Ancient Greek · ~19 min
Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας, καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν τε τοῖς χιλιάρχοις καὶ ἀνδράσι τοῖς κατ' ἐξοχὴν οὖσι τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου, ἤχθη ὁ Παῦλος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 1.1-52
Not analysed yet
Ὅρα οἷον συλλέγεται ἀκροατήριον τῷ Παύλῳ· Τοῖς κατ' ἐξοχὴν, φησὶ, τῆς πόλεως· τοὺς δορυφόρους γὰρ πάντας συναγαγὼν ὁ ἄρχων καὶ ὁ βασιλεὺς, οὕτως ἀπαντῶσι. Σὺν αὐτοῖς δὲ καὶ οἱ χιλίαρχοι καὶ οἱ πρῶτοι τῆς πόλεως παραγεγόνασιν· τούτους γὰρ κατ' ἐξοχὴν καλεῖ. Εἶτα καὶ Παῦλος ἄγεται· καὶ ὅρα, πῶς αὐτοῦ ἀχθέντος ἀνακηρύττεται ὑπὸ τοῦ Φήστου· οὐ μόνον γὰρ αὐτὸν ἀφίησι τῶν ἐγκλημάτων, ἀλλὰ καὶ ὑπεραπολογεῖται. Τί λέγων; Ἀγρίππα βασιλεῦ, καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον, περὶ οὗ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ἐπιβοῶντες μὴ δεῖν ζῇν αὐτὸν μηκέτι. Ἐγὼ δὲ καταλαβόμενος μηδὲν ἄξιον θανάτου αὐτὸν πεπραχέναι, καὶ αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν, ἔκρινα πέμπειν αὐτόν. Περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω· διὸ προήγαγον αὐτὸν ἐφ' ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης, σχῶ τι γράψαι. Ἄλογον γάρ μοι δοκεῖ, πέμποντα δέσμιον μὴ καὶ τὰς κατ' αὐτοῦ αἰτίας σημᾶναι. Σκόπει, πῶς ἐκείνων μὲν κατηγορεῖ, τοῦτον δὲ ἀφίησιν. Ὢ τῆς τῶν δικαιωμάτων περιουσίας. ὅπως καταδικάσῃ, οὐχ εὑρίσκει ὁ ἄρχων, μυρίας γενομένης ἐξετάσεως· ἐκεῖνοι δὲ τοῦτον ἄξιον θανάτου ἔφασκον εἶναι. Διὰ τοῦτο καὶ ἔλεγεν· Ἐγὼ δὲ καταλαβόμενος, φησὶ, μηδὲν ἄξιον θανάτου πεπραχέναι αὐτόν· εἶτα ἐπήγαγε, λέγων· Περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω. Καὶ τοῦτο τῆς τοῦ Παύλου καθαρότητος τὸ μηδὲν ἔχειν τὸν δικαστὴν, ὅ τι εἴπῃ περὶ αὐτοῦ. Διὸ προήγαγον αὐτὸν, φησὶν, ἐφ' ὑμῶν· Ἄλογον γάρ μοι δοκεῖ εἶναι, πέμποντα δέσμιον, μὴ καὶ τὰς κατ' αὐτοῦ αἰτίας σημᾶναι. Ὅρα εἰς οἵας ἐνέβαλον οἱ Ἰουδαῖοι τοὺς ἄρχοντας αὐτῶν ἀπορίας μεγάλας. Τί οὖν ὁ Ἀγρίππας; Ἐπὶ τούτοις βουλόμενός τι μαθεῖν, πρὸς τὸν Παῦλον ἔφη· Ἐπιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ λέγειν. Τῇ πολλῇ περὶ τοῦ ἀκοῦσαι ἐπιθυμίᾳ ἐπιτρέπει αὐτῷ λέγειν ὁ βασιλεύς. Ὁ δὲ Παῦλος μετὰ παῤῥησίας φθέγγεται λοιπὸν, οὐ κολακεύων, ἀλλὰ διὰ τοῦτο μακάριον ἑαυτὸν φάσκων εἶναι, ἐπειδὴ πρὸς πάντα εἰδότα τὸν λόγον ποιεῖται· καὶ ὅτι διὰ τοῦτο, ἄκουε ἃ δὴ καὶ προτείνεται λέγων· Τότε ὁ Παῦλος ἀπελογεῖτο, ἐκτείνας τὴν χεῖρα. Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον, ἐπὶ σοῦ μέλλων ἀπολογεῖσθαι σήμερον, μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν καὶ ζητημάτων· διὸ δέομαί σου μακροθύμως ἀκοῦσαί μου. Καίτοι γε, εἰ συνῄδει ἑαυτῷ, φοβηθῆναι ἐχρῆν παρὰ τῷ πάντα εἰδότι δικαζόμενον· ἀλλὰ καθαροῦ συνειδότος τοῦτό ἐστιν, τὸ μὴ παραιτεῖσθαι δικαστὴν τὸν ἀκριβῶς εἰδότα τὰ γεγενημένα, ἀλλὰ καὶ χαίρειν· ὅθεν καὶ μακάριον ἑαυτὸν ἡγεῖται, καὶ λέγει· Δέομαί σου μακροθύμως ἀκοῦσαί μου. Ἐπειδὴ μέλλει λόγον ἐκτείνειν καὶ λέγειν τι περὶ ἑαυτοῦ, διὰ τοῦτο προλαβὼν παρεκάλεσε, καί φησι· Τὴν μὲν οὖν βίωσίν μου τὴν ἐκ νεότητος, τὴν ἀπαρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἐν Ἱεροσολύμοις, ἴσασι πάντες οἱ Ἰουδαῖοι, προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος. Ὃ λέγει, τοῦτό ἐστι· Πῶς ἂν στασιαστὴς ἐγενόμην, ὁ νέος τοιοῦτος ὢν καὶ μαρτυρούμενος ὑπὸ πάντων; Εἶτα καὶ ἀπὸ τῆς αἱρέσεως ἡ πίστις οὗ εἶπεν· ἐπάγει γάρ· Κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς θρησκείας ἔζησα. Καὶ ἐπεὶ πάλιν εἰκὸς ἦν τινας εἰπεῖν· Τί οὖν, εἰ ἡ μὲν αἵρεσις θαυμαστὴ, σὺ δὲ πονηρός; ὅρα πῶς τὸ ὑφορμοῦν θεραπεύει· μάρτυρας γὰρ καλεῖ πάντας τοὺς Ἰουδαίους τοὺς γινώσκοντας τὸν αὐτοῦ βίον καὶ τὴν ἀναστροφήν. Ἴσασι γὰρ, φησὶ, πάντες Ἰουδαῖοι, προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν. Καὶ νῦν ἐπ' ἐλπίδι τῆς πρὸς τοὺς πατέρας ἡμῶν γενομένης ἐπαγγελίας ὑπὸ τοῦ Θεοῦ, ἕστηκα κρινόμενος· εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν, ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον, ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι, βασιλεῦ Ἀγρίππα, ὑπὸ Ἰουδαίων. Τί; ἄπιστον κρίνεται παρ' ὑμῖν, εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει; Δύο τίθησι περὶ ἀναστάσεως λογισμοὺς, ἕνα μὲν τὸν ἀπὸ προφητῶν· καὶ οὐ παράγει προφήτην, ἀλλ' αὐτὴν τῶν Ἰουδαίων τὴν δόξαν· ἄλλον δὲ τὸν καὶ ἰσχυρότερον τὸν ἀπὸ πραγμάτων. Ποῖον δὴ τοῦτον; Ὅτι διελέχθη αὐτῷ ὁ Χριστὸς, ἀναστὰς ἐκ νεκρῶν. Καὶ κατασκευάζει καὶ τοῦτον ἀπὸ λογισμῶν, τὴν προτέραν αὐτοῦ μανίαν διηγούμενος ἀκριβῶς· εἶτα καὶ μετὰ ἐγκωμίου τῶν Ἰουδαίων· Νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει, φησὶ, καταντῆσαι. Ὥστε εἰ καὶ μὴ ἀλήπτου βίου ἤμην, ὑπὲρ τούτων οὐκ ἔδει κρίνεσθαι, βασιλεῦ Ἀγρίππα. Εἶτα καὶ ἄλλος λογισμός. Τί; ἄπιστον κρίνεται παρ' ὑμῖν, εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει; Εἰ γὰρ μὴ τοιαύτη δόξα ἦν, εἰ γὰρ μὴ ἀνατεθραμμένοι ἦσαν ἐν τούτοις τοῖς δόγμασι, νῦν δὲ εἰσεφέρετο, ἴσως οὐκ ἂν ἐδέξατό τις τὸν λόγον. Εἶτα λέγει, πῶς ἐδίωκε· καὶ τοῦτο κατασκευαστικόν· καὶ τοὺς ἀρχιερεῖς παράγει μάρτυρας, καὶ τὰς ἔξω πόλεις, καὶ ὅτι ἤκουσε λέγοντος αὐτῷ· Σκλῆρόν σοι πρὸς κέντρα λακτίζειν. Ἔπειτα δείκνυσι καὶ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ὅτι καὶ διωκόμενος ὤφθη, καὶ ὅτι Οὐκ ἐμὲ μόνον εὐεργέτησεν, ἀλλὰ καὶ ἑτέροις ἔπεμψε διδάσκαλον.