Ancient Greek · ~19 min
Τῇ δὲ ἐπαύριον ἀναστὰς, φησὶν, ὁ Πέτρος, ἦλθε σὺν αὐτοῖς· καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον εἰς τὴν Καισάρειαν. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 2.1-23
Not analysed yet
Ὁρᾷς, πῶς καταστέλλει αὐτοῦ τὸ φρόνημα τῷ εἰπεῖν· Ἐν παντὶ ἔθνει ὁ φοβούμενος τὸν Θεὸν, δεκτὸς αὐτῷ ἐστιν; ὡσεὶ ἔλεγεν· Οὐδένα ἀπωθεῖται, πάντας προσίεται τοὺς πιστεύοντας. Εἶτα, ἵνα μὴ δόξωσιν ἐν τάξει ἀπεῤῥιμμένων εἶναι, ἐπάγει· Τὸν Λόγον, ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστι πάντων Κύριος. Ταῦτα λέγει διὰ τοὺς παρόντας, ἵνα καὶ ἐκείνους πείσῃ. Διὰ τοῦτο παρασκευάζει καὶ τὸν Κορνήλιον εἰπεῖν. Τὸν Λόγον, φησὶν, ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραήλ. Ὅρα, τούτοις δίδωσι τέως τὸ ἐξαίρετον. Εἶτα καὶ αὐτοὺς μάρτυρας ἐπάγεται, λέγων· Ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθ' ὅλης τῆς Ἰουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης. Ὅτι οὕτως ἔχει, τοῦτο καὶ ἀπὸ τοῦ ἑξῆς βεβαιοῖ· Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲθ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς ἐν Πνεύματι ἁγίῳ καὶ δυνάμει. Οὐκ εἶπεν· Ἴστε Ἰησοῦν· οὐδὲ γὰρ ᾔδεσαν· ἀλλὰ τὰ ὑπ' αὐτοῦ εἰργασμένα διέξεισιν· Ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου. Ἐντεῦθεν δείκνυσι πολλὰς πηρώσεις διαβολικὰς καὶ διαστροφὴν σώματος ὑπ' ἐκείνου γενομένας. Ὅτι ὁ Θεὸς ἦν μετ' αὐτοῦ. Πάλιν ταπεινὰ φθέγγεται, οὐχ ἁπλῶς, οἶμαι, ἀλλὰ διὰ τὸ ἀνθρώπινον. Καὶ ἡμεῖς μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἱερουσαλήμ. Καὶ ὑμεῖς, φησὶ, καὶ ἡμεῖς. Ὃν καὶ ἀνεῖλον κρεμάσαντες ἐπὶ ξύλου. Ἐνταῦθα τὸ πάθος κηρύττει. Τοῦτον ὁ Θεὸς ἤγειρε τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ, μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν. Τοῦτο τεκμήριον τῆς ἀναστάσεως μέγιστον. Καὶ παρήγγειλεν ἡμῖν κηρῦξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι, ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. Μέγα καὶ τοῦτο πρὸς τὸ δεῖξαι ἀξιοπίστους. Ὁ δὲ καὶ μαρτυρίαν ἐπάγει, λέγων· Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν. Τοῦτο τοῦ μέλλοντος ἔσεσθαι μετὰ ταῦτα προαναφώνησις· ἣν δὴ καὶ βεβαιῶν, τοὺς προφήτας εὐκαίρως μάρτυρας παράγει. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ κατὰ τὸν Κορνήλιον. Ἀπέστειλε, φησὶν, εἰς Ἰόππην μετακαλέσασθαι τὸν Πέτρον. Ἐπίστευσε, ὅτι πάντως ἥξει· διὸ καὶ ἀποστέλλει. Καὶ συνομιλῶν αὐτῷ, φησὶν, εἰσῆλθε. Τί ἄρα ὁμιλῶν; Ταῦτα, οἶμαι, φθεγγόμενος, ἅπερ ἔμπροσθεν εἴρηται. Καὶ πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν. Ὅρα κολακείας ἀπηλλαγμένον τὸν λόγον πανταχοῦ, καὶ ταπεινότητος γέμοντα. Ἐντεῦθεν ἄξιος δείκνυται καὶ ἐκεῖνος ὁ εὐνοῦχος. Ἐκέλευσε γὰρ τῷ Φιλίππῳ ἀναβῆναι καὶ καθίσαι ἐπὶ τὸ ὄχημα· καίτοι οὐκ εἰδὼς, ὅστις ἐστὶν, ἢ ἀπὸ τῆς ἀπαγγελίας μόνον τῆς τοῦ προφήτου. Οὗτος δὲ καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας. Εἶδες ἦθος ἄτυφον; Σὺ δέ μοι σκόπει, πῶς δείκνυσι Πέτρος θείαν αὐτοῦ τὴν παρουσίαν, τῷ λέγειν· Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστι. Καὶ διὰ τί μὴ εἶπε τὴν σινδόνα εὐθέως; Ὅτι ἀκενόδοξος ἦν σφόδρα. Ὅτι μὲν γὰρ ἀπέσταλται ὑπὸ Θεοῦ, λέγει· τὸ δὲ πῶς, οὐκ ἔτι· ἀλλ' ὅτε ἀνάγκη γέγονεν, ὅτε καὶ εἶπεν· Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· οὕτως ἦν πόῤῥω κενοδοξίας. Ὑμεῖς ἐπίστασθε. Τοῦτο λέγων καὶ τὴν ἐκείνων κατεγγυᾶται γνώμην. Τί δαὶ Κορνήλιος; Πάρεσμεν, φησὶν, ἐνώπιον τοῦ Θεοῦ, ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Θεοῦ. Οὐκ εἶπεν, Ἐνώπιον ἀνθρώπου, ἀλλὰ, Τοῦ Θεοῦ, δεικνὺς, ὅτι οὕτω δεῖ προσέχειν τοῖς τοῦ Θεοῦ δούλοις. Εἴδετε διάνοιαν διεγηγερμένην; εἴδετε πῶς ἄξιος ἦν πάντων τούτων; Ἀνοίξας δὲ, φησὶ, Πέτρος τὸ στόμα εἶπεν· Ἐπ' ἀληθείας καταλαμβάνομαι, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός. Τοῦτο καὶ πρὸς τοὺς παρόντας Ἰουδαίους ἀπολογούμενος ἔλεγε. Μέλλων γὰρ πρὸς αὐτοὺς μεταχειρίζειν τὸν λόγον, ὥσπερ ἀπολογίαν πρότερον τίθησι. Τί οὖν; πρὸ τούτου προσωπολήπτης ἦν; Μὴ γένοιτο· ἐπεὶ καὶ πρὸ τούτου οὕτως ἦν. Πᾶς ὁ φοβούμενος καὶ ἐργαζόμενος, φησὶ, δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι. Τοῦτο καὶ Παῦλος γράφων λέγει· Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ. Καὶ δόγμα εἰσάγει καὶ πολιτείαν. Εἰ γὰρ μάγους οὐ περιεῖδεν, οὐδὲ Αἰθίοπα, οὐδὲ λῃστὴν, οὐδὲ πόρνην· πολλῷ μᾶλλον τοὺς ἐργαζομένους δικαιοσύνην καὶ βουλομένους πάντως οὐ περιόψεται. Τί οὖν, ὅτι εἰσὶν ἐπιεικεῖς καὶ ἥμεροι ἄνθρωποι, καὶ πιστεῦσαι οὐ βούλονται; Ἰδοὺ σὺ τὴν αἰτίαν εἶπες, ὅτι οὐ βούλονται. Ἄλλως δὲ ἐπιεικῆ ἐνταῦθα, οὐ τὸν πρᾶον λέγει, ἀλλὰ τὸν δικαιοσύνην ἐργαζόμενον· τουτέστι, τὸν ἐν πᾶσιν εὐάρεστον, ὃς τότε τοιοῦτός ἐστιν, ὅταν ἔχῃ τοῦ Θεοῦ τὸν φόβον ὡς χρή. Τὸν δὲ τοιοῦτον ὁ Θεὸς οἶδε μόνος. Ὅρα πῶς ἦν οὗτος δεκτός· ἅμα ἤκουσε, καὶ ἐπείσθη. Καὶ νῦν. εἰ ἄγγελος ἦλθε, φησὶν, ἐπείσθη ἂν ἕκαστος, ὅστις ἂν ἦν. Ἀλλὰ πολλῷ τὰ νῦν σημεῖα ἐκείνων ἐστὶ μείζονα, καὶ ὅμως ἀπιστοῦσι πολλοί. Εἶτα ἄρχεται τῆς διδασκαλίας, καὶ τηρεῖ τὴν εὐγένειαν τοῖς Ἰουδαίοις. Τὸν Λόγον, φησὶν, ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενον εἰρήνην· οὗτός ἐστι Κύριος πάντων. Πρῶτον περὶ τῆς κυριότητος αὐτοῦ διαλέγεται, καὶ σφόδρα ὑψηλῶς, ὡς ἐνῆν, ἐπειδὴ καὶ πρὸς ψυχὴν εἶχεν ὑψηλὴν ἤδη γενομένην καὶ πάντα θερμῶς δεχομένην τὰ ὑπ' αὐτοῦ παρεγγυώμενα· εἶτα κατασκευάζων πῶς Κύριος ἁπάντων, ἐπάγει καὶ λέγει· Ὃν ἀπέστειλεν εὐαγγελιζόμενον· τουτέστιν ἐπ' ἀγαθοῖς καλοῦντα, οὐ κρίσιν ἐπάγοντα.