Ancient Greek · ~17 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ. ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΑΣ ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ. Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος ἁγίου, οὓς ἐξελέξατο, ἀνελήφθη.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1
Not analysed yet
Καὶ ὅρα αὐτοῦ τὸ ἄτυφον. Οὐ γὰρ λέγει, Τὸ μὲν πρῶτον Εὐαγγέλιον, ὃ εὐηγγελισάμην· ἀλλὰ, Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην, μείζονα ἑαυτοῦ εἶναι νομίζων τοῦ Εὐαγγελίου τὴν προσηγορίαν. Καίτοιγε ὁ Ἀπόστολος ἐντεῦθεν αὐτὸν κοσμεῖ λέγων· Οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ. Ἀλλ' αὐτὸς μετριάζει καί φησι· Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν· οὐχ ἁπλῶς, περὶ πάντων, ἀλλ' ἀπ' ἀρχῆς μέχρι τέλους. Ἄχρι γὰρ τῆς ἡμέρας, φησὶν, ἧς ἀνελήφθη. Καὶ μὴν Ἰωάννης δείκνυσιν, ὅτι οὐκ ἦν δυνατὸν πάντα γράψαι. Θέλων γὰρ τοῦτο δηλῶσαι, εἰπὼν, Ἅτινα ἐὰν γράφηται καθ' ἓν, οὐδὲ αὐτὸν τὸν κόσμον οἶμαι χωρῆσαι, προστίθησι, Τὰ γραφόμενα βιβλία. Πῶς οὖν, φησὶ, περὶ πάντων οὗτος λέγει; Ἀλλ' οὐκ εἶπε, Πάντα, ἀλλὰ, Περὶ πάντων· ὡς ἂν εἴποι τις, ἁδρομερῶς καὶ παχυμερῶς· ἢ περὶ πάντων λέγει, τῶν συνεχόντων καὶ κατεπειγόντων. Εἶτα δείκνυσι καὶ ποίων πάντων. Ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, τὰ θαύματα καὶ τὰς διδασκαλίας αἰνιττόμενος. Οὐ τοῦτο δὲ μόνον, ἀλλ' ὅτι καὶ ποιῶν ἐδίδασκεν. Ὅρα δὲ αὐτοῦ καὶ τὴν φιλάνθρωπον καὶ ἀποστολικὴν γνώμην, εἰ καὶ ἑνὸς ἕνεκεν τοσαύτην ἐποιεῖτο ἀκρίβειαν, ὡς ὁλόκληρον Εὐαγγέλιον γράψαι. Ἵνα γὰρ ἔχῃς, φησὶ, περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν. Καὶ γὰρ ἤκουσε τοῦ Χριστοῦ λέγοντος· Οὐκ ἔστι θέλημα τοῦ Πατρός μου, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων. Καὶ τίνος ἕνεκεν οὐχ ἓν βιβλίον ἐποίησεν, ἑνὶ τῷ Θεοφίλῳ ἐπιστέλλων, ἀλλ' εἰς δύο διεῖλεν ὑποθέσεις; Σαφηνείας ἕνεκεν, καὶ τοῦ διαναπαῦσαι τὸν ἀκροατήν· ἄλλως δὲ, καὶ τῇ ὑποθέσει διῃρημέναι εἰσὶν αἱ πραγματεῖαι. Σκόπει δὲ ὅπως ἑαυτοῦ τοὺς λόγους ὁ Χριστὸς διὰ τῶν ἔργων ἀξιοπίστους ἐποίει. Περὶ πραότητος παρῄνει, καὶ ἔλεγε· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ἐδίδασκεν ἀκτήμονας εἶναι, καὶ τοῦτο ἐδείκνυτο διὰ τῶν ἔργων· Ὁ γὰρ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει, ποῦ τὴν κεφαλὴν κλίνῃ, φησί. Πάλιν ἐκέλευσε τοὺς ἐχθροὺς ἀγαπᾷν. Ἐδίδαξε τοῦτο ἐπὶ τοῦ σταυροῦ εὐχόμενος ὑπὲρ τῶν σταυρούντων. Ἔλεγε, Τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον. Ὁ δὲ οὐχὶ τὰ ἱμάτια μόνον, ἀλλὰ καὶ τὸ αἷμα ἔδωκεν. Οὕτω καὶ τοῖς μαθηταῖς ἐκέλευσε ποιεῖν. Διὸ καὶ ὁ Παῦλος ἔλεγε· Καθὼς ἔχετε τύπον ἡμᾶς. Οὐδὲν γὰρ διδασκάλου ψυχρότερον, ἐν λόγοις φιλοσοφοῦντος μόνον. Τοῦτο γὰρ οὐ διδασκάλου, ἀλλ' ὑποκριτοῦ. Διὰ τοῦτο οἱ ἀπόστολοι πρότερον ἀπὸ τοῦ βίου ἐδίδασκον, καὶ τότε ἀπὸ τῶν ῥημάτων· μᾶλλον δὲ οὐδὲ ἔδει ῥημάτων αὐτοῖς, τῶν ἔργων βοώντων. Οὐκ ἂν δέ τις ἁμάρτοι καὶ τὸ πάθος αὐτοῦ πρᾶξιν καλέσας· ἐν τῷ γὰρ παθεῖν ἐποίησε τὸ μέγα καὶ θαυμαστὸν ἔργον ἐκεῖνο, τὸν θάνατον καταλύσας, καὶ τὰ ἄλλα πάντα ἐργασάμενος. Ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος ἁγίου, οὓς ἐξελέξατο, ἀνελήφθη. Διὰ Πνεύματος ἐντειλάμενος, τουτέστι, Πνευματικὰ πρὸς αὐτοὺς εἰπὼν ῥήματα, οὐδὲν ἀνθρώπινον. Ἢ τοῦτο οὖν ἔστιν εἰπεῖν, ἢ ὅτι διὰ Πνεύματος αὐτοῖς ἐνετείλατο. Ὁρᾷς, πῶς ταπεινῶς ἔτι διαλέγεται περὶ αὐτοῦ, ὡς καὶ αὐτὸς περὶ ἑαυτοῦ, λέγων· Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, Καὶ γὰρ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐνήργει ἐν ἐκείνῳ τῷ ναῷ. Τί δαὶ ἐνετείλατο; Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλάμην ὑμῖν. Μέγα τῶν ἀποστόλων τὸ ἐγκώμιον, ὅταν τοιαῦτα ὦσιν ἐγκεχειρισμένοι· τῆς οἰκουμένης λέγω τὴν σωτηρίαν· ὅταν ῥήματα τοῦ Πνεύματος γέμοντα· ὃ δή που καὶ αἰνιττόμενος εἶπεν τὸ, Διὰ Πνεύματος ἁγίου· τουτέστι, Καὶ τὰ ῥήματα, ἃ ἐλάλησα ὑμῖν, Πνεῦμά ἐστι. Τοῦτο δέ φησι, τὸν ἀκροατὴν εἰς ἐπιθυμίαν λοιπὸν ἄγων τοῦ μαθεῖν τὰς ἐντολὰς, καὶ ἀξιοπίστους τοὺς ἀποστόλους ποιῶν, εἴ γε τὰ τοῦ Πνεύματος μέλλουσι λέγειν, καὶ τὰς τοῦ Χριστοῦ ἐντολάς. Ἐντειλάμενος οὖν, φησὶν, ἀνελήφθη. Οὐκ εἶπεν, Ἀνέβη, ἐπειδὴ ἔτι ὡς περὶ ἀνθρώπου διαλέγεται. Ἄρα καὶ μετὰ τὴν ἀνάστασιν ἐδίδασκε τοὺς μαθητάς· ἀλλὰ τὸν χρόνον τοῦτον οὐδεὶς εἶπεν ἡμῖν μετὰ ἀκριβείας ἅπαντα. Ἀλλ' ἐγχρονίζει μὲν αὐτῷ ὁ Ἰωάννης τῶν ἄλλων μᾶλλον, καὶ οὗτος· πάντα δὲ σαφῶς οὐδεὶς ἀπήγγειλε (πρὸς γὰρ ἕτερον ἠπείγοντο)· ἐμάθομεν δὲ ταῦτα διὰ τῶν ἀποστόλων· ἃ γὰρ ἤκουσαν καὶ εἶπον· Οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα. Εἰπὼν περὶ τῆς ἀναλήψεως πρότερον, λέγει καὶ περὶ τῆς ἀναστάσεως. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ἀνελήφθη, ἵνα μὴ νομίσῃς ὑφ' ἑτέρων αὐτὸν ἀνειλῆφθαι, ἐπήγαγεν· Οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα. Εἰ γὰρ ἐν τῷ μείζονι ἑαυτὸν παρέστησε, πολλῷ μᾶλλον ἐν τῷ ἐλάττονι.