Ancient Greek · ~19 min
Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρνάβας ὑπὸ τῶν ἀποστόλων (ὅ ἐστι μεθερμηνευόμενον, υἱὸς παρακλήσεως), Λευίτης, Κύπριος τῷ γένει, ὑπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκε τὸ χρῆμα καὶ ἔθηκε παρὰ τοὺς πόδας τῶν ἀποστόλων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 2.1-12
Not analysed yet
Ἀλλ' ἴσως εἴποι τις ἂν, ὅτι σφόδρα πικρῶς αὐτῇ ἐχρήσατο. Τί λέγεις; εἰπέ μοι, ποία πικρία; Εἰ ξύλα τις συλλέξας καταλεύεται, πολλῷ μᾶλλον ὁ ἱερόσυλος· καὶ ταῦτα γὰρ ἱερὰ λοιπὸν ἦν τὰ χρήματα. Οὐκοῦν ὁ ἑλόμενος τὰ αὐτοῦ πωλῆσαι καὶ διαδοῦναι, εἶτα λαβὼν, ἱερόσυλος ἂν εἴη. Εἰ δὲ ὁ ἐκ τῶν αὐτοῦ λαβὼν, ἱερόσυλος, πολλῷ μᾶλλον ὁ ἐκ τῶν ἀλλοτρίων. Μὴ γὰρ, ἐπειδὴ νῦν μὴ γίνεται τοῦτο, καὶ ἕπεται παρὰ πόδας ἡ κόλασις, νομίσητε ἀτιμωρητὶ ταῦτα γίνεσθαι. Ὁρᾷς, ὅτι τοῦτο ἐγκαλεῖται, ὅτι ποιήσας αὐτὰ ἱερὰ χρήματα, τότε ἔλαβε; Μὴ γὰρ οὐκ ἠδύνασο, φησὶ, καὶ μετὰ τὸ πωλῆσαι αὐτὰ ὡς ἰδίοις ἀποχρήσασθαι; μὴ γὰρ ἐκωλύθης; διὰ τί μετὰ τὸ ὑποσχέσθαι λαμβάνεις; Ὅρα, πῶς εὐθέως ἐξ ἀρχῆς ἐπέθετο ὁ διάβολος μεταξὺ σημείων γενομένων καὶ θαυμάτων τοσούτων· μᾶλλον δὲ πῶς καὶ οὗτος ὑπ' αὐτοῦ ἐπωρώθη. Τοιοῦτόν τι καὶ ἐν τῇ Παλαιᾷ γέγονεν, ὅτε ὁ Χαρμὶ τὸ ἀνάθημα κλέψας ἑάλω· ἀλλ' ὅμως ἔγνως καὶ ἐκεῖ μεθ' ὅσης ἐκδικίας διωρθώθη τὸ πρᾶγμα. Ἱεροσυλία γὰρ σφόδρα χαλεπὸν, ἀγαπητὲ, καὶ πολλῆς γέμον καταφρονήσεως. Οὔτε πωλῆσαι ἠναγκάσαμεν, φησὶν, οὔτε πωλήσαντα δοῦναι τὰ χρήματα· σὺ εἵλου ἐξ οἰκείας προαιρέσεως· τί τοίνυν ἔκλεψας ἀπὸ τῶν ἱερῶν χρημάτων; Διὰ τί ἐπλήρωσε, φησὶν, ὁ Σατανᾶς τὴν καρδίαν σου; Καὶ εἰ ὁ Σατανᾶς τοῦτο ἐποίησε, τί αὐτὸς ἐγκαλεῖται; Αἴτιος γέγονε δεξάμενος αὐτοῦ τὴν ἐνέργειαν, καὶ πληρωθείς. Ἀλλ' ἔδει διορθῶσαι, φησίν. Ἀλλ' οὐκ ἂν διωρθώθη· ὁ γὰρ τοιαῦτα ὁρῶν καὶ μὴ κερδάνας, πολλῷ μᾶλλον οὐκ ἂν ἑτέρως ἐκέρδανεν. Οὐκ ἔδει τοίνυν ἁπλῶς παρελθεῖν τὸ γεγονὸς, ἀλλ' ὡς σηπεδόνα τινὰ ἐκτμηθῆναι, ἵνα μὴ τῷ λοιπῷ λυμήνηται σώματι. Νῦν μὲν γὰρ καὶ οὗτος ὠφέληται μὴ προελθὼν περαιτέρω κακίας, καὶ οἱ λοιποὶ σπουδαιότεροι γενόμενοι· τότε δὲ ἂν τοὐναντίον συνέβη. Διὰ τοῦτο πρῶτον ἐλέγχει, καὶ δείκνυσιν, ὅτι οὐκ ἔλαθεν αὐτὸν τὸ γεγονὸς, καὶ τότε καταδικάζει. Διὰ τί γὰρ, φησὶ, τοῦτο πεποίηκας; ἤθελες ἔχειν; Ἔδει ἔχειν ἐξ ἀρχῆς, καὶ μὴ ὑποσχέσθαι· νῦν δὲ λαβὼν μετὰ τὸ ἀναθέσθαι, μείζονα τὴν ἱεροσυλίαν εἰργάσω. Ὁ μὲν γὰρ τὰ τῶν ἄλλων λαμβάνων, ἴσως ἀλλοτρίων ἐπιθυμήσας λαμβάνει· σοὶ δὲ ἐξῆν ἔχειν τὰ σά. Τί τοίνυν ἐποίησας αὐτὰ ἱερὰ, καὶ τότε ἔλαβες; Ἀπὸ πολλῆς καταφρονήσεως τοῦτο πεποίηκας. Οὐκ ἔχει τὸ γενόμενον συγγνώμην, ἐκτός ἐστιν ἀπολογίας. Μηδεὶς δὲ σκανδαλιζέσθω, εἴ τινες καὶ νῦν εἰσιν ἱερόσυλοι. Εἰ γὰρ τότε ἦσαν, πολλῷ μᾶλλον νῦν, ὅτε πολλὰ τὰ κακά. Ἀλλ' ἐλέγχωμεν αὐτοὺς ἐπὶ πάντων, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν. Ὁ Ἰούδας ἱερόσυλος ἦν· ἀλλ' οὐκ ἐσκανδάλισε τοῦτο τοὺς μαθητάς. Ὁρᾷς, ὅσα κακὰ ἡ τῶν χρημάτων ἐπιθυμία ποιεῖ; Καὶ ἐγένετο, φησὶ, φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα. Ἐκεῖνος ἐτιμωρήθη, καὶ ἄλλοι ἐκέρδαναν. Ὥστε οὐχ ἁπλῶς τοῦτο οἰκονομεῖται· καίτοι δὲ σημείων ἄλλων πρότερον γενομένων, ὅμως οὐκ ἦν φόβος τοιοῦτος. Οὕτως ἀληθές ἐστιν ἐκεῖνο, ὅτι Γινώσκεται Κύριος κρίματα ποιῶν. Οὕτω καὶ ἐπὶ τῆς κιβωτοῦ γέγονεν· Ὀζᾶν ἐτιμωρήθη, καὶ ἐγένετο τοῖς ἄλλοις φόβος. Ἀλλ' ἐκεῖ μὲν φοβηθεὶς ὁ βασιλεὺς ἀπώσατο τὴν κιβωτόν· ἐνταῦθα δὲ οὗτοι μᾶλλον προσεκτικώτεροι γίνονται. Εἶδες, πῶς οὐκ ἐκάλεσε αὐτὸν ὁ Πέτρος, ἀλλ' ἀνέμεινεν ὥστε εἰσελθεῖν· οὐδὲ τῶν ἄλλων τις ἐτόλμησεν ἐξειπεῖν τὸ γεγονός. Τοῦτο φόβος διδασκάλου, τοῦτο τιμὴ μαθητῶν, τοῦτο ὑπακοή. Τριῶν ὡρῶν διάστημα. Καὶ οὐκ ἔμαθεν ἡ γυνὴ, οὐδὲ ἐξεῖπέ τις τῶν παρόντων, καίτοι γε ἱκανὸν ἦν ἐξηχθῆναι· ἀλλ' ἐφοβοῦντο. Τοῦτο γοῦν καὶ θαυμάζων ὁ συγγραφεὺς λέγει, ὅτι Μὴ εἰδυῖα τὸ γεγονὸς, εἰσῆλθε. Καίτοι γε ἀπὸ τούτου ἐνῆν μαθεῖν, ὅτι οἶδε τὰ λανθάνοντα. Διὰ τί γὰρ μηδένα ἐρωτήσας, ὑμᾶς ἐρωτᾷ; Ἢ δῆλον, ὅτι ὡς εἰδώς; Ἀλλ' ἡ πολλὴ πώρωσις οὐκ εἴασεν αὐτὴν τὸ ἔγκλημα ἀποδύσασθαι, ἀλλὰ μετὰ αὐθαδείας πολλῆς ἀποκρίνεται· ἐνόμιζε γὰρ πρὸς ἄνθρωπον διαλέγεσθαι. Τὸ δεινὸν τοῦτο, ὅτι ὡς ἐκ μιᾶς βουλῆς ἐπὶ τὴν ἁμαρτίαν ἦλθον, ἢ ὥσπερ ἀπὸ συνθήκης τινός. Τί ὅτι συνεφωνήθη ὑμῖν, φησὶ, πειρᾶσαι τὸ Πνεῦμα τὸ ἅγιον; Ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τὴν θύραν, καὶ ἐξοίσουσί σε. Πρότερον αὐτὴν διδάσκει τὸ ἁμάρτημα, καὶ τότε δείκνυσιν, ὅτι δικαίως τὰ αὐτὰ πείσεται τῷ ἀνδρί· ἐπειδὴ καὶ τὰ αὐτὰ ἥμαρτε. Καὶ πῶς, φησὶ, Παραχρῆμα ἔπεσε παρὰ τοὺς πόδας αὐτοῦ, καὶ ἐξέψυξεν; Ὅτι πλησίον εἱστήκει. Οὕτως αὐτοὶ καθ' ἑαυτῶν τὴν τιμωρίαν ἐπεσπάσαντο. Τίς λοιπὸν οὐκ ἂν ἐξεπλάγη; τίς οὐκ ἂν ἔδεισε τὸν ἀπόστολον; τίς οὐκ ἂν ἐθαύμασε; Καὶ ἦσαν ὁμοθυμαδὸν, φησὶν, ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος. Ἐκ τούτου δῆλον, ὅτι οὐκ ἐν οἰκίᾳ, ἀλλὰ τὸ ἱερὸν καταλαβόντες ἐκεῖ διέτριβον· οὔτε μὴν λοιπὸν ἀκαθάρτων ἅπτεσθαι ἐφυλάττοντο, ἀλλ' ἁπλῶς ἥπτοντο τῶν νεκρῶν. Καὶ ὅρα, πῶς ἐν μὲν τοῖς οἰκείοις εἰσὶ σφοδροὶ, ἐν δὲ τοῖς ἀλλοτρίοις οὐ κέχρηνται τῇ δυνάμει. Μᾶλλον δὲ, φησὶ, προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν· ὥστε κατὰ τὰς πλατείας τιθέναι τοὺς ἀσθενεῖς ἐπὶ κλινῶν καὶ κραββάτων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν.