Ancient Greek · ~19 min
Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον, λέγων· Ἀνάστηθι καὶ πορεύου πρὸς μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. Καὶ ἀναστὰς ἐπορεύθη.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-19
Not analysed yet
Διὰ τί μὴ ἐν Ἱεροσολύμοις, διὰ τί μὴ γέγονεν ἐν Δαμασκῷ; Ὥστε μὴ ἐξεῖναι ἄλλους ἄλλως αὐτὸ διηγήσασθαι, ἀλλ' αὐτὸς ἀξιόπιστος ᾖ διηγούμενος ὁ διὰ τοῦτο ἀπιών. Τοῦτο γοῦν λέγει, καὶ πρὸς Ἀγρίππαν ἀπολογούμενος. Πάσχει δὲ καὶ τὰς ὄψεις, διότι ἡ ὑπερβολὴ τοῦ φωτὸς πλήττειν εἴωθε· μέτρα γὰρ ἔχουσιν οἱ ὀφθαλμοί. Λέγεται δὲ καὶ φωνῆς ὑπερβολὴ κωφοὺς ποιεῖν καὶ ἀποπλῆγας. Ἀλλὰ τοῦτον μόνον ἐπήρωσε, καὶ ἔσβεσεν αὐτοῦ τὸν θυμὸν τῷ φόβῳ, ὥστε αὐτὸν ἀκοῦσαι τὰ λεγόμενα. Σαοὺλ, Σαοὺλ, φησὶ, τί με διώκεις; Οὐ λέγει αὐτῷ, Πίστευσον, οὐδὲ ἄλλο τι τοιοῦτον οὐδὲν, ἀλλ' ἐγκαλεῖ. Μονονουχὶ γὰρ τοῦτό φησι, δι' ὧν ἐγκαλεῖ· Τί παρ' ἐμοῦ μέγα ἢ μικρὸν ἠδικημένος ταῦτα ποιεῖς; Εἶπε δέ· Τίς εἶ, Κύριε; Τέως ὡμολόγησεν ἑαυτὸν δοῦλον. Ὁ δὲ Κύριος εἶπεν· Ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις. Ὡσεὶ ἔλεγε· Μὴ νομίσῃς πρὸς ἀνθρώπους εἶναί σοι τὸν πόλεμον. Οἱ δὲ συνόντες αὐτῷ, τὴν φωνὴν μὲν τοῦ Παύλου ἤκουσαν, οὐδένα δὲ ἐθεώρουν, πρὸς ὃν ἀπεκρίνατο. Εἰκότως· τῶν γὰρ ἐλαττόνων αὐτοὺς ἐποίησεν ἀκροατάς. Εἰ γὰρ τῆς φωνῆς ἤκουσαν ἐκείνης, κἂν ἠπίστησαν· τὸν δὲ Παῦλον ὁρῶντες ἀποκρινόμενον, ἐθαύμαζον. Ἀλλὰ Ἀνάστηθι, καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι, τί σε δεῖ ποιεῖν. Ὅρα, πῶς οὐκ εὐθέως πάντα αὐτῷ ἀποκαλύπτει, ἀλλὰ μόνον προμαλάττει αὐτοῦ τὴν διάνοιαν, καὶ δι' ὧν παρακελεύεται ποιεῖν αὐτὸν, παραχρῆμα δίδωσιν αὐτῷ χρηστὰς ἐλπίδας, καὶ ὅτι ἀναβλέψει. Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ, εἱστήκεισαν ἐννεοὶ, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες. Ἠγέρθη δὲ ὁ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων τε τῶν ὀφθαλμῶν αὐτοῦ, οὐδένα ἔβλεπε. Χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν. Τὸ λάφυρον τοῦ διαβόλου, τὰ σκεύη αὐτοῦ, καθάπερ πόλεώς τινος ἢ μητροπόλεως ληφθείσης, εἰσάγουσι. Καὶ τὸ δὴ θαυμαστὸν, αὐτοὶ οἱ πολέμιοι καὶ ἐχθροὶ εἰσήγαγον αὐτὸν, πάντων ὁρώντων. Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιε. Τί τούτου ἴσον γένοιτ' ἄν; Ἀντίῤῥοπος τῆς ἐπὶ Στεφάνου ἀθυμίας παράκλησις ἡ Παύλου προσαγωγὴ γίνεται, ἔχουσα μὲν καὶ αὐτόθεν παραμυθίαν, τὸ οὕτως αὐτὸν ἀπελθεῖν, λαβοῦσα δὲ καὶ ταύτην, καὶ αἱ Σαμαρειτῶν δὲ κῶμαι προσαχθεῖσαι, μεγίστην παρέσχον παράκλησιν. Καὶ διὰ τί, φησὶ, μὴ ἐξ ἀρχῆς τοῦτο γέγονεν, ἀλλὰ μετὰ ταῦτα; Ἵνα δειχθῇ, ὅτι ὄντως ἀνέστη ὁ Χριστός. Ὁ γὰρ ἐλαύνων αὐτὸν, καὶ ἀπιστῶν αὐτοῦ τῇ τελευτῇ καὶ τῇ ἀναστάσει, καὶ τοὺς μαθητὰς αὐτοῦ διώκων, οὗτος πόθεν, εἰπέ μοι, ἂν ἐπίστευσεν, εἰ μὴ πολλὴ ἦν τοῦ σταυρωθέντος ἡ ἰσχύς; Ἔστω, ἐκεῖνοι αὐτῷ ἐχαρίζοντο· τί ἐρεῖς πρὸς τοῦτον; Ἄλλως δὲ διὰ τοῦτο μετὰ τὴν ἀνάστασιν προσῆλθε, καὶ οὐκ εὐθέως, ἵνα σαφέστερος αὐτοῦ δειχθῇ ὁ πόλεμος. Ὁ γὰρ οὕτω μαινόμενος, ὡς καὶ αἵματα ἐκχεῖν, καὶ εἰς δεσμωτήρια ἐμβάλλειν, ἀθρόον πιστεύει. Οὐκ ἤρκει τὸ μὴ συγγενέσθαι τῷ Χριστῷ, ἀλλ' ἔδει καὶ πολεμηθῆναι σφοδρῶς ὑπ' αὐτοῦ τοὺς πιστούς· οὐδεμίαν κατέλιπεν ὑπερβολὴν μανίας· πάντων σφοδρότερος οὗτος ἦν. Ἐπειδὴ δὲ ἐπηρώθη, τότε τῆς δεσποτείας αὐτοῦ τὰ τεκμήρια καὶ τῆς φιλανθρωπίας γνωρίζει· ἢ καὶ ἵνα μή τις εἴπῃ, ὅτι ὑπεκρίνατο. Πῶς γὰρ, ὁ αἱμάτων ἐπιθυμῶν, ὁ τοῖς ἱερεῦσι προσελθὼν, ὁ εἰς κινδύνους ἑαυτὸν ἐπιῤῥίπτων, καὶ τοὺς ἔξω ἐλαύνων καὶ τιμωρούμενος; Οὗτος οὖν μετὰ ταῦτα πάντα τὴν δεσποτείαν ὁμολογεῖ. Διὰ τί δὲ οὐκ ἔνδον ἐν τῇ πόλει περιηστράφθῃ τῷ φωτὶ, ἀλλὰ πρὸ αὐτῆς; Ὅτι οὐκ ἂν ἐπίστευσαν οἱ πολλοὶ, ἀλλὰ καὶ ἐχλεύασαν ἄν· ὅπου γε καὶ ἐκεῖ ἄνωθεν ἐνεχθείσης φωνῆς ἀκούοντες ἔλεγον, ὅτι Βροντή ἐστιν· οὗτος δὲ ἀξιόπιστος ἦν ἀπαγγέλλων μᾶλλον τὰ αὐτοῦ. Καὶ δεδεμένος εἰσήγετο, οὐ περικειμένων αὐτῷ δεσμῶν, καὶ εἷλκον αὐτὸν τὸν προσδοκήσαντα τοὺς ἄλλους ἕλξειν. Τίνος δὲ ἕνεκεν οὐκ ἔφαγεν, οὐδὲ ἔπιε; Κατεγίνωσκεν ἑαυτοῦ ἐπὶ τοῖς γινομένοις, ἐξωμολογεῖτο, ηὔχετο, παρεκάλει τὸν Θεόν. Εἰ δὲ λέγοι τις, ἀνάγκης εἶναι τὸ πρᾶγμα (καὶ γὰρ ὁ Ἐλύμας τὸ αὐτὸ ἔπαθεν), ἐροῦμεν· Ναὶ ἔπαθεν, ἀλλ' ἔμεινεν ὡς εἶχε. Πῶς οὖν οὐκ ἠναγκάσθη; Καὶ τί ἀναγκαστικώτερον τοῦ σεισμοῦ τοῦ ἐπὶ τῆς ἀναστάσεως, τῶν στρατιωτῶν τῶν ἀπαγγειλάντων, τῶν σημείων τῶν ἄλλων, τοῦ ἰδεῖν αὐτὸν ἀναστάντα; Ἀλλ' οὐκ ἔστι ταῦτα ἀναγκαστικὰ, ἀλλὰ διδακτικά. Ἰουδαῖοι διὰ τί οὐκ ἐπίστευσαν ταῦτα ἀκούοντες; Ὅτι ἠλήθευε δῆλον ἦν. Οὐ γὰρ ἂν μετέθετο, μὴ γενομένου τούτου· ὥστε πάντας πιστεῦσαι ἔδει. Τῶν τὴν ἀνάστασιν αὐτοῦ κηρυττόντων οὐχ ἥττων ἦν, μᾶλλον δὲ καὶ ἀξιοπιστότερος, ἀθρόον μεταβεβλημένος. Οὐ συνεγένετό τινι τῶν πιστῶν, ἀλλ' ἐν Δαμασκῷ μετεβάλετο, μᾶλλον δὲ πρὸ τῆς Δαμασκοῦ τοῦτο ἔπαθεν. Ἐρωτῶ τὸν Ἰουδαῖον· Πόθεν, εἰπέ μοι, μετεβλήθη Παῦλος; Τοσαῦτα σημεῖα εἶδε, καὶ οὐ μετεβλήθη· ὁ διδάσκαλος αὐτοῦ μετεβλήθη, καὶ οὗτος οὐ μετεβλήθη· τίς ἔπεισεν αὐτόν; μᾶλλον δὲ τίς ἀθρόον τοσαύτην ἐνέβαλεν αὐτῷ προθυμίαν, ὡς καὶ ἀνάθεμα εὔξασθαι γενέσθαι ὑπὲρ τοῦ Χριστοῦ; Φανερά ἐστιν ἡ τῶν πραγμάτων ἀλήθεια. Ἀλλ' ὅπερ ἔφην, τέως τὸν εὐνοῦχον αἰσχυνθῶμεν, καὶ φωτιζόμενον καὶ ἀναγινώσκοντα. Ὁρᾶτε, πῶς ἦν ἐν δυναστείᾳ, πῶς ἦν ἐν πλούτῳ, καὶ οὐδὲ ἐν ὁδῷ ἡσύχαζε; Τίς ἦν ἄρα οὗτος μένων ἐπ' οἰκίας, μηδὲ ἐν ὁδοῖς ἀνεχόμενος σχολάζειν; τίς ἦν οὗτος ἐν νυκτί;