Ancient Greek · ~18 min
Γνοὺς δὲ ὁ Παῦλος, ὅτι τὸ ἓν μέρος ἐστὶ Σαδδουκαίων· τὸ δὲ ἕτερον Φαρισαίων, ἔκραξεν ἐν τῷ συνεδρίῳ· Ἄνδρες ἀδελφοὶ, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίου· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι. Ταῦτα δὲ αὐτοῦ λαλήσαντος, ἐγένετο στάσις τῶν Σαδδουκαίων καὶ Φαρισαίων, καὶ ἐσχίσθη τὸ πλῆθος. Σαδδουκαῖοι μὲν γὰρ λέγουσι, μὴ εἶναι ἀνάστασιν, μηδὲ ἄγγελον, μήτε πνεῦμα· Φαρισαῖοι δὲ ὁμολογοῦσι τὰ ἀμφότερα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 1.1-49
Not analysed yet
Πάλιν ἀνθρωπίνως διαλέγεται, καὶ οὐ πανταχοῦ τῆς χάριτος ἀπολαύει, ἀλλὰ καὶ παρ' ἑαυτοῦ τι συγχωρεῖται εἰσφέρειν· ὃ δὴ καὶ ποιεῖ, καὶ ἐν τούτῳ καὶ ἐν τῷ μετὰ ταῦτα ἀπολογεῖται, βουλόμενος σχίσαι τὸ πλῆθος τὸ κακῶς ὁμονοοῦν κατ' αὐτοῦ. Καὶ οὐ ψεύδεται οὐδὲ ἐνταῦθα, Φαρισαῖον ἑαυτὸν λέγων· Φαρισαῖος γὰρ ἦν ἐκ προγόνων. Διὰ τοῦτο καὶ οὕτως ἀπολογεῖται· Φαρισαῖος ἐγώ εἰμι, υἱὸς Φαρισαίου, καὶ περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι. Ἐπειδὴ γὰρ ἐκεῖνοι οὐκ ἐβούλοντο εἰπεῖν διὰ τί κρίνουσιν αὐτὸν, ἀναγκάζεται λοιπὸν αὐτὸς ἐξειπεῖν. Φαρισαῖοι δὲ, φησὶν, ὁμολογοῦσι τὰ ἀμφότερα. Καὶ μὴν τρία ἐστί· πῶς οὖν λέγει Ἀμφότερα; Ἢ ὅτι πνεῦμα καὶ ἄγγελος ἕν ἐστιν, ἢ ὅτι οὐ μόνον ἡ λέξις περὶ δύο, ἀλλὰ καὶ περὶ τριῶν λαμβάνεται. Καταχρηστικῶς οὖν οὕτως εἶπε, καὶ οὐ κυριολογῶν. Καὶ ὅρα· ὅτε μετ' αὐτῶν ἔστη, τότε ἀπολογοῦνται ὑπὲρ αὐτοῦ. Ἐγένετο γὰρ, φησὶ, κραυγὴ μεγάλη· καὶ ἀναστάντες τῶν γραμματέων τοῦ μέρους τῶν Φαρισαίων, διεμάχοντο λέγοντες· Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ. Εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος, μὴ θεομαχῶμεν. Καὶ διὰ τί μὴ πρὸ τούτου ὑπὲρ αὐτοῦ ἀπελογήσαντο; Ὅτι αὐτοῖς οὔπω συνεμίγνυτο, οὐδὲ δῆλον ἦν, πρὶν ἀπολογήσεται, Φαρισαῖος ἄνωθεν ὤν. Ὁρᾷς, ὅταν τὰ πάθη ὑποχωρήσῃ, πῶς ἡ ἀλήθεια εὑρίσκεται; Ὃ δὲ λέγουσι, τοῦτό ἐστι· ποῖον ἔγκλημα, εἰ ἄγγελος αὐτῷ ἐλάλησεν, εἰ πνεῦμα, καὶ ὑπ' αὐτοῦ κατηχηθεὶς, οὕτω τὰ περὶ ἀναστάσεως ἐκδιδάσκει; Οὐκοῦν αὐτοῦ ἀποστῶμεν, μὴ αὐτῷ πολεμοῦντες καὶ θεομάχοι εὑρεθῶμεν. Ὅρα συνετῶς αὐτοὺς ὑπεραπολογουμένους, καὶ τὸν Παῦλον οὐδεμίαν αὐτοῖς διδόντα λαβήν. Πολλῆς δὲ γενομένης στάσεως, φοβηθεὶς ὁ χιλίαρχος, μὴ διασπασθῇ ὁ Παῦλος ὑπ' αὐτῶν, ἐκέλευσε τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἀγαγεῖν τε εἰς τὴν παρεμβολήν. Φοβεῖται λοιπὸν ὁ χιλίαρχος, μὴ διασπασθῇ, ἐπειδὴ εἶπεν, ὅτι Ῥωμαῖός ἐστιν· ὅθεν καὶ οὐκ ἀκίνδυνον ἦν τὸ πρᾶγμα. Ὁρᾷς, ὅτι δικαίως ὡμολόγησεν ἑαυτὸν Ῥωμαῖον εἶναι; ἦ γὰρ ἂν οὐδὲ νῦν ἐφοβήθη. Καὶ τὸ μὲν στράτευμα λοιπὸν ἁρπάζει αὐτόν. Ὡς δὲ εἶδον οἱ μιαροὶ πάντα ἀνήνυτα, δι' ἑαυτῶν τὸ πᾶν ποιοῦσι, βουληθέντες μὲν καὶ πρὸ τούτου, κωλυθέντες δέ· οὕτως οὐδαμοῦ ἵσταται ἡ κακία τοσούτοις ἐγκοπτομένη· καίτοι πόσα ᾠκονομήθη, ὥστε καὶ τοῦ θυμοῦ καθυφεῖναι, καὶ μαθεῖν δι' ὧν ἐδύναντο ἀνενεγκεῖν. Ἀλλ' οὐδὲν ἧττον ἐφίστανται. Ἱκανὴ γοῦν ἐκείνη ἡ ἀπολογία, τὸ μέλλοντα διασπᾶσθαι τὸν ἄνθρωπον ἁρπάζεσθαι, καὶ τοσούτους κινδύνους διαφυγεῖν· Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ Κύριος, εἶπε· Θάρσει· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλὴμ, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι. Γενομένης δὲ ἡμέρας, ποιήσαντες οἱ Ἰουδαῖοι συστροφὴν, ἀνεθεμάτισαν ἑαυτοὺς μὴ φαγεῖν μηδὲ πιεῖν, ἕως οὗ ἀνέλωσι τὸν Παῦλον. Ἦσαν δὲ πλείους τεσσαράκοντα οἱ ταύτην τὴν συνωμοσίαν πεποιηκότες. Ἀνεθεμάτισαν ἑαυτοὺς, φησίν. Ὁρᾷς πῶς εἰσι σφοδροὶ καὶ ἀμυντικοὶ περὶ τὴν κακίαν; Τί ἐστιν, Ἀνεθεμάτισαν; Ἀντὶ τοῦ, Ἔξω εἶναι τῆς εἰς Θεὸν πίστεως εἶπον, εἰ μὴ τὸ δόξαν κατὰ Παύλου ποιήσαιεν. Ἄρα διαπαντός εἰσιν ἀνατεθεματισμένοι ἐκεῖνοι· οὐ γὰρ ἀπέκτειναν τὸν Παῦλον. Καὶ τεσσαράκοντα ὁμοῦ συνέρχονται. Τοιοῦτον γὰρ τὸ ἔθνος, ὅταν μὲν ἐπὶ ἀγαθῷ δέῃ συμφωνῆσαι, οὐδὲ δύο συντρέχουσιν· ὅταν δὲ ἐπὶ κακῷ, δῆμος ὁλόκληρος. Καὶ λαμβάνουσι κοινωνοὺς καὶ τοὺς ἄρχοντας· διὸ καὶ τοῦτο δηλῶν ἐπήγαγεν· Οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις εἶπον· Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι, ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον. Νῦν οὖν ὑμεῖς ἐμφανίσατε ἑαυτοὺς τῷ χιλιάρχῳ ἐν τῷ συνεδρίῳ, ὅπως αὐτὸν καταγάγῃ πρὸς ὑμᾶς, ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ, πρὸ τοῦ ἐγγίσαι αὐτὸν, ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν. Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὸ ἔνεδρον, παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν, ἀπήγγειλε τῷ Παύλῳ. Προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατοντάρχων, ἔφη· Τὸν νεανίαν τοῦτον ἀπάγαγε πρὸς τὸν χιλίαρχον· ἔχει γάρ τι ἀπαγγεῖλαι αὐτῷ. Ὁ μὲν οὖν παραλαβὼν αὐτὸν, ἤγαγε πρὸς τὸν χιλίαρχον. Πάλιν δι' ἀνθρωπίνης σώζεται προμηθείας. Καὶ ὅρα· ὁ Παῦλος οὐδένα ἀφίησι μαθεῖν, οὐδὲ τὸν ἑκατόνταρχον, ὥστε μὴ τὸ πρᾶγμα γενέσθαι διάδηλον. Καὶ ἐλθὼν ὁ ἑκατόνταρχος, ἀνήγγειλε τῷ χιλιάρχῳ, λέγων· Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με, ἠρώτησε τοῦτον τὸν νεανίαν ἀγαγεῖν πρὸς σὲ, ἔχοντά τι λαλῆσαί σοι. Ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατ' ἰδίαν, ἐπυνθάνετο· Τί ἐστιν, ὃ ἔχεις ἀπαγγεῖλαί μοι; Εἶπε δὲ, ὅτι Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε, ὅπως αὔριον τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον ὡς μελλόντων τι ἀκριβέστερον πυνθάνεσθαι παρ' αὐτοῦ. Σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσι γὰρ ἐξ αὐτῶν ἄνδρες πλείους τεσσαρά κοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν, ἕως οὗ ἀνέλωσι τὸν Παῦλον· καὶ νῦν ἕτοιμοί εἰσι προσδεχόμενοι τὴν παρὰ σοῦ ἐπαγγελίαν. Ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν νεανίαν, παραγγείλας μηδενὶ ἐκλαλῆσαι, ὅτι ἐνεφάνισας ταῦτα πρός με.