Ancient Greek · ~17 min
Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ, ὀνόματι Κορνήλιος, ἑκατοντάρχης, ἐκ σπείρας τῆς καλουμένης Ἰταλικῆς, εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ, καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντὸς, εἶδεν ἐν ὁράματι φανερῶς, ὡσεὶ ὥρᾳ ἐνάτῃ τῆς ἡμέρας, ἄγγελον Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν, καὶ εἰπόντα αὐτῷ· Κορνήλιε. Ὁ δὲ ἀτενίσας αὐτῷ, καὶ ἔμφοβος γενόμενος, εἶπε· Τί ἐστι, Κύριε; Εἶπε δὲ αὐτῷ· Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-22
Not analysed yet
Διὰ τί δὲ τοῦτο γίνεται; Διὰ τοὺς μετὰ ταῦτα, οἷς μέλλει ἐξηγεῖσθαι· ἐπεὶ αὐτὸς ἤδη ἀκούσας ἦν, ὅτι Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε. Καὶ μὴ θαυμάσῃς. Εἰ γὰρ περιτομῆς ἐδεήθη καὶ θυσίας Παῦλος, πολλῷ μᾶλλον τότε ἐν ἀρχῇ τοῦ κηρύγματος ἀσθενεστέρων ὄντων αὐτῶν, τούτων ἔδει. Καὶ ἰδοὺ οἱ ἄνδρες, φησὶ, οἱ ἀπεσταλμένοι ἀπὸ τοῦ Κορνηλίου ἐπέστησαν ἐπὶ τὸν πυλῶνα· καὶ φωνήσαντες ἐπυνθάνοντο, εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται. Ἅτε ὡς εὐτελῆ οἰκίαν, κάτωθεν ἐπυνθάνοντο, οὐ τοὺς γείτονας ἠρώτων. Τοῦ δὲ Πέτρου διενθυμουμένου, εἶπεν αὐτῷ τὸ Πνεῦμα· Ἀναστὰς κατάβηθι, καὶ πορεύου μηδὲν διακρινόμενος, διότι ἐγὼ ἀπέσταλκα αὐτούς. Ὅρα· οὐκ εἶπε· Διὰ γὰρ τοῦτο τὸ ὅραμά σοι ὤφθη· ἀλλ', Ἐγὼ αὐτοὺς ἀπέσταλκα· δεικνὺς, ὅτι οὕτω δεῖ πείθεσθαι, εὐθύνας οὐκ ἀπαιτοῦντα. Ἀρκεῖ γὰρ πρὸς πᾶσαν πληροφορίαν τὸ ἀκοῦσαι παρ' αὐτοῦ· Τόδε ποίησον, τόδε λάλησον, καὶ μηδὲν πλέον ζητεῖν. Καταβὰς δὲ Πέτρος εἶπεν· Ἰδοὺ ἐγώ εἰμι, ὃν ζητεῖτε. Τί δήποτε οὐκ εὐθέως αὐτοὺς ἐδέξατο, ἀλλὰ πυνθάνεται; Εἶδε στρατιώτας ὄντας τοὺς ἐπιστάντας. Διὸ οὐχ ἁπλῶς ἐρωτᾷ, ἀλλὰ πρότερον ὁμολογήσας αὐτὸς εἶναι, τότε τὴν αἰτίαν πυνθάνεται τῆς ἀφίξεως, ἵνα μὴ νομισθῇ διὰ τοῦτο πυνθάνεσθαι, ὡς δὴ θέλων ἑαυτὸν κατακρύψαι. Καὶ πυνθάνεται, ἵνα, ἂν μὲν εὐθέως κατεπείγῃ, καὶ συνεξέλθῃ· ἂν δὲ μὴ, ἵνα ξενίσῃ. Τίνος δὲ ἕνεκεν ἐκεῖνοι λέγουσι, Μεταπέμπεταί σε εἰς τὸν οἶκον αὐτοῦ; Ὅτι τοῦτο αὐτοῖς ἐκέλευσε. Τάχα δὲ καὶ ὡς ἀπολογούμενοι ὑπὲρ αὐτοῦ μονονουχὶ λέγουσι· Μηδὲν καταγνῷς· οὐχ ὡς καταφρονῶν ἔπεμψεν, ἀλλ' ἐκελεύσθη οὕτως. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς, φησὶ, προσκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ, καὶ τοὺς ἀναγκαίους φίλους. Εἰκότως· οὐ γὰρ δίκαιον ἦν καὶ τοὺς συγγενεῖς καὶ τοὺς φίλους μὴ συνεπάγεσθαι· ἄλλως δὲ καὶ ἐκεῖ παρόντες μᾶλλον αὐτοῦ ἤκουσαν ἄν. Εἴδετε, πόση τῆς ἐλεημοσύνης ἡ δύναμις, καὶ ἐν τῇ προτέρᾳ διαλέξει καὶ ἐνταῦθα; Ἐκείνη θανάτου ἀπήλλαξε τοῦ προσκαίρου, αὕτη τοῦ αἰωνίου· αὕτη καὶ θύρας ἀνέῳξεν οὐρανοῦ. Ὅρα δὲ, πῶς περὶ πολλοῦ γεγένηται τὸ πιστεῦσαι Κορνήλιον, ὡς καὶ ἄγγελον πεμφθῆναι, καὶ Πνεῦμα ἐνεργῆσαι, καὶ τὸν κορυφαῖον μεταπεμφθῆναι τῶν ἀποστόλων, καὶ ὄψιν φανῆναι τοιαύτην, καὶ μηδὲν ὅλως ἐλλειφθῆναι. Πόσοι ἦσαν ἑκατόνταρχοι, καὶ χιλίαρχοι, καὶ βασιλεῖς, καὶ οὐδεὶς τούτων ἐπέτυχεν ὧν οὗτος; Ἀκούσατε πάντες, ὅσοι ἐν στρατείαις ἐστὲ, ὅσοι βασιλεῦσι παρεστήκατε. Εὐσεβὴς ἦν, φησὶ, καὶ φοβούμενος τὸν Θεόν· καὶ τὸ μεῖζον, ὅτι τοιοῦτος ἦν Μετὰ παντὸς τοῦ οἴκου αὐτοῦ. Οὕτως ἦν συγκεκροτημένος πρὸς τοῦτο καὶ διακείμενος, ὡς μὴ μόνον εὖ τίθεσθαι τὰ οἰκεῖα, ἀλλὰ καὶ ἐπὶ τῆς οἰκετείας τὸ αὐτὸ τοῦτο ποιεῖν. Οὐ γὰρ ὡς ἡμεῖς, οἳ, ὅπως μὲν ἡμῖν φοβεροὶ οἱ ὑπηρετοῦντες ἔσονται, πάντα ποιοῦμεν, ὅπως δὲ εὐλαβεῖς, οὐκέτι. Ἀλλ' οὗτος οὐχ οὕτως, ἀλλὰ μετὰ τῆς οἰκίας ἁπάσης τὸν Θεὸν ἐφοβεῖτο, οὐ μόνον ὥσπερ κοινὸς πατὴρ πάντων τῶν μετ' αὐτοῦ ὢν, ἀλλὰ καὶ τῶν ὑπ' αὐτὸν στρατιωτῶν. Ἄκουε δὲ καὶ τί φασιν ἕτερον· ἀναγκαίως γὰρ προστέθειται τὸ, Μαρτυρούμενος ὑπὸ ὅλου τοῦ ἔθνους· ἵνα μηδεὶς εἴπῃ· Τί γὰρ, εἰ ἀκρόβυστος ἦν; Καὶ ἐκεῖνοι, φησὶ, μαρτυροῦσιν αὐτῷ. Ἄρα οὐδὲν ἐλεημοσύνης ἴσον· μᾶλλον δὲ οὕτω μεγάλη τοῦ πράγματος ἡ ἰσχὺς, ὅταν ἐκ καθαρῶν προχέηται ταμείων, ὡς τά γε προχεόμενα ἐξ ἀδίκων βόρβορον ἔοικεν ἀφιείσῃ πηγῇ· τὰ δὲ ἐκ δικαίων κερδῶν, καθάπερ νᾶμα διειδές τε καὶ καθαρὸν ἐν παραδείσῳ, ἡδὺ μὲν ἰδεῖν, ἡδὺ δὲ ἅψασθαι, κοῦφόν τε καὶ ψυχρὸν ἐν μεσημβρίᾳ διδόμενον. Οὕτως ἐστὶν ἡ ἐλεημοσύνη. Παρὰ ταύτην τὴν πηγὴν οὐκ αἴγειροι καὶ πεῦκαι, οὐδὲ κυπάρισσοι, ἀλλ' ἕτερα τούτων πολλῷ βελτίω φυτὰ εὐμήκη εἰσί· φιλία Θεοῦ, ἔπαινος ἀνθρώπων, δόξα ἡ εἰς Θεὸν, εὔνοια παρὰ πάντων, ἁμαρτημάτων ἀφανισμὸς, παῤῥησία πολλὴ, χρημάτων ὑπεροψία, ἐλεημοσύνη, δι' ἧς τῆς ἀγάπης τὸ φυτὸν τρέφεται. Οὐδὲν γὰρ οὕτως ἀγάπην τρέφειν εἴωθεν, ὡς τὸ ἐλεήμονα εἶναί τινα. Αὕτη τοὺς κλάδους εἰς ὕψος αἴρεσθαι ποιεῖ· αὕτη βελτίων ἡ πηγὴ τῆς ἐν τῷ παραδείσῳ, οὐκ εἰς τέσσαρας ἀρχὰς διαιρο[υ]μένη, ἀλλ' εἰς τὸν οὐρανὸν αὐτὸν ἀφικνουμένη· αὕτη τίκτει τὸν ποταμὸν ἐκεῖνον τὸν ἁλλόμενον εἰς ζωὴν αἰώνιον· εἰς ταύτην θάνατος ἐμπεσὼν, καθάπερ σπινθὴρ ἀναλίσκεται ἀπὸ τῆς πηγῆς· οὕτως, ὅπουπερ ἂν ἐπιστάξῃ, μεγάλα ἐργάζεται ἀγαθά. Αὕτη τοῦ πυρὸς τὸν ποταμὸν σβέννυσιν ὡς σπινθῆρα· αὕτη τὸν σκώληκα οὕτως ἀποπνίγει, ὡς οὐδέν. Ὁ ταύτην ἔχων, οὐ βρύχει τοὺς ὀδόντας. Ἀπὸ τοῦ ὕδατος ταύτης ἂν ἐπιστάξῃ εἰς τὰ δεσμὰ, διαιρεῖ αὐτά· κἂν εἰς τὰς καμίνους ἐμπέσῃ, πάσας σβέννυσιν.