Ancient Greek · ~21 min
Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ, ὀνόματι Κορνήλιος, ἑκατοντάρχης, ἐκ σπείρας τῆς καλουμένης Ἰταλικῆς, εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ, καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντὸς, εἶδεν ἐν ὁράματι φανερῶς, ὡσεὶ ὥρᾳ ἐνάτῃ τῆς ἡμέρας, ἄγγελον Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν, καὶ εἰπόντα αὐτῷ· Κορνήλιε. Ὁ δὲ ἀτενίσας αὐτῷ, καὶ ἔμφοβος γενόμενος, εἶπε· Τί ἐστι, Κύριε; Εἶπε δὲ αὐτῷ· Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 2.1-22
Not analysed yet
Τί ποτε τοῦτό ἐστι; Σύμβολον τῆς οἰκουμένης ἁπάσης τὸ πρᾶγμα γίνεται. Ὁ ἄνθρωπος ἀκρόβυστος ἦν, καὶ οὐδὲν κοινὸν εἶχε πρὸς Ἰουδαίους. Ἐπεὶ οὖν ἔμελλον αὐτοῦ κατηγορεῖν ἅπαντες ὡς παραβάτου, καὶ τοῦτο πάνυ αὐτοῖς προσίστατο, ἀναγκαίως οἰκονομεῖται εἰπεῖν, Οὐδέποτε ἔφαγον· οὐχὶ αὐτὸς δεδοικὼς, μὴ γένοιτο, ἀλλ' ὑπὸ τοῦ Πνεύματος, ὡς ἔφην, οἰκονομούμενος, ἵν' ἔχῃ ἀπολογίαν πρὸς τοὺς ἐγκαλοῦντας, ὅτι καὶ ἀντεῖπεν· πάνυ γὰρ αὐτοῖς ἔμελε τοῦ τὸν νόμον φυλάττεσθαι. Εἰς ἔθνη ἐπέμπετο. Ἵνα οὖν μὴ καὶ οὗτοι αὐτοῦ κατηγορῶσιν, ὡς ἔφθην εἰπὼν, ταῦτα οἰκονομεῖται· ἢ καὶ ἵνα μὴ δόξῃ φαντασία τις εἶναι, εἶπε, Μηδαμῶς, Κύριε, ὅτι οὐδέποτε ἔφαγον κοινὸν ἢ ἀκάθαρτον. Ἐγένετο δὲ φωνὴ πρὸς αὐτόν· Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. Τοῦτο δοκεῖ μὲν πρὸς αὐτὸν λέγεσθαι· τὸ δὲ πᾶν πρὸς Ἰουδαίους λέγεται. Εἰ γὰρ ὁ διδάσκαλος ἐπιτιμᾶται, πολλῷ μᾶλλον οὗτοι. Ἡ οὖν σινδὼν, τοῦτό ἐστιν ἡ γῆ· τὰ δὲ ἐν αὐτῇ θηρία, οἱ ἐξ ἐθνῶν· τὸ δὲ, Θῦσον καὶ φάγε, ὅτι κἀκείνοις δεῖ προσιέναι· τὸ δὲ τρίτον τοῦτο γενέσθαι, τὸ βάπτισμα δηλοῖ. Μηδαμῶς, Κύριε, οὐδέποτε ἔφαγον κοινὸν ἢ ἀκάθαρτον. Καὶ διὰ τί, φησὶν, ἀντεῖπεν; Ἵνα μή τις εἴπῃ, ὅτι ἐπείραζεν ὁ Θεὸς αὐτὸν, ὥσπερ ἐπὶ τοῦ Ἀβραὰμ, ὅτε ἐκελεύετο τὸν υἱὸν θυσίαν ἀνενεγκεῖν· ὡς ἐπὶ τοῦ Φιλίππου, ὅτε, Πόσους ἄρτους ἔχετε; ὑπὸ τοῦ Χριστοῦ ἠρωτήθη· οὐχ ἵνα μάθῃ, ἀλλὰ πειράζων αὐτόν. Καὶ μὴν ἐν τῷ νόμῳ περὶ καθαρῶν καὶ ἀκαθάρτων διεστείλατο Μωϋσῆς τῶν τε ἐν γῇ τῶν τε ἐν θαλάσσῃ· καὶ ὅμως οὐδὲ οὕτως ᾔδει. Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος, τί ἂν εἴη τὸ ὅραμα, ὃ εἶδε, καὶ ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ἀπὸ τοῦ Κορνηλίου, διερωτήσαντες τὴν οἰκίαν τοῦ Σίμωνος, ἐπέστησαν ἐπὶ τὸν πυλῶνα, καὶ φωνήσαντες, ἐπυνθάνοντο, εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται. Θαμβουμένῳ καθ' ἑαυτὸν καὶ διαποροῦντι τῷ Πέτρῳ, ἔρχονται οἱ ἄνδρες εὐκαίρως τὴν ἀπορίαν λύοντες· ἐπεὶ καὶ τὸν Ἰωσὴφ πρότερον εἴασε θορυβηθῆναι, καὶ τότε τὸν ἀρχάγγελον πέμπει. Εὐκόλως γὰρ ἡ ψυχὴ δέχεται τὴν λύσιν, πρότερον ἐν ἀπορίᾳ γενομένη. Οὔτε οὖν ἐπὶ πολὺ γίνεται αὐτῷ τὰ τῆς ἀπορίας, οὔτε πρὸ τούτου, ἀλλὰ περὶ τὸν καιρὸν τοῦ ἀρίστου. Τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος, εἶπεν αὐτῷ τὸ Πνεῦμα· Ἰδοὺ ἄνδρες ζητοῦσί σε. Ἀλλὰ ἀναστὰς, κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος, διότι ἐγὼ ἀπέσταλκα αὐτούς. Καὶ πάλιν τοῦτο ἀπολογία Πέτρου πρὸς τοὺς μαθητὰς, ἵνα μάθωσιν, ὅτι καὶ διεκρίθη, καὶ ἐπαιδεύθη μηδὲν διακρίνεσθαι. Ὅτι ἐγὼ, φησὶν, αὐτοὺς ἀπέσταλκα. Ὅρα ὅση τοῦ Πνεύματος ἡ ἐξουσία. Ὃ δὲ ποιεῖ ὁ Θεὸς, τοῦτο λέγεται τὸ Πνεῦμα ποιεῖν. Ὁ μὲν οὖν ἄγγελος οὐχ οὕτως· ἀλλὰ πρῶτον εἰπὼν, Αἱ εὐχαί σου καὶ αἱ ἐλεημοσύναι σου, τότε φησὶν, Ἀπόστειλον, ἵνα δείξῃ, ὅτι ἐκεῖθεν ἀπέσταλται· τὸ δὲ Πνεῦμα, ἐπεὶ Κύριον, Ἐγὼ αὐτοὺς ἀπέσταλκα. Καταβὰς δὲ ὁ Πέτρος πρὸς τοὺς ἄνδρας, εἶπεν· Ἰδοὺ ἐγώ εἰμι, ὃν ζητεῖτε. Τίς ἡ αἰτία δι' ἣν πάρεστε; Οἱ δὲ εἶπον· Κορνήλιος ὁ ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεὸν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ. Λέγουσι τὰ ἐγκώμια, ὥστε πεῖσαι, ὅτι καὶ ἄγγελος ὤφθη αὐτῷ. Εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν. Ὁρᾷς, πόθεν ἡ ἀρχὴ γίνεται τῶν ἐθνῶν; Ἀπὸ ἀνδρὸς εὐσεβοῦς, ἀξίου φανέντος ἀπὸ τῶν ἔργων. Εἰ γὰρ καὶ τοῦτο γέγονε, καὶ ὅμως σκανδαλίζονται, εἰ μὴ τοῦτο ἦν, τί οὐκ ἂν εἶπον Ἰουδαῖοι; Εἰσκαλεσάμενος οὖν, φησὶν, αὐτοὺς ἐξέ νισε. Θέα πόση ἀσφάλεια. Ὥστε μηδὲν αὐτοὺς παθεῖν δεινὸν, εἰσκαλεῖται, καὶ μετὰ παῤῥησίας λοιπὸν συνδιαιτᾶται. Τῇ δὲ ἐπαύριον ἀναστὰς ὁ Πέτρος, ἐξῆλθε σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ, καὶ τῇ ἐπαύριον εἰσῆλθον εἰς τὴν Καισάρειαν. Ἐπίσημος ἦν ὁ ἀνὴρ, ὡς ἐν ἐπισήμῳ πόλει τυγχάνων. Διὸ καὶ ἐπ' αὐτῷ πάντα ὁμοῦ οἰκονομεῖται, καὶ ἀπὸ τῆς Ἰουδαίας ἀρχὴν λαμβάνει τὸ πρᾶγμα· οἷον τὸ μὴ ὑπνοῦντι ὀφθῆναι, ἀλλ' ἐγρηγορότι, τὸ ἐν ἡμέρᾳ· περὶ ἐνάτην γὰρ ὥραν· οὕτως ἑαυτῷ προσεῖχεν. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Καὶ εἶπεν ὁ ἄγγελος· Αἱ εὐχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Ἐντεῦθεν δῆλον, ὅτι διὰ φωνῆς ἐκάλεσεν ὁ ἄγγελος, καὶ οὕτως εἶδεν αὐτόν· ὡς εἰ μὴ ἐκάλεσεν, οὐδ' ἂν εἶδεν· οὕτω συντεταμένος ἦν ἀπὸ τοῦ πράγματος, ἐν ᾧ ἦν. Καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον. Τέως, ὅτι ἐπὶ χρηστοῖς αὐτὸν μετακαλέσεται, ἐδήλωσε· ποίοις δὲ χρηστοῖς, οὐκ ἔτι. Οὕτως οὐδὲ Πέτρος λέγει τὸ πᾶν· ἀλλὰ πανταχοῦ ἐκ μέρους τὰ διηγήματα, ὥστε διεγείρειν τοὺς ἀκούοντας. Οὕτω καὶ Φίλιππον καλεῖ μόνον εἰς τὴν ἔρημον. Ἀνέβη δὲ Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην, καὶ ἔπεσεν ἐπ' αὐτὸν ἔκστασις, καὶ θεωρεῖ σκεῦός τι ὡς ὀθόνην. Σκόπει, ὅτι οὐδὲ ἡ πεῖνα ἠνάγκασεν αὐτὸν προσδραμεῖν τῇ σινδόνι. Ἵνα δὲ μὴ ἐν πλείονι ἀπορίᾳ ὁ Πέτρος ᾖ, ἀκούει λεγούσης φωνῆς· Ἀναστὰς, Πέτρε, θῦσον καὶ φάγε. Ἴσως ἐπὶ γόνατα κείμενος εἶδε τὴν ὀπτασίαν· ἐμοὶ δὲ δοκεῖ διὰ τὸ κήρυγμα ταύτην ἑωρακέναι. Ὅτι δὲ καὶ θεῖον ἦν τὸ γινόμενον, δῆλον ἔκ τε τοῦ ἄνωθεν ἰδεῖν καταβαῖνον, ἔκ τε τοῦ ἐν ἐκστάσει γενέσθαι. Τὸ δὲ καὶ φωνὴν ἐκεῖθεν ἐνεχθῆναι, καὶ τὸ τρὶς τοῦτο γενέσθαι, καὶ τὸ οὐρανὸν ἀνεῳχθῆναι, καὶ τὸ ἐκεῖθεν ἥκειν, καὶ τὸ ἐκεῖ ἀναρπασθῆναι πάλιν, μέγα δεῖγμα τοῦ θεῖον εἶναι τὸ πρᾶγμα.