Ancient Greek · ~18 min
Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν, ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 1.1-10
Not analysed yet
Οὔπω τῶν προτέρων ἀναπνεύσαντες πειρασμῶν, εὐθέως εἰς ἑτέρους ἐνέβησαν. Καὶ ὅρα, πῶς οἰκονομεῖται τὰ πράγματα. Πρῶτον ἐχλευάσθησαν πάντες ὁμοῦ· οὐ μικρὸς οὗτος ὁ πειρασμός· δεύτερον, αὐτοὶ οἱ κορυφαῖοι εἰς κινδύνους ἐμπίπτουσιν. Οὐκ ἐφεξῆς δὲ τὰ δύο γέγονεν, οὐδὲ ἁπλῶς· ἀλλὰ πρότερον εὐδοκιμήσαντες ἐν ταῖς δημηγορίαις, καὶ θαῦμα ἐργασάμενοι μετὰ ταῦτα μέγα· οὕτω δὴ λοιπὸν μετὰ τὸ θαῤῥῆσαι, συγχωροῦντος τοῦ Θεοῦ τῶν ἀγώνων ἅπτονται. Σὺ δέ μοι θέα, πῶς ἐπὶ τοῦ Χριστοῦ τὸν παραδώσοντα ζητοῦντες, ἐνταῦθα λοιπὸν αὐτοὶ τὰς χεῖρας ἐπιβάλλουσι, θρασύτεροι γεγονότες καὶ ἀναισχυντότεροι μετὰ τὸν σταυρόν. Ἡ γὰρ ἁμαρτία, ἕως μὲν ἂν ὠδίνηται, ἔχει τινὰ αἰσχύνην· ἐπειδὰν δὲ τελεσθῇ, τότε ἀναισχυντοτέρους ποιεῖ τοὺς ἐργαζομένους αὐτήν. Τί δήποτε δὲ καὶ στρατηγὸς ἐφίσταται; Ἐπέστησαν γὰρ αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ, φησίν. Ἵνα πάλιν δημόσιον ἔγκλημα περιθῶσι τοῖς γινομένοις, καὶ μὴ ὡς ἰδιωτικὸν ἐκδικῶσιν· ὅπερ πανταχοῦ σπουδάζουσι ποιεῖν. Διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαόν. Διεπονοῦντο, οὐ μόνον ὅτι ἐδίδασκον, ἀλλ' ὅτι οὐκ αὐτὸν μόνον ἔλεγον ἐγηγέρθαι, ἀλλὰ καὶ ἡμᾶς δι' ἐκεῖνον ἀνίστασθαι. Διὰ τὸ διδάσκειν αὐτοὺς, φησὶ, τὸν λαὸν, καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τῶν νεκρῶν. Οὕτως ἰσχυρὰ ἐγένετο ἡ ἀνάστασις, ὡς καὶ ἑτέροις αὐτὸν αἴτιον γενέσθαι ἀναστάσεως. Καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας, καὶ ἔθεντο αὐτοὺς εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη. Ὢ τῆς ἀναισχυντίας. ἔτι τῶν προτέρων αἱμάτων γεμούσας τὰς χεῖρας εἶχον, καὶ οὐκ ἐνάρκων, ἀλλ' ἐπέβαλλον πάλιν αὐτὰς ἑτέροις αἵμασιν ὥστε πληρῶσαι· ἢ τάχα καὶ ἔδεισαν πλῆθος αὐτοὺς ἤδη γεγονότας, καὶ διὰ τοῦτο αὐτοῖς ὁ στρατηγὸς συνεπέστη. Ἦν γὰρ, φησὶν, ἑσπέρα ἤδη. Ἐκεῖνοι μὲν οὖν βουλόμενοι αὐτοὺς μαλάξαι, τοῦτο ἐποίουν καὶ ἐφύλαττον· τοὺς δὲ ἀποστόλους τολμηροτέρους μᾶλλον εἰργάζετο ἡ ἀναβολὴ τοῦ χρόνου. Καὶ ὅρα, τίνες ἀπολαμβάνονται· οἱ κορυφαῖοι τῶν ἀποστόλων, τοῖς ἄλλοις λοιπὸν ὑπόδειγμα γενόμενοι, ἵνα μηκέτι ζητῶσιν ἀλλήλους, μηδὲ τὸ κοινῇ εἶναι. Πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἀνδρῶν ὡσεὶ χιλιάδες πέντε. Τί τοῦτο; μὴ γὰρ εὐδοκιμήσαντας εἶδον; οὐχὶ δεθέντας ἐθεάσαντο; πῶς οὖν ἐπίστευσαν; Ὁρᾷς ἐνέργειαν φανεράν; Καὶ μὴν καὶ τοὺς ἤδη πιστεύσαντας ἔδει ἀσθενεστέρους γενέσθαι· ἀλλ' οὐκ ἐγένοντο· ἡ γὰρ Πέτρου δημηγορία εἰς τὸ βάθος τὰ σπέρματα κατέβαλε, καὶ τῆς διανοίας αὐτῶν ἥψατο. Οἱ δὲ διὰ τοῦτο ὠργίζοντο, ὅτι οὐδὲν αὐτοὺς ἐδεδίεσαν, ὅτι οὐδὲν τὰ παρόντα δεινὰ ἡγοῦντο. Εἰ γὰρ ὁ σταυρωθεὶς, φησὶ, τοιαῦτα ἐργάζεται, καὶ τὸν χωλὸν ἀνέστησεν, οὐ φοβούμεθα οὐδὲ τούτους. Ἄρα καὶ τοῦτο τῆς τοῦ Θεοῦ οἰκονομίας γέγονε. Ἐντεῦθεν πλείους οἱ νῦν πιστεύσαντες τῶν πρώτων ἐγένοντο. Ἐφ' ᾧ καὶ δείσαντες, διὰ τοῦτο αὐτῶν ὁρώντων ἔδησαν τοὺς ἀποστόλους, ἵνα καὶ αὐτοὺς δειλοτέρους ἐργάσωνται. Τὸ ἐναντίον δὲ γέγονεν ἢ ἐκεῖνοι ἐβούλοντο. Διὰ τοῦτο καὶ οὐκ ἐπ' αὐτῶν αὐτοὺς ἐξετάζουσιν, ἀλλὰ κατ' ἰδίαν, ἵνα μὴ ἀπὸ τῆς παῤῥησίας οἱ ἀκούοντες κερδάνωσιν. Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ πρεσβυτέρους καὶ γραμματεῖς ἐν Ἱερουσαλὴμ, καὶ Ἄνναν τὸν ἀρχιερέα, καὶ Καϊάφαν, καὶ Ἰωάννην, καὶ Ἀλέξανδρον, καὶ ὅσοι ἐκ γένους ἦσαν ἀρχιερατικοῦ. Πάλιν συνέρχονται ἐπιτοαυτό. Οὐκέτι γὰρ μετὰ τῶν ἄλλων κακῶν τὰ τοῦ νόμου ἐφυλάττετο. Καὶ πάλιν δικαστηρίου σχῆμα τῷ πράγματι περιτιθέασιν, ἵνα ὑπεύθυνοι τῇ ἀδίκῳ γένωνται κρίσει. Καὶ στήσαντες αὐτοὺς ἐν μέσῳ, ἐπυνθάνοντο, Ἐν ποίᾳ δυνάμει, ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; Καὶ μὴν ᾔδεισαν· Διαπονούμενοι γὰρ, φησὶ, διὰ τὸ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν. Διὰ δὴ τοῦτο καὶ κατέσχον αὐτούς. Τίνος οὖν ἕνεκεν ἐρωτῶσι; Προσδοκῶντες αὐτοὺς διὰ τὸ πλῆθος ἐξάρνους γενήσεσθαι, καὶ τὸ πᾶν διὰ τούτου νομίζοντες κατωρθωκέναι. Ὅρα γοῦν καὶ τί φασιν· Ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; Τότε Πέτρος πλησθεὶς Πνεύματος ἁγίου, εἶπε πρὸς αὐτούς· ἀναμνήσθητί μοι νῦν τῶν τοῦ Χριστοῦ λόγων, καὶ πῶς ἐξέβη, ὃ ἔλεγεν· Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς εἰς συναγωγὰς, μὴ μεριμνήσητε, πῶς ἢ τί λαλήσετε· τὸ γὰρ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν ἐστι τὸ λαλοῦν ἐν ὑμῖν. Ἄρα ἐνεργείας πολλῆς ἀπέλαβον. Τί δὲ καὶ λέγει, ἄκουσον· Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι τοῦ Ἰσραήλ. Ὅρα φιλοσοφίαν ἀνδρὸς, καὶ πῶς γέμων παῤῥησίας οὐδὲν ὑβριστικὸν φθέγγεται, ἀλλὰ μετὰ τιμῆς· Ἄρχοντες τοῦ λαοῦ, φησὶ, καὶ πρεσβύτεροι τοῦ Ἰσραὴλ, εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, γνωστὸν ἔστω πᾶσιν ὑμῖν, καὶ παντὶ τῷ λαῷ Ἰσραήλ. Σφόδρα αὐτῶν γενναίως καθήψατο ἀπὸ τοῦ προοιμίου, καὶ διεκωδώνισε· μᾶλλον δὲ αὐτοὺς καὶ ἀνέμνησε τῶν προτέρων, ὅτι ἐπ' εὐεργεσίᾳ αὐτοὺς κρίνουσιν, ὡσανεὶ ἔλεγε· Μάλιστα μὲν ἐχρῆν στεφανοῦσθαι ἡμᾶς ἐπὶ τούτοις, καὶ ὡς εὐεργέτας ἀνακηρύττεσθαι· νῦν δὲ καὶ κρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, οὐχὶ πλουσίου, οὐχὶ δυνάστου, οὐχὶ ἐνδόξου· καίτοι ἐν τούτῳ τίς ἂν ἐβάσκηνε;