Ancient Greek · ~42 min
Ἐγένετο δέ μοι ὑποστρέφοντι εἰς Ἱερουσαλὴμ, εὐχομένου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει, καὶ ἰδεῖν λέγοντά μοι αὐτόν· Σπεῦσον, καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλὴμ, διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ, Κἀγὼ εἶπον· Κύριε, αὐτοὶ ἐπίστανται, ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ· καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς, καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ, φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 2.1-47
Not analysed yet
Τινὲς μὲν οὖν φασιν, ὅτι εἰδὼς εἰρωνεύεται· ἐμοὶ δὲ δοκεῖ, ὅτι οὐδὲ ὅλως ᾔδει, ὅτι ἐστὶν ἀρχιερεύς· ἦ γὰρ ἂν καὶ ἐτίμησε· διὸ καὶ ἀπολογεῖται ὡς κατηγορίας οὔσης, καὶ ἐπάγει· Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Τί οὖν; φησίν· εἰ γὰρ μὴ ἄρχων ἦν, ἄλλον ἁπλῶς ὑβρίζειν ἔδει; Οὐδαμῶς, ἀλλὰ καὶ ὑβριζόμενον μᾶλλον ἐνεγκεῖν. Ἄξιον δὲ ζητῆσαι, πῶς ἀλλαχοῦ ὁ αὐτὸς λέγων, Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, ἐνταῦθα τοὐναντίον ποιεῖ, καὶ οὐ λοιδορεῖται μόνον, ἀλλὰ καὶ ἐπαρᾶται; Ἄπαγε, οὐδέτερον τούτων φαίνεται πεποιηκώς· ἀλλὰ τῷ ἀκριβῶς σκοποῦντι παῤῥησίας μᾶλλόν ἐστι τὰ ῥήματα ἢ θυμοῦ· ἄλλως δὲ οὐκ ἐβούλετο εὐκαταφρόνητος φανῆναι τῷ χιλιάρχῳ. Εἰ γὰρ αὐτὸς μὲν ἐφείσατο μαστίξαι ὡς δὴ τοῖς Ἰουδαίοις ἐκδίδοσθαι μέλλοντα, τὸ ὑπὸ τῶν οἰκετῶν τύπτεσθαι, μᾶλλον ἂν ἐκεῖνον θρασύτερον εἰργάσατο· διὰ τοῦτο οὐδὲ πρὸς τὸν παῖδα ἀποτείνεται, ἀλλὰ πρὸς αὐτὸν τὸν ἐπιτάξαντα, τοῦτο κατασκευάζων. Τὸ δὲ, Τοῖχε κεκονιαμένε, καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, εἶπε, μονονουχὶ τοῦτο αὐτῷ λέγων· Ὑπεύθυνος ὢν καὶ μυρίων πληγῶν ἄξιος. Ὅρα γοῦν πῶς αὐτοῦ κατεπλάγησαν τὴν παῤῥησίαν ὁ δῆμος. Δέον γὰρ ἀνατρέψαι τὸ πᾶν, παροινοῦσι μᾶλλον. Αὐτὸς δὲ καὶ τὸν νόμον ὑπαναγινώσκει, ἐπειδὴ βούλεται δεῖξαι, ὅτι οὐ διὰ τὸ φοβηθῆναι, οὐδὲ διὰ τὸ μὴ ἄξιον εἶναι ἀκοῦσαι, ταῦτα οὕτως εἶπεν, ἀλλὰ τῷ νόμῳ καὶ ἐνταῦθα πειθόμενος. Καὶ σφόδρα πείθομαι μὴ εἰδέναι αὐτὸν, ὅτι ἀρχιερεύς ἐστι, διὰ μακροῦ μὲν ἐπανελθόντα χρόνου, μὴ συγγινόμενον δὲ συνεχῶς Ἰουδαίοις, ὁρῶντα δὲ καὶ ἐκεῖνον ἐν τῷ μέσῳ μετὰ πολλῶν καὶ ἑτέρων· οὐκέτι γὰρ δῆλος ἦν ὁ ἀρχιερεὺς πολλῶν ὄντων καὶ διαφόρων. Οὕτω μοι καὶ τοῦτο πρὸς αὐτοὺς ἀποτείνασθαι δοκεῖ, δεικνὺς, ὅτι νόμῳ πείθεται, καὶ διὰ τοῦτο ἀπολογεῖται. Ἴδωμεν δὲ ἄνωθεν τὰ εἰρημένα. Προσευχομένου μου, φησὶν, ἐν τῷ ἱερῷ, ἐγένετο γενέσθαι με ἐν ἐκστάσει. Ἵνα δηλώσῃ, ὅτι οὐχ ἁπλῶς φαντασία ἦν, διὰ τοῦτο προσέθηκε τὸ, Προσευχομένου μου. Σπεῦσον καὶ ἔξελθε ἐν τάχει, φησὶ, διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν. Ἐνταῦθα δείκνυσιν, ὅτι οὐχὶ φοβούμενος αὐτῶν τοὺς κινδύνους ἔφυγεν, ἀλλ' ὅτι οὐκ ἐδέχοντο τὴν μαρτυρίαν αὐτοῦ. Διὰ τί δὲ εἶπεν, ὅτι Αὐτοὶ ἐπίστανται, ὅτι ἐγὼ ἤμην δεσμεύων; Οὐκ ἀντιλέγων τῷ Χριστῷ, μὴ γένοιτο· ἀλλὰ βουλόμενος μαθεῖν τὸ οὕτω παράδοξον. Πορεύου, φησὶν, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε. Ὅρα· οὐκ ἐδίδαξεν αὐτὸν ὁ Χριστὸς, τί δεῖ ποιεῖν, ἀλλ' εἶπε μόνον ἀπελθεῖν, καὶ πείθεται· τοσοῦτον ἦν καταπειθής. Καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν, φησὶ, λέγοντες· Αἶρε αὐτόν· οὐ γὰρ καθῆκεν αὐτὸν ζῇν. Ὢ τῆς θρασύτητος. καὶ μὴν ὑμᾶς οὐ καθήκει ζῇν, οὐχὶ τοῦτον τὸν πάντα πειθόμενον τῷ Θεῷ. Ὦ μιαροὶ καὶ ἀνδροφόνοι. Καὶ τὰ ἱμάτια ἐκτινάσσοντες, φησὶ, κονιορτὸν ἔβαλον. Ὥστε χαλεπωτέραν γενέσθαι τὴν στάσιν τοῦτο ποιοῦσιν, ἢ καὶ φοβῆσαι βουλόμενοι τὸν ἄρχοντα. Καὶ ὅρα· οὐ λέγουσι τὴν αἰτίαν, ἐπειδὴ μηδὲν εἶχον εἰπεῖν, ἀλλὰ τῇ βοῇ καταπλήξειν οἴονται· καὶ μὴν παρὰ τῶν κατηγόρων ἐχρῆν μαθεῖν. Καὶ ὁ χιλίαρχος ἐφοβήθη, φησὶν, ἐπιγνοὺς, ὅτι Ῥωμαῖός ἐστιν. Οὐκ ἄρα ψεῦδος ἦν τὸ Ῥωμαῖον ἑαυτὸν εἶναι τὸν Παῦλον εἰπεῖν. Καὶ ἔλυσεν αὐτὸν ἀπὸ τῶν δεσμῶν, φησὶ, καὶ καταγαγὼν ἔστησεν εἰς τὸ συνέδριον. Τοῦτο ἔδει ποιῆσαι παρὰ τὴν ἀρχὴν, καὶ μήτε δῆσαι, μήτε βουληθῆναι μαστίξαι, ἀλλὰ καταλιπεῖν μηδὲν τοιοῦτό τι ποιήσαντα, ὥστε καὶ δεσμεῖσθαι. Καὶ ἔλυσεν αὐτὸν, φησὶ, καὶ καταγαγὼν εἰς αὐτοὺς ἔστησε. Τοῦτο μάλιστα ἠπόρησαν οἱ Ἰουδαῖοι. Ἀτενίσας δὲ Παῦλος τῷ συνεδρίῳ, φησὶν, εἶπεν· Ἄνδρες ἀδελφοί. Ἐνταῦθα τὴν παῤῥησίαν αὐτοῦ δείκνυσιν, τὸ ἀκατάπληκτον. Ἀλλ' ὅρα καὶ ἐκείνων τὸ ἰταμόν· ἐπήγαγε γάρ· Ὁ δὲ ἀρχιερεὺς Ἀνανίας τύπτειν αὐτοῦ τὸ στόμα ἐπέταξε. Διὰ τί τύπτεις; τί γὰρ εἶπεν ὑβριστικόν; Ὢ τῆς ἀναισχυντίας. ὢ τῆς θρασύτητος. Τότε ὁ Παῦλος πρὸς αὐτὸν, φησὶν, εἶπε· Τύπτειν σε μέλλει ὁ Θεὸς, τοῖχε κεκονιαμένε. Βαβαὶ τῆς παῤῥησίας. εἰς ὑπόκρισιν αὐτὸν καὶ παρανομίαν διασύρει· διὰ τοῦτο γοῦν καὶ καταστέλλεται. Καὶ αὐτὸς μὲν ἀπορῶν οὐδὲν τολμᾷ εἰπεῖν, ἀλλ' οἱ παρ' αὐτὸν, οὐκ ἐνεγκόντες αὐτοῦ τὴν παῤῥησίαν. Οὕτως εἶδον ἄνθρωπον θανατῶντα, καὶ οὐχ ὑπέμειναν. Οὐκ ᾔδειν, φησὶν, ὅτι ἀρχιερεύς ἐστιν. Ἄρα ἀγνοίας ἡ ἐπιτίμησις ἦν· εἰ γὰρ μὴ τοῦτο ἦν, κἂν λαβὼν αὐτὸν ἀπῆλθε, καὶ οὐκ ἐσίγησε, κἂν ἐξέδωκεν αὐτοῖς αὐτὸν ὁ χιλίαρχος. Ἐνταῦθα δείκνυσιν, ὅτι ἑκὼν πάσχει ἃ πάσχει· καὶ οὕτως ἀπολογεῖται πρὸς αὐτοὺς τῷ νόμῳ πειθόμενος οὐχὶ αὐτοῖς ἐνδείξασθαι βουλόμενος· ἐπεὶ ἐκείνων καὶ κατεγνώκει σφόδρα. Διὰ τὸν νόμον τοίνυν ἀπολογεῖται, ἀλλ' οὐ διὰ τὸν δῆμον· εἰκότως· τὸ γὰρ τὸν οὐδὲν ἠδικηκότα ἀναιρεῖν, καὶ ταῦτα ἀθῶον ὄντα, παράνομον ἦν. Οὐκοῦν οὐδὲ ὕβρις τὸ παρ' αὐτοῦ εἰρημένον, εἰ μὴ καὶ τὰ τοῦ Χριστοῦ ὕβριν εἴποι τις ἂν, ὅταν λέγῃ· Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι, ὅτι παρομοιάζετε τοίχοις κεκονιαμένοις. Ναὶ, φησίν· ἀλλ' εἰ πρὸ τοῦ τυπτηθῆναι εἶπεν, οὐκ ἦν θυμοῦ, ἀλλὰ παῤῥησίας. Ἀλλ' εἶπον τὴν αἰτίαν, ὅτι οὐκ ἐβούλετο καταφρονηθῆναι. Καὶ μὴν ὁ Χριστὸς πολλαχοῦ ὕβρισεν Ἰουδαίους αὐτὸς ὑβρισθεὶς, ὡς ὅταν λέγῃ· Μὴ δοκεῖτε, ὅτι ἐγὼ κατηγορήσω ὑμῶν. Ἀλλ' οὐκ ἔστι τοῦτο ὕβρις, μὴ γένοιτο. Ὅρα γοῦν, πρὸς ἐκείνους μεθ' ὅσης ἐπιεικείας διαλέγεται. Οὐκ ᾔδειν, ὅτι ἀρχιερεύς ἐστι, φησὶ, τοῦ Θεοῦ. Τοῦτο εἶπε, καὶ οὐκ ἔστη, ἀλλὰ δεικνὺς, ὅτι οὐκ εἰρωνεύεται, ἐπάγει· Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Βλέπεις, πῶς καὶ ἄρχοντα αὐτὸν ἔτι ὁμολογεῖ; Μάθωμεν τοίνυν καὶ ἡμεῖς τὴν ἐπιείκειαν, ἵνα ἐν ἑκατέροις ὦμεν ἀπηρτισμένοι. Πολλῆς γὰρ ἀκριβείας δεῖ, ὥστε μαθεῖν τί μὲν τοῦτο, τί δὲ ἐκεῖνο· ἀκριβείας δὲ δεῖ, ὅτι παρυφεστᾶσιν αὐταῖς αἱ κακίαι, τῇ μὲν παῤῥησίᾳ θρασύτης, τῇ δὲ ἐπιεικείᾳ ἀνανδρία· καὶ δέον περισκοπεῖν, μὴ τὴν κακίαν τις κατέχων, δόξῃ τὴν ἀρετὴν ἔχειν· ὥσπερ ἂν εἴ τις δοκῶν τῇ δεσποίνῃ συγγίνεσθαι, ἀγνοοίη τῇ θεραπαινίδι συνών. Τί οὖν ἐστιν ἐπιείκεια, καὶ τί ἀνανδρία; Ὅταν ἑτέροις μὲν ἀδικουμένοις μὴ ἀμύνωμεν, ἀλλὰ σιγῶμεν αὐτοὶ, τοῦτο ἀνανδρίας ἐστίν· ὅταν δὲ αὐτοὶ κακῶς πάσχοντες φέρωμεν, τοῦτο ἐπιείκεια. Τί παῤῥησία; Πάλιν τὸ αὐτὸ, ὅταν ὑπὲρ ἑτέρων ἀγωνιζώμεθα. Τί δαὶ θρασύτης; Ὅταν ὑπὲρ ἡμῶν αὐτῶν ἀμύνεσθαι βουλώμεθα. Ὥστε μεγαλοψυχία ὁμοῦ καὶ παῤῥησία, καὶ θρασύτης πάλιν καὶ ἀνανδρία. Ὁ γὰρ ὑπὲρ ἑαυτοῦ μὴ ἀλγῶν, δυσκόλως ὑπὲρ ἑτέρων ἀλγήσει· ὁ δὲ ἑαυτῷ μὴ ἀμύνων, δυσκόλως ἑτέροις οὐκ ἀμυνεῖται. Ὅταν γὰρ καθαρὸν ᾖ τὸ ἦθος ἡμῖν πάθους, δέχεται καὶ ἀρετήν. Καθάπερ καθαρὸν σῶμα πυρετοῦ δέχεται ἰσχὺν, οὕτω δὴ καὶ ἡ ψυχὴ, ἂν μὴ τοῖς πάθεσι προσδιαφθαρῇ, δέχεται ἰσχύν. Μεγάλης ἰσχύος γνώρισμά ἐστιν ἐπιείκεια· γενναίας καὶ νεανικῆς δεῖ ψυχῆς καὶ ὑψηλῆς σφόδρα τῇ ἐπιεικείᾳ. Ἢ μικρὸν οἴει τὸ παθεῖν κακῶς, καὶ μὴ ἀγριαίνειν; Καὶ οὐκ ἄν τις ἁμάρτοι τὴν κηδεμονίαν τὴν ὑπὲρ τῶν πλησίον ἀνδρείαν εἰπών· ὁ γὰρ τοσοῦτον ἰσχύσας, ὡς δυνηθῆναι τοσούτου περιγενέσθαι πάθους, ἰσχύσει καὶ ἑτέρου κατατολμῆσαι. Οἷον, δύο πάθη ἐστὶ ταῦτα, δειλία καὶ θυμός· ἂν τοῦ θυμοῦ κατάσχῃς, εὔδηλον ὅτι καὶ δειλίας· τοῦ θυμοῦ δὲ κρατεῖς, ἐπιεικὴς ὤν· οὐκοῦν καὶ τῆς δειλίας ἂν κρατήσῃς, ἔσῃ ἀνδρεῖος. Πάλιν, ἂν μὴ περιγένῃ τοῦ θυμοῦ, γέγονας θρασύς· τούτου δὲ μὴ περιγενόμενος, οὐδὲ φόβου περιγενέσθαι δύνασαι· οὐκοῦν καὶ δειλὸς ἔσῃ· καὶ ταυτὸν γίνεται, οἷον ἂν εἰ σῶμα ἀσθενὲς οὕτως εἴη καὶ δύσκρατον, ὡς πρὸς οὐδένα πόνον ἀντέχειν· τοῦτο ταχέως καὶ ὑπὸ ψυχροῦ ἁλίσκεται καὶ ὑπὸ θερμοῦ· τὸ γὰρ δύσκρατον τοιοῦτον, τὸ δὲ εὔκρατον πάντα ὑφίσταται. Πάλιν, ἔστι μεγαλοψυχία ἀρετὴ, καὶ παρυφέστηκεν αὐτῇ ἀσωτία· ἔστιν οἰκονομία ἀρετὴ καὶ τὸ οἰκονομικὸν εἶναι· παρυφέστηκεν ἡ φειδωλία καὶ ἡ μικρολογία. Φέρε οὖν πάλιν τὰς ἀρετὰς συναγάγωμεν. Οὐκοῦν οὐ μεγαλόψυχος ὁ ἄσωτος. Πῶς; Ὁ γὰρ ὑπὸ μυρίων ἁλισκόμενος παθῶν, πῶς ἂν εἴη μέγας τὴν ψυχήν; Οὐ γὰρ χρημάτων ἐστὶ τοῦτο καταφρονεῖν, ἀλλ' ὑφ' ἑτέρων ἐπιτάττεσθαι παθῶν· ὥσπερ ἂν εἴ τις ὑπὸ λῃστῶν ἐπιτάττοιτο ἐκείνοις ὑπακούειν, οὐκ ἂν εἴη ἐλεύθερος· οὐ γὰρ ἐκ τοῦ χρημάτων καταφρονεῖν γίνεται τὸ ἀναλίσκειν, ἀλλ' ἐκ τοῦ μὴ δεόντως εἰδέναι διοικεῖν· ἐπεὶ εἴ γε ἐνῆν καὶ ἔχειν καὶ ἀπολαύειν ἐκείνων, οὕτως ἂν ἠθέλησεν. Ὁ δὲ εἰς δέον ἀναλίσκων τὰ χρήματα, οὗτός ἐστι μεγαλόψυχος· μεγάλη γὰρ ὄντως ψυχὴ ἡ μὴ πάθει δουλεύουσα, ἡ μηδὲν ἡγουμένη τὰ χρήματα εἶναι. Πάλιν, ἡ οἰκονομία καλόν· οὕτω καὶ ὁ οἰκονομικὸς ἂν εἴη ἄριστος ὁ εἰς δέον ἀναλίσκων, καὶ μὴ ἁπλῶς ἀνοικονομήτως. Ἡ δὲ φειδωλία οὐκ ἔστι ταυτόν. Ἐκεῖνος μὲν γὰρ πάντα εἰς τὸ δέον ἀναλίσκει· οὗτος δὲ, οὐδὲ ἀναγκαίας ἀπαιτούσης χρείας, τῆς οὐσίας ἅπτεται τῶν χρημάτων. Ὁ οἰκονομικὸς τοίνυν τοῦ μεγαλοψύχου γένοιτο ἂν ἀδελφός. Οὐκοῦν ὁμοῦ τὸν μεγαλόψυχον θήσομεν καὶ τὸν οἰκονομικὸν, καὶ τὸν ἄσωτον καὶ τὸν μικρολόγον· ἀμφότεροι γὰρ ἀπὸ μικροψυχίας τοῦτο πάσχουσιν, ὥσπερ οὖν κἀκεῖνοι ἀπὸ μεγαλοψυχίας. Μὴ δὴ μεγαλόψυχον καλῶμεν τὸν ἀναλίσκοντα ἁπλῶς, ἀλλὰ τὸν εἰς δέον ἀναλίσκοντα· μηδὲ τὸν οἰκονομικὸν μικρολόγον καὶ φειδωλὸν, ἀλλὰ τὸν ἀκαίρως φειδόμενον τῶν χρημάτων. Πόσα ὁ πλούσιος ἐκεῖνος ἀνάλωσεν, ἐνδιδυσκόμενος πορφύραν καὶ βύσσον; Ἀλλ' οὐκ ἦν μεγαλόψυχος· ὑπὸ γὰρ ὠμότητος κατείχετο ἡ ψυχὴ αὐτοῦ, καὶ ὑπὸ μυρίων ἡδονῶν· ἡ δὲ τοιαύτη πῶς ἂν εἴη μεγάλη; Μεγαλόψυχος ἦν ὁ Ἀβραὰμ, εἰς ὑποδοχὴν ἀναλίσκων τῶν ξένων, τὸν μόσχον κατασφάττων, καὶ ἔνθα ἐχρῆν, οὐ μόνον χρημάτων, ἀλλ' οὐδὲ τῆς ψυχῆς τῆς αὐτοῦ φειδόμενος. Ἂν τοίνυν ἴδωμέν τινα τράπεζαν παρατιθέντα πολυτελῆ, πόρνας ἔχοντα καὶ παρασίτους, μὴ μεγαλόψυχον καλέσωμεν τοῦτον, ἀλλὰ σφόδρα μικρόψυχον. Ὅρα γὰρ ὅσοις δουλεύει καὶ ὑπόκειται πάθεσι, γαστριμαργίᾳ, ἡδονῇ ἀτόπῳ, κολακείᾳ· τὸν δὲ τοσούτοις κατεχόμενον καὶ μηδὲ ἓν τούτων δυνάμενον διαφυγεῖν, πῶς ἄν τις μεγαλόψυχον καλοίη; Ὥστε αὐτὸν τότε μάλιστα καλέσομεν μικρόψυχον, ὅταν μάλιστα ἀναλίσκῃ· ὅσῳ γὰρ ἂν μειζόνως ἀναλίσκῃ, τοσούτῳ δηλοῖ τὴν τυραννίδα τῶν παθῶν ἐκείνων· εἰ γὰρ μὴ σφόδρα αὐτοῦ ἐκράτουν, οὐκ ἂν σφόδρα ἀνάλωσε. Πάλιν ἂν ἴδωμέν τινα τούτων μὲν μηδενὶ μηδὲν παρέχοντα, πένητας δὲ τρέφοντα καὶ τοῖς δεομένοις ἐπικουροῦντα, αὐτὸν δὲ τράπεζαν ἔχοντα εὐτελῆ, τοῦτον σφόδρα καλῶμεν μεγαλόψυχον· μεγάλης γὰρ ὄντως ψυχῆς, τῆς μὲν οἰκείας καταφρονεῖν ἀναπαύσεως, τῆς δὲ ἑτέρων φροντίζειν. Εἰπὲ γάρ μοι, εἴ τινα ἴδοις, τῶν μὲν τυράννων καταφρονοῦντα πάντων, καὶ οὐδὲν ἡγούμενον τὰ ἐκείνων ἐπιτάγματα, τοὺς δὲ ὑπ' ἐκείνων τυραννουμένους ἐξέλκοντα καὶ τοὺς κακῶς πάσχοντας· ἆρα οὐκ ἂν μέγα ἡγήσαιο τοῦτο; Τοῦτο δὴ κἀνταῦθα λογιζώμεθα. Τύραννός ἐστι τὰ πάθη· ἐὰν οὖν καταφρονήσωμεν αὐτῶν, μεγάλοι ἐσόμεθα· ἂν δὲ καὶ ἑτέρους ἐξελκύσωμεν, πολλῷ μείζους· εἰκότως. Οἱ γὰρ οὐχ ἑαυτοῖς ἀρκοῦντες μόνον, ἀλλὰ καὶ ἑτέροις, μείζους τῶν μηδέτερον ποιούντων. Ἂν δὲ ἐπιταττόμενός τις ὑπὸ τυράννου τὸν μὲν τῶν ὑπηκόων τύπτῃ, τὸν δὲ ἕλκῃ, ἄλλον δὲ ὑβρίζῃ, ἆρα τοῦτο μεγαλοψυχίας ἐροῦμεν; Οὐ δῆτα· καὶ τοσούτῳ πλέον, ὅσῳ ἂν μέγας ᾖ. Οὕτω καὶ ἐφ' ἡμῶν· νῦν μὲν γὰρ πρόκειται ἡ ψυχὴ εὐγενής τις οὖσα καὶ ἐλευθέρα· ταύτην δὲ ὁ ἄσωτος τύπτεσθαι ἐκέλευσεν ὑπὸ τῶν παθῶν· τὸν οὖν ἑαυτὸν τύπτοντα, τοῦτον μεγαλόψυχον φήσομεν; Οὐδαμῶς. Οὐκοῦν μάθωμεν τίς μὲν ἡ μεγαλοψυχία, τίς δὲ ἡ ἀσωτία, τίς ἡ οἰκονομία καὶ τίς ἡ μικρολογία, τίς ἡ ἐπιείκεια καὶ ἀνανδρία, τίς παῤῥησία καὶ τίς θρασύτης· ἵνα ταῦτα ἀπ' ἀλλήλων διελόντες, δυνηθῶμεν εὐαρέστως τῷ Κυρίῳ τὸν παρόντα βίον διαγαγεῖν, καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς αὐτοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.