Ancient Greek · ~19 min
Ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 1.1-5
Not analysed yet
Οὓς ξένους εἶπεν ἀνωτέρω, ἐνταῦθα πρὸς ἐκείνους ἀποτείνει τὸν λόγον· καὶ δοκεῖ μὲν ἐκείνοις διαλέγεσθαι, ὀρθοῖ δὲ τοὺς διαχλευάζοντας. Καὶ γὰρ ᾠκονομήθη τινὰς διαχλευάσαι, ἵνα ἀρχὴν τῆς ἀπολογίας λάβῃ, καὶ ἀπολογούμενος διδάξῃ. Μέγα ἄρα ἐγκώμιον ἡγοῦντο, καὶ τὸ ἐν Ἱεροσολύμοις οἰκεῖν. Τοῦτο ὑμῖν, φησὶ, γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. Προσεκτικωτέρους τέως αὐτοὺς ποιεῖ. Εἶτα καὶ ἀπολογεῖται. Οὐ γὰρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν. Ὁρᾷς τὴν ἀπολογίαν, πῶς προσηνής; Καίτοι τὸ πλέον ἔχων τοῦ δήμου μεθ' ἑαυτοῦ, ἐπιεικέστερον ὅμως αὐτοῖς διαλέγεται· καὶ πρότερον ἀναιρεῖ τὴν ὑποψίαν τὴν πονηρὰν, καὶ τότε ἐκείνην ἵστησι. Διὸ καὶ οὐκ εἶπεν, Οὐ γὰρ ὡς ὑμεῖς χλευάζετε, οὔτε, Ὡς ὑμεῖς γελᾶτε, ἀλλ', Ὡς ὑπολαμβάνετε, βουλόμενος οὐκ ἐπίτηδες τοῦτο λέγοντας δεῖξαι, ἀλλὰ τέως αὐτοῖς περιθεῖναι ἀγνοίας μᾶλλον ἢ κακουργίας ἔγκλημα. Οὐ γὰρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν· ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας. Καὶ τί φησι τοῦτο; οὐκ ἔνι καὶ ἐν τῇ τρίτῃ ὥρᾳ μεθύειν; Ἔνι, ἀλλ' οὐκ ἔστη πρὸς τοῦτο ἐπὶ πολύ· οὐδὲ γὰρ οὕτως εἶχον, ὡς διαχλευάζοντες αὐτοὶ ἔλεγον. Οὐκοῦν ἐντεῦθεν μανθάνομεν, ὅτι πρὸς τὰ μὴ ἀναγκαῖα οὐ δεῖ πολὺν ἀναλίσκειν λόγον. Ἄλλως δὲ καὶ τὰ ἐπαγόμενα τούτου ἐστὶ συστατικά· καὶ λοιπὸν κοινῇ πρὸς πάντας ὁ λόγος γίνεται. Ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ· Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει Κύριος ὁ Θεός. Οὐδαμοῦ τέως ὄνομα τοῦ Χριστοῦ, οὐδὲ ἡ ἐπαγγελία, αὐτοῦ ἐπαγγελία, ἀλλὰ τοῦ Πατρός. Ὅρα σύνεσιν. Οὐ παρῆλθε καὶ εἶπεν εὐθέως τὰ κατὰ τὸν Χριστὸν, ὅτι ἐκεῖνος ἐπηγγείλατο ταῦτα μετὰ τὸ σταυρωθῆναι· ἦ γὰρ ἂν πάντα ἀνέτρεψεν οὕτως εἰπών. Καὶ μὴν ἱκανὰ ἦν δεῖξαι αὐτοῦ, φησὶ, τὴν θεότητα. Ἀλλὰ πιστευόμενα (τὸ δὲ ζητούμενον τέως πιστευθῆναι ἦν), μὴ πιστευόμενα δὲ, καὶ καταλευσθῆναι αὐτοὺς ἂν ἐποίησεν. Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. Δίδωσι καὶ αὐτοῖς ἐλπίδας χρηστὰς, εἴ γε θέλοιεν. Καὶ οὐκ ἀφίησιν αὐτῶν εἶναι τὸ πλεονέκτημα, ὅπερ καὶ βασκανίαν ἐποίει, καὶ ταύτῃ τὸν φθόνον ὑποτεμνόμενος. Καὶ προφητεύσουσι, φησὶν, οἱ υἱοὶ ὑμῶν. Οὔτε ὑμῶν, φησὶ, κατόρθωμα τοῦτο, οὔτε μὴν ἐγκώμιον· εἰς τὰ παιδία τὰ ὑμέτερα διέβη ἡ χάρις· αὐτῶν υἱοὺς ἑαυτοὺς καλῶν, καὶ πατέρας ἐκείνους. Καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται· καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ προφητεύσουσι. Τέως δείκνυσιν αὐτοὺς εὐδοκιμηκότας, Πνεύματος ἅτε καταξιωθέντας· ἐκείνους δὲ οὐχὶ, ἅτε σταυρώσαντας. Οὕτω καὶ ὁ Χριστὸς βουλόμενος αὐτῶν μαλάξαι τὸν θυμὸν ἔλεγεν· Οἱ δὲ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι τὰ δαιμόνια; Οὐκ εἶπεν, Οἱ μαθηταί μου· καὶ γὰρ ἐδόκει κολακεία εἶναι. Οὕτω καὶ αὐτὸς οὐκ εἶπεν, ὅτι οὐ μεθύουσιν, ἀλλὰ, Πνεύματι φθέγγονται· καὶ οὐχ ἁπλῶς, ἀλλ' ἐπὶ τὸν προφήτην κατέφυγε, καὶ αὐτὸν ὑποδὺς ἰσχυρίζεται. Οὕτω τῆς μὲν κατηγορίας αὐτοὺς ἀπήλλαξε δι' ἑαυτοῦ, τῆς δὲ χάριτος ἐκεῖνον παράγει μάρτυρα. Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. Οὕτως εἶπεν, ὅτι τοῖς μὲν δι' ὀνείρων, τοῖς δὲ καὶ ἐμφανῶς ἡ χάρις ἐξεχεῖτο. Καὶ γὰρ καὶ δι' ὀνείρων εἶδον οἱ προφῆται, καὶ ἀποκαλύψεις ἐδέξαντο. Εἶτα ἐπεξέρχεται τῇ προφητείᾳ ἐχούσῃ τι καὶ φοβερόν. Καὶ δώσω, φησὶ, τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω. Ταῦτα καὶ περὶ τῆς μελλούσης κρίσεως καὶ περὶ τῶν Ἱεροσολύμων τῆς ἁλώσεως λέγων αἰνίττεται. Αἷμα καὶ πῦρ, καὶ ἀτμίδα καπνοῦ. Ὅρα, πῶς τὴν ἅλωσιν ὑπέγραψεν. Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα. Ἀπὸ τῆς διαθέσεως τῶν πασχόντων τοῦτο εἴρηκε. Λέγεται δ' οὖν ὅμως καὶ πολλὰ τοιαῦτα γεγενῆσθαι ἐν οὐρανῷ, καθὼς Ἰώσηπος μαρτυρεῖ. Ἅμα δὲ αὐτοὺς καὶ ἔπληξε, τοῦ σκότους ἀναμνήσας τοῦ γεγενημένου, καὶ ποιῶν προσδοκᾷν τὰ μέλλοντα. Πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. Μὴ γὰρ ἐπειδὴ ἀτιμωρητὶ νῦν ἁμαρτάνετε, φησὶ, θαρσήσητε. Ταῦτα δὴ προοίμιά ἐστι μεγάλης τινὸς ἡμέρας καὶ χαλεπῆς. Ὁρᾷς, πῶς αὐτῶν κατέσεισε τὴν ψυχὴν καὶ διεσάλευσε, καὶ τὸν γέλωτα μετέστρεψεν εἰς ἀπολογίαν; Εἰ γὰρ ταῦτα προοίμια τῆς ἡμέρας ἐκείνης, ἀνάγκη περὶ τῶν ἐσχάτων τὸν κίνδυνον ἐπηρτῆσθαι. Τί δαί; ἆρα λέγων τὰ φοβερὰ ἐπιμένει; Οὐδαμῶς. Ἀλλὰ τί; Πάλιν δίδωσιν αὐτοῖς ἀναπνεῦσαι, καί φησι· Καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Τοῦτο εἴρηται μὲν περὶ τοῦ Χριστοῦ, καθὼς Παῦλος λέγει· οὗτος δὲ οὐ τολμᾷ σαφῶς αὐτὸ ἀποκαλύψαι. Ἴδωμεν τοίνυν ἄνωθεν τὰ εἰρημένα. Καλῶς ὡς πρὸς γελῶντας καὶ χλευάζοντας καθίσταται λέγων· Γνωστὸν ἔστω πᾶσιν ὑμῖν, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. Ἀρχόμενος δὲ ἔλεγεν· Ἄνδρες Ἰουδαῖοι. Ἰουδαίους ἐμοὶ δοκεῖ λέγειν τοὺς τὴν Ἰουδαίαν κατοικοῦντας. Καὶ, εἰ βούλει, παραθώμεθα τὰ ῥήματα ἐκεῖνα τὰ ἐν τῷ Εὐαγγελίῳ, ἵνα μάθῃς τίς ἐξαίφνης γέγονεν ὁ Πέτρος. Ἐξῆλθε, φησὶ, κόρη λέγουσα, Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Ναζωραίου. Ὁ δὲ, Οὐκ οἶδα τὸν ἄνθρωπον, ἀπεκρίνατο. Καὶ πάλιν ἐπερωτηθεὶς ἤρξατο καταναθεματίζειν καὶ ὀμνύναι.