Ancient Greek · ~19 min
Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον, λέγων· Ἀνάστηθι καὶ πορεύου πρὸς μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. Καὶ ἀναστὰς ἐπορεύθη.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 2.1-19
Not analysed yet
Ἀλλ' ὅρα, πῶς συνετῶς καὶ ὁ εὐνοῦχος ἀπολογεῖται. Πῶς γὰρ ἂν, φησὶ, δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; Οὐκ εἶδεν εἰς τὸ σχῆμα, οὐκ εἶπε· Σὺ τίς εἶ; οὐκ ἐμέμψατο, οὐκ ἀλαζονεύεται, οὐ λέγει εἰδέναι, ἀλλ' ὁμολογεῖ ἀγνοεῖν· διὸ καὶ μανθάνει. Ἐπιδεικνύει τὸ τραῦμα τῷ ἰατρῷ· συνεῖδεν, ὅτι καὶ οἶδε ταῦτα, καὶ βούλεται διδάξαι. Εἶδε τὸ ἄτυφον· οὐδὲ γὰρ λαμπρὸν ἐπεφέρετο σχῆμα. Οὕτως ἦν φιλήκοος καὶ τοῖς λόγοις προσεῖχεν, ὅτι καὶ τὸ, Ὁ ζητῶν εὑρίσκει, ἐπ' αὐτοῦ ἐπληροῦτο. Παρεκάλεσε δὲ, φησὶ, τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. Εἶδες τὴν σπουδήν; εἶδες τὸν πόθον; Παρακαλεῖ ἀναβάντα συγκαθίσαι αὐτῷ· οὕτως οὐκ ᾔδει, τί ἔμελλεν αὐτῷ ἐρεῖν, ἀλλ' ἐνόμιζεν ἁπλῶς προφητείαν τινὰ ἀκούσεσθαι. Καὶ αὕτη δὲ μείζων τιμὴ, τὸ μὴ ἁπλῶς ἀναγαγεῖν, ἀλλὰ παρακαλέσαντα. Προσδραμὼν δὲ ὁ Φίλιππος, ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος. Καὶ ὁ δρόμος σημεῖον βουλομένου εἰπεῖν, καὶ ἡ ἀνάγνωσις σπουδῆς. Ἐν τοιούτῳ γὰρ ἀνεγίνωσκε καιρῷ, ἐν ᾧ σφοδρότερον ποιεῖ τὸ καῦμα ὁ ἥλιος. Ἡ δὲ περιοχὴ ἦν αὕτη· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. Καὶ τοῦτο αὐτοῦ δεῖγμα τῆς φιλομαθείας, τὸ τὸν προφήτην τοῦτον μετὰ χεῖρας ἔχειν τῶν ἄλλων ὄντα ὑψηλότερον. Διὸ καὶ οὐ μετὰ σφοδρότητος αὐτῷ διηγεῖται, ἀλλ' ἡμέρως· μᾶλλον δὲ οὐδὲ οὕτω φθέγγεται πρότερον, ἕως ὅτε ἠρωτήθη, ἕως ἐκεῖνος παρεκάλεσεν· ὥσπερ τὸ αὐτὸ πάλιν ποιῶν, φησί· Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; Ἐμοὶ δοκεῖ, ὅτι οὐκ ᾔδει, ὡς περὶ ἄλλων λέγουσιν οἱ προφῆται· ἢ εἰ μὴ τοῦτο, ὅτι περὶ ἑαυτῶν διαλέγονται ἐν ἑτέρῳ προσώπῳ, ἠγνόει. Αἰσχυνθῶμεν καὶ πένητες καὶ πλουτοῦντες ἐκεῖνον τὸν ταμίαν. Εἶτα ἦλθον ἐπί τι ὕδωρ, καί φησιν· Ἰδοὺ ὕδωρ. Σφόδρα ψυχῆς τοῦτο ἐκκαιομένης. Τί κωλύει με βαπτισθῆναι; Ὁρᾷς αὐτοῦ τὴν ἐπιθυμίαν; Οὐ λέγει, Βάπτισόν με, οὔτε σιωπᾷ· ἀλλὰ μέσον τι καὶ τῆς ἐπιθυμίας καὶ τῆς εὐλαβείας φθέγγεται, λέγων· Τί κωλύει με βαπτισθῆναι; Ὅρα, πῶς τὰ δόγματα ἀπηρτισμένα εἶχε· καὶ γὰρ ὁ προφήτης πάντα περιεῖχε, τὴν σάρκωσιν, τὸ πάθος, τὴν ἀνάστασιν, τὴν ἀνάληψιν, τὴν κρίσιν τὴν μέλλουσαν· ἃ δὴ καὶ πολλὴν τὴν ἐπιθυμίαν αὐτῷ μάλιστα ἐνεποίησαν. Αἰσχύνθητε ὅσοι ἀφώτιστοι τυγχάνετε. Καὶ ἐκέλευσε, φησὶ, στῆναι τὸ ἅρμα. Ἅμα εἶπε καὶ ἐπέταξε, πρὶν ἢ ἀκούσῃ. Ὡς δὲ ἀνέβησαν ἀπὸ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασε τὸν Φίλιππον. Καλῶς, ἵνα θεῖον δειχθῇ τὸ γινόμενον, καὶ ἵνα μὴ νομίσῃ, ὅτι ἄνθρωπός ἐστιν ἁπλῶς. Καὶ ἐπορεύετο, φησὶ, τὴν ὁδὸν αὐτοῦ χαίρων. Τοῦτο εἶπε, δεικνὺς, ὅτι ἐλυπήθη ἂν, εἰ ἔγνω· οὕτως ὑπὸ τῆς πολλῆς χαρᾶς, καίτοι Πνεύματος καταξιωθεὶς, οὐδὲ ἑώρα τὰ παρόντα. Καὶ εὑρέθη, φησὶν, εἰς Ἄζωτον. Μέγα ἐντεῦθεν καὶ ὁ Φίλιππος ἐκέρδανεν. Ὅπερ γὰρ ἤκουσε περὶ τῶν προφητῶν, περὶ Ἀμβακοὺμ, περὶ Ἰεζεκιὴλ καὶ τῶν ἄλλων, εἶδεν ἐπ' αὐτοῦ γενόμενον, ὃς ἐν ἀκαρεῖ δείκνυται πολλὴν ὁδὸν ἀπελθὼν, εἴ γε ἐν Ἀζώτῳ εὑρέθη, καὶ ἐκεῖ λοιπὸν ἵσταται, ἔνθα αὐτὸν καὶ εὐαγγελίσασθαι ἔδει. Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ, ᾐτήσατο παρ' αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγὰς, ὅπως, ἄν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ. Εὐκαίρως παρενέβαλε τὰ περὶ τοῦ ζήλου τοῦ Παύλου, ἵνα δείξῃ, ὅτι ἐν μέσῳ τῷ ζήλῳ ἕλκεται. Οὐδέπω γὰρ κορεσθεὶς τῷ φόνῳ Στεφάνου, οὐδὲ ἐμπλησθεὶς τῷ διωγμῷ τῆς Ἐκκλησίας καὶ τῇ διασπορᾷ, πρόσεισι τῷ ἀρχιερεῖ. Ἐνταῦθα πληροῦται τὸ παρὰ τοῦ Χριστοῦ πρὸς τοὺς μαθητὰς εἰρημένον, ὅτι Ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. Οὗτος μὲν οὖν οὕτως ἐποίει, οὐχ ὡς Ἰουδαῖοι· μὴ γένοιτο. Ὅτι γὰρ ζήλῳ ἐποίει, δῆλον ἐκ τοῦ καὶ εἰς τὰς ἔξω πόλεις ἀπιέναι. Ἐκεῖνοι δὲ οὔτε κἂν τῶν ἐν Ἱεροσολύμοις ἐφρόντισαν, ἀλλ' ἑνὸς ἐγένοντο μόνου, τοῦ τιμῆς ἀπολαύειν. Διὰ τί δὲ εἰς Δαμασκὸν ἐπορεύετο; Μεγάλη ἡ πόλις ἦν, βασιλικὴ ἦν· ἐφοβεῖτο, μὴ καὶ ἐκείνη προκαταληφθῇ. Καὶ ὅρα τὸν πόθον καὶ τὴν σφοδρότητα, πῶς νομικῶς ἔπραττεν. Οὐ προσέρχεται ἄρχοντι, ἀλλὰ τῷ ἀρχιερεῖ. Αἰτεῖ ἐπιστολὰς παρ' αὐτοῦ, ὅπως, ἄν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας. Ὁδὸν τοὺς πιστεύοντας καλεῖ, οἳ παρὰ πᾶσιν οὕτως ὠνομάζοντο τότε, ἴσως διὰ τὸ τὴν ὁδὸν τέμνειν τὴν εἰς οὐρανὸν φέρουσαν. Διὰ τί δὲ μὴ ἔλαβεν ἐξουσίαν ἐκεῖ τιμωρήσασθαι αὐτοὺς, ἀλλ' εἰς Ἱεροσόλυμα ἄγει; Ὥστε μετὰ πλείονος τῆς ἐξουσίας ἐνταῦθα τὰ τῆς τιμωρίας ποιῆσαι. Καὶ ὅρα, οἵῳ κινδύνῳ ἐπιῤῥίπτων ἑαυτὸν, ὅμως καὶ οὕτω φοβεῖται, μή τι πάθῃ κακόν. Διὰ τοῦτο γοῦν καὶ ἄλλους λαμβάνει μεθ' ἑαυτοῦ, τὸν φόβον τάχα ὑποτεμνόμενος· ἢ καὶ ἐπεὶ κατὰ πολλῶν ἀπῄει, πολλοὺς λαμβάνει, ὅπως θαρσαλεώτερον, Οὓς ἂν εὕρῃ ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ ἐν Ἱερουσαλήμ. Ἄλλως τε καὶ διὰ τῆς ὁδοῦ πᾶσιν αὐτοῖς δεῖξαι ἐβούλετο αὐτοῦ τὸ πᾶν ὄν· οὕτως ἐκεῖνοι οὐκ ἐσπούδαζον τοῦτο. Καὶ ὅρα αὐτὸν εἰς φυλακὴν ἐμβάλλοντα καὶ πρὸ τούτου. Ἐκεῖνοι μὲν οὖν οὐκ ἴσχυσαν, οὗτος δὲ ἴσχυσεν ἀπὸ τῆς προθυμίας. Ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ· καὶ ἐξαίφνης περιήστραψεν αὐτὸν φῶς ἀπὸ τοῦ οὐρανοῦ, καὶ πεσὼν ἐπὶ τὴν γῆν, ἤκουσε φωνῆς λεγούσης αὐτῷ· Σαοὺλ, Σαοὺλ, τί με διώκεις;