Ancient Greek · ~21 min
Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας, καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν τε τοῖς χιλιάρχοις καὶ ἀνδράσι τοῖς κατ' ἐξοχὴν οὖσι τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου, ἤχθη ὁ Παῦλος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 2.1-51
Not analysed yet
Δείκνυσι δὲ καὶ τὴν προφητείαν, ἣν ἤκουσεν Εἰς τοῦτο ὤφθην σοι· ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς ἐγώ σε ἀποστέλλω. Ταῦτα πάντα δεικνὺς, ἔλεγεν· Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι. Ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλοὺς τῶν ἁγίων ἐγὼ φυλακαῖς κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών· ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον· καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς, ἠνάγκαζον βλασφημεῖν· περισσῶς τε ἐμμαινόμενος αὐτοῖς, ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις. Ἐν οἷς καὶ πορευόμενος εἰς τὴν Δαμασκὸν μετ' ἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰ τῶν ἀρχιερέων, ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς, καὶ τοὺς σὺν ἐμοὶ πορευομένους. Πάντων δὲ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴν λαλοῦσαν πρός με καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ· Σαοὺλ, Σαοὺλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Ἐγὼ δὲ εἶπον· Τίς εἶ, Κύριε; Ὁ δὲ εἶπεν· Ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις. Ἀλλὰ ἀνάστηθι, καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδες, ὧν τε ὀφθήσομαί σοι, ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς ἐγώ σε ἀποστέλλω, ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν τοῦ ἀποστρέψαι ἀπὸ σκότους εἰς φῶς, καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεὸν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ. Σκόπει, πῶς ἡμέρως διαλέγεται. Ὁ Θεὸς φησὶν, εἶπε πρός με, ὅτι Ὤφθην σοι προχειρίσασθαι σε ὑπηρ έτην καὶ μάρτυρα, ὧν τε εἶδες, ὧν τε ὀφθήσομαι σοι, ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς ἐγώ σε ἀποστέλλω, ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἀποστρέψαι ἀπὸ σκότους εἰς φῶς, καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεὸν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν. Ὡσεὶ ἔλεγε· Τούτοις ἐπείσθην, ταύτῃ τῇ ὀπτασίᾳ με ἐπηγάγετο, καὶ οὕτως ἔπεισεν, ὥστε μὴ ἀναβάλλεσθαι. Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ· ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτον καὶ Ἱεροσολύμοις, εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν ἀπαγγέλλω μετανοεῖν, καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεὸν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας. Ὁ τοίνυν καὶ τοὺς ἄλλους παιδεύων περὶ βίου ἀρίστου, πῶς ἂν αὐτὸς στάσεως καὶ φιλονεικίας, φησὶν, ἀρχηγὸς γέγονα; Ἕνεκα τούτων οἱ Ἰουδαῖοί με συλλαβόμενοι ἐν τῷ ἱερῷ, ἐπειρῶντο διαχειρίσασθαι. Ἐπικουρίας οὖν τυχὼν τῆς παρὰ τοῦ Θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα, μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι, καὶ Μωϋσῆς· εἰ παθητὸς ὁ Χριστὸς, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν. Ὅρα, πῶς ἐκτὸς κολακείας ἐστὶν ὁ λόγος αὐτοῦ, καὶ τὸ πᾶν ἐπιγράφει τῷ Θεῷ. Εἶτα ἡ παῤῥησία. Ἀλλ' οὐδὲ νῦν ἀφίσταμαι· καὶ τὸ ἀσφαλές· Ἀπὸ γὰρ προφητῶν ἰσχυρίζομαι, Εἰ παθητὸς ὁ Χριστὸς, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν· ὡσεὶ ἔλεγεν, ὅτι Πρῶτος ὁ Χριστὸς ἀναστὰς, οὐκέτι ἀποθνήσκει. Δῆλον ἐκ τοῦ πᾶσι καταγγεῖλαι τοῦτο καὶ εἰς ἑαυτοὺς προσδοκᾷν. Εἶτα τὴν παῤῥησίαν ὁ Φῆστος ἰδὼν, ἐπειδὴ πρὸς τὸν βασιλέα διελέγετο, μὴ μεθιστάμενος τοῦ πρὸς αὐτὸν ἀποβλέπειν, ὥσπερ ἔπαθέ τι, καί φησι· Μαίνη, Παῦλε. Ὅτι δὲ παθὼν τοῦτο λέγει, ἄκουε τῶν ἑξῆς· Ταῦτα δὲ αὐτοῦ διαλεγομένου, ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ ἔφη· Μαίνῃ, Παῦλε, τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει. Τί οὖν ὁ Παῦλος; μετὰ ἐπιεικείας ἀποκρινόμενος, Οὐ μαίνομαι, φησὶ, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι. Εἶτα καὶ τὴν αἰτίαν διδάσκει, δι' ἣν πρὸς τὸν βασιλέα τὸν λόγον ἀπέστρεψεν· Ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεὺς, πρὸς ὃν καὶ παῤῥησιαζόμενος λαλῶ· λανθάνειν γὰρ τούτων αὐτόν τι οὐ πείθομαι οὐδέν· οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο. Πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; Οἶδα, ὅτι πιστεύεις. Τοῦτο οὕτως εἶπε, μονονουχὶ διασύρων καὶ λέγων πρὸς αὐτούς· Οἶδα, ὅτι πάντα οἶδεν ἀκριβῶς· καὶ ἔδει μὲν πρώτους ὑμᾶς ταῦτα εἰδέναι (τὸ γὰρ ἐπαγόμενον τοῦτο δηλοῖ, τὸ, Οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο), ἀλλ' οὐκ ἠθελήσατε. Πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; Οἶδα ὅτι πιστεύεις. Ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον ἔφη· Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι. Ὁ δὲ Παῦλος εἶπεν· Εὐξαίμην ἂν τῷ Θεῷ, καὶ ἐν ὀλίγῳ, καὶ ἐν πολλῷ, οὐ μόνον σὲ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον, γενέσθαι τοιούτους, ὁποῖος κἀγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων. Ὅρα πῶς εὔχεται, λέγων· Εὐξαίμην ἂν ἔγωγε τῷ Θεῷ [οὐκ] ἐν ὀλίγῳ, τουτέστι, παρὰ μικρόν. Καὶ οὐχ ἁπλῶς εὔχεται, ἀλλὰ καὶ ἐπιτεταμένως. Τοιούτους, φησὶ, γενέσθαι πάντας, οὐ μόνον σὲ, ἀλλὰ καὶ πάντας, ὁποῖος κἀγώ εἰμι. Εἶτα καὶ προστίθησι· Παρεκτὸς τῶν δεσμῶν τούτων· οὐκ ἀποδυσπετῶν διὰ τὰ δεσμὰ, οὐδὲ αἰσχυνόμενος διότι ἐδέδετο (τοῦτο γὰρ ἦν αὐτῷ, εἴπερ τι ἄλλο, ἄξιον δόξης)· ἀλλὰ πρὸς τὴν ἐκείνων ὑπόληψιν ἀφορῶν, οὕτως εἶπε. Διὰ τοῦτο προσέθηκε τὸ, Παρεκτὸς τῶν δεσμῶν τούτων. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ ἀνεγνωσμένα. Τῇ οὖν ἐπαύριον εἰσελθόντων εἰς τὸ ἀκροατήριον, κελεύσαντος τοῦ Φήστου, φησὶν, ἤχθη ὁ Παῦλος. Ἀπέστησαν λοιπὸν οἱ Ἰουδαῖοι τῇ ἐφέσει χρησαμένου ἐκείνου, καὶ τότε αὐτῷ λαμπρὸν τὸ θέατρον γίνεται· μετὰ πολλῆς γὰρ τῆς φαντασίας ὁ βασιλεὺς καὶ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων παρῆσαν οὐχ οἱ μὲν, οἱ δὲ οὔ. Τὸ πλῆθος τῶν Ἰουδαίων, φησὶ, συνέτυχόν μοι, ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ἐπιβοῶντες μὴ δεῖν αὐτὸν ζῇν μηκέτι.