Ancient Greek
Ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 2.1-5
Not analysed yet
Ἀλλ' ὅρα ἐνταῦθα αὐτοῦ τὴν παῤῥησίαν καὶ τὴν πολλὴν ἐλευθεροστομίαν. Οὐκ ἐπῄνεσε τοὺς εἰπόντας, ὅτι Ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ· ἀλλὰ καὶ βαρεῖ, τῇ πρὸς ἐκείνους βαρύτητι καὶ τούτους σπουδαιοτέρους ποιῆσαι βουλόμενος, καὶ κολακείας τὸν λόγον ἀπηλλαγμένον ἀποδεῖξαι. Πανταχοῦ γὰρ τοῦτο παρατηρεῖν καλὸν, καὶ πῶς ἐν τάξει συγκαταβάσεως πάσης κολακείας ὁ λόγος ἀπήλλακται καὶ πάσης ὕβρεως, ὅπερ δύσκολον. Τὸ δὲ καὶ ἐν τρίτῃ ὥρᾳ ταῦτα γενέσθαι, οὐχ ἁπλῶς ᾠκονόμηται. Ὅτε γὰρ τὸ λαμπρὸν τοῦ φωτὸς δείκνυται, τότε οὐ περὶ ἔργα ἔχουσιν οἱ ἄνθρωποι τὰ περὶ ἄριστον, τότε φαιδρὰ ἡ ἡμέρα, τότε πάντες εἰσὶν ἐπ' ἀγορᾶς. Ὁρᾷς καὶ ἐλευθερίας τὸν λόγον γέμοντα; Καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. Τοῦτο εἰπὼν, οὐδὲν προσέθηκεν, ἀλλ' ἐπήγαγε· Τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ· Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις. Δείκνυσι γὰρ λοιπὸν τὴν συντέλειαν οὖσαν ἐγγύς. Οὕτω τὸ, Ἐν ταῖς ἐσχάταις ἡμέραις, ἔχει τινὰ ἔμφασιν. Εἶτα ἵνα μὴ δόξῃ εἰς τοὺς υἱοὺς περιιστᾷν μόνον τὸ πρᾶγμα, ἐπάγει· Καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται. Ὅρα τὴν ἀκολουθίαν. Πρότερον υἱοί· καθὼς καὶ ὁ Δαυΐδ φησιν· Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησαν οἱ υἱοί σου· καὶ ὁ Μαλαχίας πάλιν, Ἐπιστρέψας καρδίας πατέρων ἐπὶ τέκνα. Καὶ ἐπὶ τοὺς δούλους μου, καὶ ἐπὶ τὰς δούλας μου. Καὶ τοῦτο ἀρετῆς τεκμήριον· δοῦλοι γὰρ αὐτοῦ γεγόναμεν, ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας. Πολλὴ δὲ καὶ ἡ δωρεὰ, ὅταν καὶ ἐπὶ τὸ ἕτερον γένος μεταβαίνῃ τὸ χάρισμα, καὶ οὐχὶ πρὸς μίαν καὶ δευτέραν περιέστη ὥσπερ τὸ παλαιὸν, οἷον Δεββώραν καὶ Ὀλδάν. Καὶ οὐκ εἶπεν, ὅτι Πνεῦμά ἐστιν ἅγιον, οὐδὲ ἡρμήνευσε τὰ τοῦ προφήτου· ἀλλὰ τὴν προφητείαν μόνην εἰσήγαγε καθ' ἑαυτὴν ἀγωνιζομένην. Καὶ οὐδὲν περὶ Ἰούδα τέως φθέγγεται, ἐπειδὴ τοῖς πᾶσιν ἦν δῆλον, οἵαν ἔδωκε δίκην, ἀλλὰ σιγᾷ, εἰδὼς οὐδὲν ὂν ἰσχυρότερον τοῦ ἀπὸ προφητείας αὐτοῖς διαλέγεσθαι· τοῦτο καὶ τῶν πραγμάτων αὐτῶν ἰσχυρότερον. Σημεῖα γὰρ ποιοῦντος τοῦ Χριστοῦ, πολλάκις ἀντέλεγον· ὅτε δὲ τὸν προφήτην παρήγαγεν αὐτοῖς ὁ Χριστὸς λέγοντα, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἐσίγησαν οὕτως, ὡς μηδένα λοιπὸν ἰσχῦσαι ἀποκριθῆναι αὐτῷ λόγον. Καὶ πολλαχοῦ τῶν Γραφῶν καὶ αὐτὸς μέμνηται λέγων· Εἰ ἐκείνους θεοὺς εἶπε, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο. Μᾶλλον δὲ πανταχοῦ τοῦτο εὕροι τις ἄν. Διὰ τοῦτο καὶ ἐνταῦθά φησιν· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· τουτέστι, τὰ ἔθνη. Ἀλλ' οὐδέπω ἀποκαλύπτει, οὐδὲ ἑρμηνεύει· οὐδὲ γὰρ συνέφερεν, ἐπεὶ καὶ τοῦτο ἀσαφές. Δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω. Μᾶλλον γὰρ αὐτοὺς ἐφόβει ἀσαφὲς ὄν. Εἰ δὲ ἡρμήνευσε, μᾶλλον ἂν αὐτοῖς καὶ προσέστη. Εἶτα καὶ ὡς δῆλον παρίησι, τοιαύτην βουλόμενος δοῦναι δόξαν. Ἀμέλει γοῦν μετὰ ταῦτα αὐτοῖς ἑρμηνεύει, ὅτε περὶ τῆς ἀναστάσεως αὐτοῖς διαλέγεται· ὅτε προωδοποίησε τῷ λόγῳ. Διὰ τοῦτο ἑκὼν παρίησιν, ἐπειδὴ οὐκ ἤρκει τὰ ἀγαθὰ ἐπισπάσασθαι· καίτοι τοῦτο οὐδέποτε γέγονεν. Οὐδεὶς γὰρ τότε διέφυγε· νῦν δὲ οἱ πιστοὶ διέφυγον ἐπὶ Οὐεσπασιανοῦ. Καὶ τοῦτό ἐστιν, ὃ λέγει· Εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. Τὸ χαλεπώτερον πρότερον γέγονε· πρῶτον γὰρ συνέβη τοὺς κατοικοῦντας ἁλῶναι, καὶ τότε τὴν πόλιν κατασκαφῆναι καὶ ἐμπρησθῆναι. Εἶτα ἐπιμένει τῇ μεταφορᾷ, ἐγγὺς τῆς ὄψεως τῶν ἀκροατῶν ἄγων τὴν κατασκαφὴν καὶ τὴν ἅλωσιν. Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα. Τί ἐστιν, εἰς αἷμα σελήνην μεταστραφῆναι; Δοκεῖ μοι διὰ τούτου τὴν ὑπερβολὴν λέγειν τῆς σφαγῆς, καὶ πολλῆς ἀπορίας ἐπίτηδες τὸν λόγον ἐμπιπλᾷν. Καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Πᾶς, φησὶ, κἂν ἱερεὺς ᾖ (ἀλλ' οὐδέπω ἀποκαλύπτει), κἂν δοῦλος ᾖ, φησὶ, κἂν ἐλεύθερος. Οὐκ ἄρσεν γὰρ, οὐ θῆλυ ἐν Χριστῷ Ἰησοῦ, οὐ δοῦλος, οὐκ ἐλεύθερος. Εἰκότως· ταῦτα γὰρ ἐνταῦθα, ἔνθα πάντα σκιά. Εἰ γὰρ ἐν βασιλείοις οὐδεὶς εὐγενὴς οὐδὲ δυσγενὴς, ἀλλὰ ἀπὸ τῶν ἔργων ἕκαστος φαίνεται, καὶ ἐν τέχνῃ ἀπὸ τοῦ ἔργου ἕκαστος δείκνυται· πολλῷ μᾶλλον ἐν ἐκείνῃ τῇ καταστάσει. Πᾶς ὃς ἂν ἐπικαλέσηται. Ἐπικαλέσηται, οὐχ ἁπλῶς (Οὐ γὰρ πᾶς, φησὶν, ὁ λέγων μοι, Κύριε, Κύριε), ἀλλὰ μετὰ διαθέσεως, μετὰ βίου ἀρίστου, μετὰ παῤῥησίας τῆς προσηκούσης. Τέως ἀνεπαχθῆ ποιεῖ τὸν λόγον, τὸ τῆς πίστεως εἰσάγων, καὶ οὐ φοβερὸν κρύπτων τὸ τῆς κολάσεως. Πῶς; Δεικνὺς, ὅτι ἐν ἐπικλήσει ἡ σωτηρία.