Ancient Greek · ~19 min
Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρνάβας ὑπὸ τῶν ἀποστόλων (ὅ ἐστι μεθερμηνευόμενον, υἱὸς παρακλήσεως), Λευίτης, Κύπριος τῷ γένει, ὑπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκε τὸ χρῆμα καὶ ἔθηκε παρὰ τοὺς πόδας τῶν ἀποστόλων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 1.1-12
Not analysed yet
Μέλλει διηγεῖσθαι τὸ κατὰ Ἀνανίαν λοιπὸν καὶ Σάπφειραν, καὶ θέλων δεῖξαι τὸν ἄνδρα χείριστα ἡμαρτηκότα, πρώτου μέμνηται τοῦ κατωρθωκότος· ὅτι τοσούτου πλήθους ὄντος τοῦ ταῦτα ποιοῦντος, τοσαύτης χάριτος, τοσούτων σημείων, οὐχ ὑπ' οὐδενὸς τούτων διωρθώθη, ἀλλὰ καθάπαξ ὑπὸ τῆς φιλοχρηματίας τυφλωθεὶς, τὸν ὄλεθρον ἐκεῖνον ἐπεσπάσατο τῇ ἑαυτοῦ κεφαλῇ. Ὑπάρχοντος αὐτῷ ἀγροῦ· οὕτως εἶπεν, δηλῶν, ὅτι τοῦτον μόνον ἐκέκτητο· πωλήσας ἤνεγκε τὸ χρῆμα, καὶ ἔθηκε παρὰ τοὺς πόδας τῶν ἀποστόλων. Ἀνὴρ δέ τις ὀνόματι Ἀνανίας, σὺν Σαπφείρᾳ τῇ γυναικὶ αὐτοῦ, ἐπώλησε κτῆμα, καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίας καὶ τῆς γυναικός· καὶ ἐνέγκας μέρος τι, παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκε. Τὸ δεινὸν, ὅτι μετὰ συγκαταθέσεως ἡ ἁμαρτία, καὶ οὐδεὶς ἕτερος ᾔδει τὸ γενόμενον. Πόθεν ἐπῆλθε τῷ ταλαιπώρῳ τούτῳ καὶ ἀθλίῳ τοῦτο ἐργάσασθαι; Εἶπε δὲ ὁ Πέτρος· Ἀνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον, καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; Ὅρα καὶ νῦν μέγα σημεῖον γενόμενον, καὶ πολλῷ πλέον ἐκείνου τοῦ προτέρου. Οὐχὶ μένον σοὶ ἔμενε, καὶ πραθὲν ἐπὶ τῇ σῇ ἐξουσίᾳ ὑπῆρχε; Τουτέστι, Μὴ γὰρ ἀνάγκη τις ἦν καὶ βία; μὴ γὰρ ἄκοντας ὑμᾶς ἕλκομεν; Τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. Ἀκούων δὲ ὁ Ἀνανίας τοὺς λόγους τούτους, πεσὼν ἐξέψυξεν. Ὁρᾷς, πόθεν μεῖζον τὸ σημεῖον τοῦτο; Ἀπὸ τοῦ ἀνελεῖν, ἀπὸ τοῦ τὰ ἐν διανοίᾳ εἰδέναι, καὶ τὰ λάθρᾳ γεγονότα. Ἐγένετο δὲ φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα. Ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν, καὶ ἐξενέγκαντες ἔθαψαν. Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα, καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν. Ἀπεκρίθη δὲ αὐτῇ ὁ Πέτρος· Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; Ταύτην ἐβούλετο σῶσαι· ἐκεῖνος γὰρ ἦν ὁ ἀρχηγὸς τῆς ἁμαρτίας. Καὶ διὰ τοῦτο αὐτῇ δίδωσι τάχα καιρὸν ἀπολογίας, καὶ ἐξουσίαν μετανοίας. Διὸ καὶ λέγει· Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; Ἡ δὲ εἶπε, Ναὶ τοσούτου. Ὁ δὲ Πέτρος εἶπε πρὸς αὐτήν· Τί ὅτι συνεφωνήθη ὑμῖν πειρᾶσαι τὸ Πνεῦμα τὸ ἅγιον; Ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ, καὶ ἐξοίσουσί σε. Ἔπεσε δὲ παραχρῆμα παρὰ τοὺς πόδας αὐτοῦ, καὶ ἐξέψυξεν. Εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκρὰν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς. Καὶ ἐγένετο φόβος μέγας ἐφ' ὅλην τὴν Ἐκκλησίαν, καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα. Μετὰ τὸ γενέσθαι τὸν φόβον αὐτῶν, πλείονα σημεῖα ἐποίουν· καὶ ὅτι ἐποίουν, ἄκουε. Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά. Καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος· τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ' ἐμεγάλυνεν αὐτοὺς ὁ λαός. Εἰκότως. Καὶ γὰρ ὁ Πέτρος ἦν λοιπὸν φοβερὸς, κολάζων καὶ τὰ εἰς νοῦν ἐξελέγχων· ᾧ καὶ μᾶλλον προσέκειντο διά τε τὸ σημεῖον, καὶ τὴν πρώτην δημηγορίαν, καὶ τὴν δευτέραν, καὶ τὴν τρίτην. Αὐτὸς γὰρ καὶ τὸ σημεῖον εἰργάσατο τὸ πρῶτον, καὶ τὸ δεύτερον, καὶ τὸ νῦν, ὅπερ ἐμοὶ καὶ διπλοῦν, ἀλλ' οὐχ ἁπλῶς ἕν τι καὶ μόνον εἶναι δοκεῖ· ἓν μὲν, τὸ τὰ κατὰ διάνοιαν ἐλέγξαι· δεύτερον δὲ, τὸ ἀνελεῖν προστάγματι. Μᾶλλον δὲ προσετίθεντο πιστεύοντες, φησὶν, τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν, ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς, καὶ τιθέναι ἐπὶ τῶν κλινῶν καὶ κραββάτων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. Τοῦτο ἐπὶ τοῦ Χριστοῦ οὐ γέγονεν· ὅθεν καὶ ὁρᾷν νῦν ἐστιν ἔργῳ τὸ ὑπ' αὐτοῦ εἰρημένον ἐξελθόν. Ποῖον δὴ τοῦτο; Ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει. Συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰς Ἱερουσαλὴμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες. Σὺ δέ μοι σκόπει, πῶς αὐτοῖς ὁ βίος ὑφαίνεται πᾶς διὰ τῶν ἐναντίων. Οἷον, ἀθυμία πρώτη γέγονε διὰ τὴν ἀνάληψιν τοῦ Χριστοῦ, εἶτα εὐθυμία διὰ τὴν τοῦ Πνεύματος κάθοδον· πάλιν ἀθυμία διὰ τοὺς χλευάζοντας, εἶτα εὐθυμία διὰ τοὺς πιστοὺς καὶ τὸ σημεῖον· πάλιν ἀθυμία διὰ τὸ κατασχεθῆναι, εἶτα εὐθυμία διὰ τῆς ἀπολογίας. Πάλιν ἐνταῦθα καὶ εὐθυμία καὶ ἀθυμία. Ὅτι μὲν γὰρ ἦσαν λαμπροὶ, καὶ ὁ Θεὸς αὐτοῖς ἀπεκάλυψεν, εὐθυμία· ὅτι δὲ τοὺς αὐτῶν ἀνῄρουν, ἀθυμία. Πάλιν εὐθυμία ἀπὸ τῆς λαμπρότητος· πάλιν ἀθυμία ἀπὸ τοῦ ἀρχιερέως. Καὶ διόλου τοῦτο σκοπουμένοις ἰδεῖν δυνατόν· καὶ ἐπὶ τῶν παλαιῶν δὲ οὕτως εὕροι τις ἄν. Ἴδωμεν δὲ ἄνωθεν τὰ εἰρημένα. Ἐπώλουν, φησὶ, καὶ ἔφερον τὰς τιμὰς, καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων. Ὅρα μοι, ἀγαπητὲ, πῶς οὐ τοῖς ἀποστόλοις ἐπέτρεπον πωλεῖν, ἀλλ' αὐτοὶ ἐπώλουν, καὶ τὰς τιμὰς ἐκείνοις ἐδίδοσαν. Ἀλλ' οὐχ οὕτως ὁ Ἀνανίας, ἀλλ' ὑφαιρεῖταί τι τῆς τιμῆς οὗ ἀπέδοτο ἀγροῦ· διὸ καὶ τιμωρεῖται ὡς τὸ πρᾶγμα μὴ καλῶς διαθέμενος, καὶ κλέπτων τὰ ἑαυτοῦ φωραθείς. Οὗτος καὶ τῶν νῦν ἱερέων ἥψατο ὁ λόγος, καὶ σφόδρα κατὰ κράτος. Ἐπεὶ δὲ συνῄδει τῷ γενομένῳ καὶ ἡ τούτου γυνὴ, διὰ τοῦτο καὶ αὐτὴν ἐξετάζει.