισμένη πάντοθεν οὗτός ἐστιν, ἐκεῖνος δὲ ὥσπερ πόλις ἀτείχιστος. Μεγάλης σοφίας τὸ δύνασθαι φιλίας εἶναι δημιουργόν. Ἄνελε τὴν φιλίαν, καὶ πάντα ἀνεῖλες, πάντα συνέχεες. Εἰ δὲ εἰκὼν φιλίας τοσαύτην ἔχει τὴν ἰσχὺν, αὐτὴ ἡ ἀλήθεια πόση τις ἂν εἴη; Κατασκευάσωμεν τοίνυν ὑμῖν φίλους, παρακαλῶ, καὶ ταύτην ἕκαστος ἐχέτω τὴν τέχνην. Ἀλλ' ἰδοὺ, φησὶν, ἐγὼ σπουδάζω, ἐκεῖνος δὲ οὐ σπουδάζει. Πλείων ὁ μισθὸς οὕτως ἔσται σοι. Ναὶ, φησὶν, ἀλλὰ τὸ πρᾶγμα δυσκολώτερον. Πῶς, εἰπέ μοι; Ἰδοὺ διαμαρτύρομαι καὶ λέγω, ὅτι δέκα μόνον ἐὰν συμφράξητε ἑαυτοὺς, καὶ ἔργον τοῦτο θῆτε καθάπερ οἱ ἀπόστολοι τὸ κηρύττειν, καθάπερ οἱ προφῆται τὸ διδάσκειν, οὕτω καὶ ἡμεῖς τὸ φίλους ποιεῖν, μισθὸς ἔσται μέγας. Βασιλικὰς εἰκόνας ἡμῖν αὐτοῖς κατασκευάζωμεν· τοῦτο γνώρισμα μαθητῶν. Καὶ πῶς οὐ μεῖζον ἐργαζόμεθα, ἢ εἰ δύναμιν αὐτοῖς ἐνετίθεμεν νεκροὺς ἀνιστᾷν; Τὸ διάδημα καὶ ἡ ἁλουργὶς δείκνυσι τὸν βασιλέα, καὶ τούτων οὐκ ὄντων, κἂν χρυσᾶ ἔχῃ ἱμάτια, οὔπω ὁ βασιλεὺς δῆλος. Οὕτω δὴ καὶ νῦν, τὸ γνώρισμα σὺ ἐργάζου, καὶ ποιήσεις σεαυτῷ φίλους καὶ ἄλλοις. Οὐδείς ἐστιν ὅστις φιλούμενος θελήσει μισεῖν. Μάθωμεν τὰ χρώματα, δι' ὧν κεράννυνται, δι' ὧν αὕτη συντίθεται ἡ εἰκών· εὐπροσήγοροι ὦμεν· μὴ περιμένωμεν τοὺς πλησίον. Μὴ εἴπῃς· Ἐὰν ἴδω τινὰ περιμένοντα, χείρων αὐτοῦ γίνομαι· ἀλλὰ μᾶλλον ὅταν ἴδῃς, πρόλαβε καὶ σβέσον αὐτοῦ τὸ πάθος. Ὁρᾷς κάμνοντα, καὶ ἐπιτείνεις τὴν νόσον; Τοῦτο μάλιστα πρὸ πάντων κατορθώσωμεν, τὸ προηγεῖσθαι τῇ τιμῇ ἀλλήλους· τὸ ἡγεῖσθαι ἀλλήλους ὑπερέχοντας ἑαυτῶν, μὴ νομίσῃς ἐλαττοῦσθαι. Ἂν ἄρα προηγήσῃ τῇ τιμῇ, σαυτὸν ἐτίμησας πλέον, εἰς τὸ πλέον τιμηθῆναι ἐπισπώμενος. Πανταχοῦ τῶν πρωτείων ἑτέροις παραχωρῶμεν. Μηδὲν τῶν εἰς ἡμᾶς εἰργασμένων δεινῶν μνημονεύωμεν, ἀλλ' εἴ τι ἀγαθόν. Οὐδὲν οὕτω ποιεῖ φίλον, ὡς γλῶσσα εὐχάριστος, στόμα εὔφημον, ψυχὴ ἄτυφος, κενοδοξίας ὑπεροψία, τιμῆς καταφρόνησις. Ἂν ταῦτα κατορθώσωμεν, δυνησόμεθα γενέσθαι ἀχείρωτοι ταῖς παγίσι τοῦ διαβόλου, καὶ μετὰ ἀκριβείας τὴν ἀρετὴν διανύσαντες τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.