Ancient Greek · ~17 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ. ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΑΣ ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ. Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος ἁγίου, οὓς ἐξελέξατο, ἀνελήφθη.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 2.1
Not analysed yet
Καὶ τί δεῖ λέγειν τοὺς Ἰουδαίους, ὅπου γε καὶ αὐτοὶ τότε πολλάκις οἱ μαθηταὶ τῶν ὑψηλοτέρων ἀκούοντες δογμάτων, ἐθορυβοῦντο καὶ ἐσκανδαλίζοντο; Διὰ τοῦτο καὶ ἔλεγε· Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Εἰ δὲ ἐκεῖνοι οὐκ ἐδύναντο, οἱ συγγενόμενοι χρόνον τοσοῦτον αὐτῷ, καὶ τοσούτων κοινωνήσαντες ἀποῤῥήτων, καὶ τοσαῦτα θεασάμενοι θαύματα, πῶς ἄνθρωποι ἀπὸ βωμῶν καὶ εἰδώλων καὶ θυσιῶν, καὶ αἰλούρων, καὶ κροκοδείλων (τοιαῦτα γὰρ ἦν τῶν Ἑλλήνων τὰ σεβάσματα), καὶ τῶν ἄλλων τῶν κακῶν τότε πρῶτον ἀποσπασθέντες, ἀθρόον τοὺς ὑψηλοὺς τῶν δογμάτων ἐδέξαντο λόγους; πῶς δὲ ἂν καὶ Ἰουδαῖοι, οἱ καθ' ἑκάστην ἡμέραν μανθάνοντες, καὶ ἐνηχούμενοι ὑπὸ τοῦ νόμου· Ἄκουε Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν, καὶ πλὴν αὐτοῦ οὐκ ἔστιν ἄλλος· ἐπὶ ξύλου σταυροῦ ἰδόντες προσηλωμένον αὐτόν· μᾶλλον δὲ καὶ σταυρώσαντες καὶ θάψαντες, καὶ οὐδὲ ἀναστάντα θεασάμενοι· ἀκούοντες, ὅτι Θεός ἐστιν αὐτὸς οὗτος, καὶ τῷ Πατρὶ ἴσος, οὐκ ἂν μάλιστα πάντων ἀπεπήδησάν τε καὶ ἀπεῤῥάγησαν; Διά τοι τοῦτο ἠρέμα καὶ κατὰ μικρὸν αὐτοὺς προσβιβάζουσι, καὶ πολλῇ μὲν κέχρηνται τῇ τῆς συγκαταβάσεως οἰκονομίᾳ, δαψιλεστέρας δὲ ἀπολαύουσι τῆς τοῦ Πνεύματος χάριτος, καὶ μείζονα ὧν αὐτὸς πεποίηκεν ἐργάζονται τῷ αὐτοῦ ὀνόματι, ἵνα ἑκατέρωθεν αὐτοὺς χαμαὶ κειμένους ἀναστήσωσι, καὶ τὸν περὶ τῆς ἀναστάσεως πιστώσωνται λόγον. Καὶ γὰρ τοῦτο μάλιστά ἐστι τουτὶ τὸ βιβλίον, ἀπόδειξις ἀναστάσεως. Τούτου δὲ πιστευθέντος, ὁδῷ καὶ τὰ ἄλλα προὔβαινεν. Ἡ μὲν οὖν ὑπόθεσις καὶ ὁ τοῦ βιβλίου σκοπὸς ἅπας, ὡς ἄν τις παχυμερῶς συλλαβὼν εἴποι, οὗτος μάλιστά ἐστιν. Ἀκούσωμεν δὲ λοιπὸν αὐτῶν τῶν προοιμίων. Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν. Τίνος ἕνεκεν αὐτὸν ἀναμιμνήσκει τοῦ Εὐαγγελίου; Ὥστε τὴν οἰκείαν ἀκρίβειαν ἐνδείξασθαι. Καὶ γὰρ ἀρχόμενος τῆς πραγματείας ἐκείνης φησίν· Ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς, καθεξῆς σοι γράψαι. Καὶ οὔτε τῇ οἰκείᾳ ἀρκεῖται μαρτυρίᾳ μόνον, ἀλλὰ καὶ ἀνάγει ἐπὶ τοὺς ἀποστόλους τὸ πᾶν, λέγων· Καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπαρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου. Διὸ τὸν λόγον ἀξιόπιστον ἐκεῖ ποιήσας, οὐδὲ δεῖται ἐνταῦθα ἑτέρας βεβαιώσεως, ἅπαξ αὐτοῦ πιστευθέντος, καὶ δι' ἐκείνου τὸ ἀκριβὲς αὐτὸν τῆς ἀληθείας κατηχήσας. Ὁ γὰρ ἅπερ ἤκουσεν ἀξιόπιστος γενόμενος γράψαι, καὶ πιστευθεὶς, πολλῷ μᾶλλον ὁ ταῦτα συνθεὶς ἃ μὴ παρ' ἑτέρων παρείληφεν, ἀλλ' ἃ εἶδε καὶ ἤκουσε, πιστευθῆναι δίκαιος ἂν ἦν. Εἰ γὰρ τὰ τοῦ Χριστοῦ ἐδέξω, φησὶ, πολλῷ μᾶλλον τὰ τῶν ἀποστόλων. Τί οὖν; ἱστορία μόνον τὸ πρᾶγμά ἐστι, καὶ Πνεύματος ἄμοιρος ὁ λόγος; Οὐδαμῶς. Πῶς; Ὅτι ἅπερ οἱ ἀπαρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου αὐτῷ παρέδοσαν, τοῦ Πνεύματος ἦσαν. Καὶ διατί μὴ εἶπεν, ὅτι Καθὼς παρέδοσαν ἡμῖν οἱ Πνεύματος ἁγίου καταξιωθέντες, ἀλλ', Οἱ ἀπ' ἀρχῆς αὐτόπται γενόμενοι; Ὅτι τοῦτο μάλιστα εἰς πίστιν ἐστὶν ἀξιόπιστον, τὸ παρὰ αὐτοπτῶν μαθεῖν· ἐκεῖνο δὲ καὶ ἀλαζονεία, καὶ τῦφος ἂν ἔδοξε τοῖς ἀνοήτοις. Διὸ καὶ Ἰωάννης οὕτως ἔλεγεν· Ἐγὼ ἑώρακα καὶ μεμαρτύρηκα, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Καὶ ὁ Χριστὸς δὲ οὕτω διαλέγεται τῷ Νικοδήμῳ παχυτέρῳ ὄντι· Ὃ οἴδαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐδεὶς λαμβάνει. Καὶ πάλιν δεικνὺς, ὅτι πολλὰ καὶ ἀπὸ ὄψεως μαρτυρεῖν ἔστι, τοῖς μαθηταῖς ἔλεγε· Καὶ ὑμεῖς μαρτυρεῖτε περὶ ἐμοῦ, ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε. Καὶ αὐτοὶ οἱ ἀπόστολοι πολλαχοῦ οὕτω φασί· Μάρτυρες ἡμεῖς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ. Καὶ μετὰ ταῦτα δὲ πιστούμενος τὴν ἀνάστασιν ὁ Πέτρος ἔλεγεν· Οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ. Τάχιον γὰρ τὴν παρὰ τῶν συγγενομένων ἀνθρώπων μαρτυρίαν ἐδέχοντο, διὰ τὸ τῆς περὶ τοῦ Πνεύματος ἐννοίας σφόδρα τέως ἀποδεῖν. Διὰ τοῦτο καὶ Ἰωάννης ἐν τῇ τοῦ Εὐαγγελίου συγγραφῇ ἔλεγεν, ὅτι αὐτὸς εἶδε, περὶ τοῦ αἵματος καὶ τοῦ ὕδατος διαλεγόμενος, τὴν ὄψιν αὐτοῖς ἀντὶ μαρτυρίας τιθεὶς μεγίστης· καίτοι ὄψεως ἀκριβέστερα τὰ παρὰ τοῦ Πνεύματος, ἀλλ' οὐ παρὰ τοῖς ἀπίστοις. Ἐπεὶ ὅτι Πνεύματος μετεῖχεν ὁ ἀνὴρ, πολλαχόθεν δῆλον, ἀπό τε τῶν σημείων τῶν νῦν γινομένων, ἀπό τε τοῦ καὶ τοὺς τυχόντας τότε μεταλαμβάνειν Πνεύματος, ἀπό τε τῆς Παύλου μαρτυρίας (Οὗ γὰρ, φησὶν, ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ), ἀπό τε τῆς κατὰ τὴν χειροτονίαν ψήφου. Εἰπὼν γὰρ τοῦτο, ἐπάγει· Ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν Ἐκκλησιῶν, συνέκδημος ἡμῶν ἐν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν.