Ancient Greek · ~21 min
Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν, ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 2.1-10
Not analysed yet
Πολλῆς βαρύτητος ἡ ἐπαγγελία γέμει. Δείκνυται δὲ ἐντεῦθεν, ὅτι αὐτοὶ ἑαυτοὺς περιπείρουσι τοῖς κακοῖς. Ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου. Ὃ μάλιστα αὐτοὺς ἐλύπει, προστίθησι. Τοῦτο ἦν ἄρα, ὃ ἔλεγεν αὐτοῖς ὁ Χριστός· Ὃ ἠκούσατε εἰς τὸ οὖς, κηρύξατε ἐπὶ τῶν δωμάτων. Ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. Μὴ νομίσητε, φησὶν, ὅτι κρύπτομεν τὴν πατρίδα ἢ τὸ πάθος. Ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ αὐτὸς παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. Πάλιν τὸ πάθος, πάλιν ἡ ἀνάστασις. Αὐτός ἐστιν ὁ λίθος ὁ ἐξουθενωθεὶς ὑφ' ὑμῶν τῶν οἰκοδομούντων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας. Ἀνέμνησεν αὐτοὺς καὶ ῥήματος ἱκανοῦ φοβῆσαι· Ὁ πεσὼν γὰρ, φησὶν, ἐπὶ τὸν λίθον τοῦτον, συνθλασθήσεται· ἐφ' ὃν δ' ἂν πέσῃ, λικμήσει αὐτόν. Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία. Ποίας οἴει πληγὰς αὐτοὺς λαμβάνειν ἐκ τούτων τῶν ῥημάτων; Οὔτε γὰρ ὄνομα ἕτερόν ἐστι ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. Ἐνταῦθα καὶ ὑψηλὰ φθέγγεται. Ὅταν γὰρ μὴ ᾖ τι κατορθῶσαι, ἀλλὰ παῤῥησίαν ἐπιδείξασθαι μόνον, οὐ φείδεται· οὐ γὰρ ἐδεδοίκει, μὴ πλήξῃ· καὶ οὐκ εἶπεν ἁπλῶς, Δι' ἄλλου· ἀλλ', Οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία· δηλῶν, ὅτι οὗτος ἡμᾶς σῶσαι δύναται, ὁμοῦ δὲ καὶ βουλόμενος αὐτοὺς φοβῆσαι. Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παῤῥησίαν καὶ Ἰωάννου, καὶ καταλαβόμενοι, ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς, ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν. Καὶ πῶς, φησὶν, οἱ ἀγράμματοι κατεῤῥητόρευσαν καὶ αὐτῶν καὶ τῶν ἀρχιερέων; Ὅτι οὐκ αὐτοὶ ἐφθέγγοντο, ἀλλὰ δι' αὐτῶν ἡ τοῦ Πνεύματος χάρις. Τόν τε ἄνθρωπον ὁρῶντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν. Πολλὴ ἡ τοῦ ἀνθρώπου παῤῥησία· καὶ δῆλον ἀπὸ τοῦ ἐν αὐτῷ τῷ δικαστηρίῳ μὴ καταλιπεῖν αὐτούς. Ὥστε εἰ εἶπον, ὅτι Οὐχ οὕτως ἔχει, ἐκεῖνος ἂν κατηγόρησε. Κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν, συνέβαλλον πρὸς ἀλλήλους, λέγοντες· Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Ὁρᾷς ἐν ἀπορίᾳ ὄντας, καὶ πάλιν τὸν φόβον τὸν ἀνθρώπινον πάντα ἐργαζόμενον. Ὥσπερ οὖν ἐπὶ τοῦ Χριστοῦ ἀνατρέψαι τὸ γενόμενον οὐκ ἴσχυσαν οὐδὲ συσκιάσαι, ἀλλὰ κωλυόντων αὐτῶν μᾶλλον ἐπεδίδου τὰ τῆς πίστεως· οὕτω καὶ νῦν γίνεται· Τί ποιήσομεν; Ὢ τῆς ἀνοίας. εἰ γευσαμένους τῶν ἀγώνων λοιπὸν καταπλήξεσθαι ἐνόμιζον· μᾶλλον δὲ εἰ παρὰ τὴν ἀρχὴν μηδὲν ἰσχύσαντες, μετὰ τὴν τοσαύτην ῥητορείαν προσεδόκησάν τι ποιήσειν. Ὅσῳ οὖν ἐβούλοντο κωλύειν, τοσούτῳ μᾶλλον ηὔξετο τὰ πράγματα· Ὅτι μὲν γνωστὸν σημεῖον γέγονε δι' αὐτῶν, πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ φανερὸν, καὶ οὐ δυνάμεθα ἀρνήσασθαι. Ἀλλ' ἵνα μὴ ἐπὶ πλέον διανεμηθῇ εἰς τὸν λαὸν, ἀπειλῇ ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων. Καὶ καλέσαντες αὐτοὺς, παρήγγειλαν τὸ καθόλου μὴ φθέγγεσθαι, μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. Ὅρα καὶ τούτων τὴν ἀναισχυντίαν, καὶ τῶν ἀποστόλων τὴν φιλοσοφίαν. Ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες, εἶπον πρὸς αὐτούς· Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε. Ἡμεῖς οὐ δυνάμεθα, ἃ εἴδομεν καὶ ἠκούσαμεν, μὴ λαλεῖν. Οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτοὺς, μηδὲν εὑρίσκοντες τὸ πῶς κολάσονται αὐτοὺς, διὰ τὸν λαόν. Ἐπεστόμισαν αὐτοὺς τὰ σημεῖα, καὶ λοιπὸν οὐδὲ ἠνέσχοντο πληρῶσαι αὐτοὺς τὸν λόγον· ἀλλὰ μεταξὺ λέγοντας διέκοψαν σφόδρα ὑβριστικῶς. Ὅτι πάντες ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῷ γεγονότι. Ἐτῶν γὰρ ἦν πλειόνων ὁ ἄνθρωπος τεσσαράκοντα, ἐφ' ὃν ἐγεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Τὸ μὲν οὖν πρῶτον διὰ δόξαν ἀνθρωπίνην πάντα ἐποίουν· νυνὶ δὲ καὶ ἕτερον προσέκειτο, τὸ μὴ δόξαι μιαιφόνους εἶναι· ὃ μετὰ ταῦτα ἔλεγον· Βούλεσθε ἐπαγαγεῖν ἐφ' ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. Ἀπειλῇ ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων. Ὢ τῆς ἀνοίας. Πεισθέντες ὅτι ἀνέστη, καὶ τοῦτο τεκμήριον λαβόντες ὅτι ἔστι Θεὸς, τὸν ὑπὸ τοῦ θανάτου μὴ κατασχεθέντα ὑπὸ οἰκείων προσεδόκησαν μηχανημάτων συσκιάζεσθαι. Τί ταύτης τῆς ἀνοίας ἴσον; καὶ μὴ θαυμάσῃς, ὅτι πάλιν ἀνηνύτοις ἐπιχειροῦσι. Τοιοῦτον γὰρ ἡ πονηρία· οὐδὲν ὁρᾷ, ἀλλὰ πανταχοῦ θορυβεῖται. Ἐπηρεαζόμενοι γὰρ, ὡς ἠπατημένοι οὕτω διέκειντο· ὅπερ ἐστὶν ἐπὶ τῶν προληφθέντων, ἐπὶ τῶν ἐμπαιχθέντων ἐπί τινι. Καὶ μὴν ἄνω καὶ κάτω διὰ τοῦτο ἔλεγον, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρε, καὶ ὅτι ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ οὗτος παρέστηκεν ὑγιὴς, δεικνύντες, ὅτι ἀνέστη ὁ Ἰησοῦς. Ἄλλως δὲ καὶ αὐτοὶ ἀνάστασιν ἐνόμιζον, ψυχρὰν μὲν καὶ μειρακιώδη, ἐνόμιζον δὲ ὅμως· νῦν δὲ ἀπιστοῦσι καὶ θορυβοῦνται, τί ποιεῖν αὐτοῖς βουλευόμενοι. Τοῦτο γοῦν μόνον οὐκ ἦν ἱκανὸν πεῖσαι αὐτοὺς μηδὲν αὐτοῖς ποιῆσαι, τὸ οὕτω μετὰ παῤῥησίας διαλέγεσθαι; Διὰ τί ἀπιστεῖς, εἰπέ μοι, ὦ Ἰουδαῖε; Τῷ γὰρ γενομένῳ σημείῳ προσέχειν ἔδει καὶ τοῖς λόγοις, οὐ τῇ τῶν πολλῶν πονηρίᾳ. Καὶ τί δήποτε οὐ παραδιδόασιν αὐτοὺς Ῥωμαίοις; Ἤδη ἦσαν διαβεβλημένοι πρὸς αὐτοὺς ἀπὸ τῶν περὶ τὸν Χριστὸν, ὥστε μᾶλλον ἑαυτοὺς ἐκάκιζον ὑπερτιθέμενοι τὴν αὐτῶν ἔνδειξιν. Ἐπὶ δὲ τοῦ Χριστοῦ οὐχ οὕτως, ἀλλ' ἐν μέσαις νυξὶ λαβόντες αὐτὸν εὐθέως ἀπήγαγον, καὶ οὐκ ἀνεβάλοντο δεδοικότες σφόδρα τὸ πλῆθος. Περὶ δὲ τούτων οὔτε ἐθάῤῥουν, οὔτε μὴν ἄγουσιν αὐτοὺς πρὸς Πιλᾶτον, εὐλαβούμενοι καὶ ὑποπτεύοντες τὰ πρότερα, μὴ καὶ ὑπὲρ ἐκείνων ἐγκληθῶσι. Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ πρεσβυτέρους καὶ γραμματεῖς ἐν Ἱερουσαλήμ.