Ancient Greek · ~24 min
Τῇ δὲ ἐπαύριον ἀναστὰς, φησὶν, ὁ Πέτρος, ἦλθε σὺν αὐτοῖς· καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον εἰς τὴν Καισάρειαν. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-23
Not analysed yet
Ἐντεῦθεν δείκνυσιν, ὅτι οὗτος ἀπὸ Θεοῦ Ἰουδαίοις πρῶτον ἀπέσταλται. Εἶτα ἀφ' ὧν κατώρθωσε καθ' ὅλης τῆς Ἰουδαίας τοῦτο συναποδείκνυσι, καὶ λέγει· Ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθ' ὅλης τῆς Ἰουδαίας· καὶ τὸ θαυμαστὸν, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης. Πρότερον εἶπεν αὐτοῦ τὸ κατόρθωμα, καὶ τότε θαῤῥεῖ περὶ τῆς αὐτοῦ πατρίδος εἰπεῖν· Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ. Οὕτως ᾔδει, ὅτι σκάνδαλον ἡ πατρίς. Ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει. Πάλιν κατασκευή. Ἵνα γὰρ μή τις εἴπῃ, Καὶ πόθεν τοῦτο δῆλον; ἐπάγει λέγων· Ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου. Εἶτα μετὰ τῶν ἀγαθῶν ὧν ἐποίησε, δείκνυσι καὶ τὴν δύναμιν, ὅτι πολλή· ὅταν γὰρ τοῦ διαβόλου περιγίνηται, πολλή τίς ἐστι καὶ μεγάλη. Καὶ ἡ αἰτία, Ὅτι ὁ Θεὸς ἦν μετ' αὐτοῦ, φησίν. Διὰ τοῦτο καὶ Ἰουδαῖοι οὕτως ἔλεγον· Οἴδαμεν, ὅτι ἀπὸ τοῦ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναται ποιεῖν, ἂν μὴ ᾖ ὁ Θεὸς μετ' αὐτοῦ. Εἶτα, ὅτε ἔδειξεν, ὅτι ἀπὸ Θεοῦ ἀπέσταλται, τότε λέγει, ὅτι ἀνῃρέθη, ἵνα μή τι ἄτοπον φαντασθῇς. Ὁρᾷς αὐτοὺς οὐδαμοῦ κρύπτοντας τὸν σταυρὸν, ἀλλὰ μετὰ τῶν ἄλλων τιθέντας καὶ τὸν τρόπον; Ὃν καὶ ἀνεῖλον, φησὶ, κρεμάσαντες ἐπὶ ξύλου. Καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ ἡμῖν. Καίτοι γε αὐτὸς αὐτοὺς ἐξελέξατο, ἀλλὰ καὶ τοῦτο ἀνατίθησι τῷ Θεῷ. Τοῖς προκεχειροτονημένοις, φησίν. Ὅρα πόθεν τὴν ἀνάστασιν βεβαιοῦται· ἀπὸ τοῦ φαγεῖν. Διὰ τί δὲ μηδὲν ἀναστὰς, ἐποίησε σημεῖον, ἀλλ' ἔφαγε καὶ ἔπιεν; Ὅτι καὶ αὐτὴ ἡ ἀνάστασις καθ' ἑαυτὴν μέγα σημεῖον ἦν· ταύτης δὲ οὐδὲν οὕτως εἰς ἀπόδειξιν μεῖζον, ὡς τὸ φαγεῖν καὶ πιεῖν. Διαμαρτύρασθαι, φησίν. Ἐνταῦθα καὶ φοβερῶς εἶπεν, ἵνα μὴ ἔχωσιν εἰς ἄγνοιαν καταφυγεῖν. Καὶ οὐκ εἶπεν, ὅτι Αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ἀλλ' ὃ μάλιστα αὐτοὺς ἐφόβει, ὅτι Αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. Εἶτα ἡ κυρία κατασκευὴ ἡ ἀπὸ τῶν προφητῶν· μεγάλην γὰρ εἶχον δόξαν ἐκεῖνοι. Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν. Ὅτε τῷ φόβῳ κατέσεισε, τότε ἐπάγει τὴν συγχώρησιν, οὐ παρ' αὐτοῦ λεγομένην, ἀλλὰ παρὰ τῶν προφητῶν. Καὶ τὸ μὲν φοβερὸν, παρ' αὐτοῦ· τὸ ἥμερον δὲ, ἀπὸ τῶν προφητῶν. Ὅσοι τῆς ἀφέσεως ἐτύχετε ταύτης, ὅσοι τῆς πίστεως κατηξιώθητε, μαθόντες τῆς δωρεᾶς τὸ μέγεθος, παρακαλῶ, σπουδάσατε μὴ ὑβρίσαι εἰς τὸν εὐεργέτην. Ἐτύχομεν γὰρ ἀφέσεως, οὐχ ἵνα χείρους γενώμεθα, ἀλλ' ἵνα ἀμείνους πολλῷ καὶ βελτίους. Μηδεὶς τοίνυν εἴπῃ ὅτι ὁ Θεὸς ἡμῖν αἴτιος κακῶν, μὴ κολάσας μηδὲ τιμωρησάμενος. Εἰπὲ γάρ μοι, ἂν ἄρχων λαβὼν φονέα ἀφῇ, τῶν μετὰ ταῦτα φόνων αὐτὸς αἴτιος εἶναι κρίνεται; Οὐδαμῶς. Καὶ πῶς αὐτοὶ ταῖς ἀθέοις γλώσσαις διδόντες ὑβρίζεσθαι τὸν Θεὸν δι' ὧν τολμῶμεν, οὐ δεδοίκαμεν οὐδὲ φρίττομεν; Τί γὰρ οὐκ ἐροῦσι; τί δαὶ οὐ φθέγξονται; Αὐτὸς αὐτοῖς ἐπέτρεψε, φησίν· ἐχρῆν γὰρ ἀξίους ὄντας κολάσαι, οὐ τιμᾷν, οὐδὲ στεφανοῦν, οὐ τῶν πρωτείων μεταδιδόναι, ἀλλὰ κολάζειν καὶ τιμωρεῖσθαι. Ὁ δὲ μηδέν τι τοιοῦτον αὐτοῖς ποιῶν, ἀλλ' ἀντὶ τούτων καὶ τιμῶν, τοιούτους αὐτοὺς ἀπεργάζεται. Μὴ, δέομαι καὶ ἀντιβολῶ, μηδεὶς ταύτην περὶ ἡμῶν ἀφῇ τὴν φωνήν. Βέλτιον κατορυγῆναι μυριάκις, ἢ ταῦτα τὸν Θεὸν ἀκοῦσαι δι' ἡμᾶς. Εἶπον αὐτῷ καὶ Ἰουδαῖοι· Ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις ἐγείρων αὐτὸν, σῶσον σεαυτόν· καὶ πάλιν, Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβα ἀπὸ τοῦ σταυροῦ. Ἀλλὰ ταῦτα ἐκείνων χαλεπώτερα. Ἵν' οὖν μὴ ἐξῇ δι' ἡμᾶς πονηρίας αὐτὸν διδάσκαλον λέγεσθαι, μηδὲ αὐτῷ τούτῳ τῷ βλασφημεῖσθαι ὑπόδικοι τῇ κολάσει γενώμεθα (Δι' ὑμᾶς γὰρ, φησὶ, τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι)· τἀναντία ποιήσωμεν λέγεσθαι, ἀξίως τοῦ καλοῦντος πολιτευόμενοι, καὶ τῷ τῆς υἱοθεσίας προσιόντες βαπτίσματι. Ὄντως γὰρ μεγάλη τοῦ βαπτίσματος ἡ δύναμις· ἄλλους ἀντ' ἄλλων ποιεῖ τοὺς μετασχόντας τῆς δωρεᾶς· οὐκ ἀφίησιν εἶναι ἀνθρώπους τοὺς ἀνθρώπους. Ποίησον τὸν Ἕλληνα πιστεῦσαι, ὅτι μεγάλη τοῦ Πνεύματος ἡ δύναμις, ὅτι μετέπλασεν, ὅτι μετεῤῥύθμισε. Τί τὰς ἐσχάτας ἀναπνοὰς ἀναμένεις, ὡς δραπέτης, ὡς κακοῦργος, ὡς οὐκ ὀφείλων τῷ Θεῷ ζῆσαι; τί ὡς πρὸς ἀπηνῆ τινα καὶ ὠμὸν ἔχων Δεσπότην οὕτω διάκεισαι; τί ψυχρότερον, τί ταλαιπωρότερον τῶν τότε λαβόντων τὸ φώτισμα; Φίλον σε ἐποίησεν ὁ Θεὸς, καὶ πάντων ἠξίωσε τῶν ἀγαθῶν, ἵνα καὶ αὐτὸς ἐπιδείξῃ τὰ τοῦ φίλου. Εἰπὲ δή μοι, εἰ τὰ μεγάλα ἠδίκησας εἴς τινα καὶ ὕβρισας, καὶ μυρίοις αὐτὸν ὀνείδεσι περιβαλὼν, εἰς τὰς χεῖρας ἐνέπεσες τοῦ ὑβρισθέντος, ὁ δὲ ἀντὶ τούτων ἐτίμησε, καὶ τῶν αὐτοῦ μετέδωκεν ἁπάντων, καὶ ἐν τοῖς φίλοις ἐφ' ὧν ὑβρίσθη, ἐπὶ τούτων σε ἐστεφάνωσε, καὶ ἔφησεν ὡς υἱὸν ἔχειν γνήσιον, εἶτα εὐθέως ἀπέθανεν· οὐκ ἂν ζημίαν τὸ πρᾶγμα ἐνόμισας; οὐκ ἂν εἶπες· Ἐβουλόμην αὐτὸν ζῶντα εἶναι, ἵνα δυνηθῶ ἀποδοῦναι τὰς ἀμοιβὰς, ἵνα ἀμείψωμαι, ἵνα μὴ κακὸς φανῶ περὶ τὸν εὐεργέτην; Εἶτα ἐπ' ἀνθρώπου μὲν οὕτως· ἐπὶ δὲ τοῦ Θεοῦ σπουδάζεις ἀπελθεῖν, ἵνα μὴ ἀμείψῃ τὸν εὐεργέτην τῶν τοσούτων δωρεῶν; Καὶ μὴν τότε πρόσελθε, ὅτε αὐτὸν δύνασαι τοῖς ἴσοις ἀμείψασθαι. Τί φεύγεις; Ναὶ, φησὶν, ἀλλ' οὐ δύναμαι φυλάξαι. Οὐκοῦν τὰ ἀδύνατα ἐπέταξεν ὁ Θεός; Ἀπὸ τούτου πάντα ἀνατέτραπται, ἀπὸ τούτου τὰ τῆς οἰκουμένης διέφθαρται, ὅτι οὐδεὶς οὐδενὶ σκοπὸς κατὰ Θεὸν ζῇν. Οἱ μὲν οὖν κατηχούμενοι τοῦτο σπουδάζοντες, οὐδεμίαν ποιοῦνται ἐπιμέλειαν ὀρθοῦ βίου· οἱ δὲ ἤδη φωτισθέντες, οἱ μὲν ἐπεὶ παῖδες ὄντες τοῦτο ἔλαβον, οἱ δὲ ἐν ἀῤῥωστίᾳ, καὶ ἀνενεγκόντες, ἐπειδὴ μὴ εἶχον προθυμίαν τινὰ ζῆσαι διὰ Θεὸν, οὐδὲ οὗτοι σπουδὴν τίθενται· οἱ δὲ ἐν ὑγείᾳ λαβόντες, ὀλίγην ταύτην καὶ αὐτοὶ ἐπιδείκνυνται, καὶ πρὸς τὸ παρὸν διατεθέντες θερμοὶ, μετὰ ταῦτα καὶ οὗτοι τὸ πῦρ ἔσβεσαν. Μὴ γὰρ οὐκ ἔνι πράγμασι χρῆσθαι; μὴ γὰρ τῆς γυναικός σε διείργω; Πορνείας σε ἀπείργω. Μὴ γὰρ τῆς τῶν χρημάτων ἀπολαύσεως; Πλεονεξίας καὶ ἁρπαγῆς. Μὴ γὰρ ἀναγκάζω πάντα κενῶσαι; Ὀλίγα ἀπὸ τῶν ἐνόντων δοῦναι τοῖς δεομένοις (Τὸ ὑμῶν περίσσευμα, φησὶν, εἰς τὸ ἐκείνων ὑστέρημα)· καὶ οὐδὲ οὕτω πείθομεν. Μὴ γὰρ νηστεύειν βιάζομεν; Μεθύειν κωλύομεν καὶ γαστρίζεσθαι. Ταῦτα περιαιροῦμεν, ἃ ἀσχημοσύνην σοι φέρει, ἃ καὶ πρὸς τῆς γεέννης ἐντεῦθεν ἤδη φευκτὰ καὶ μισητὰ καὶ αὐτὸς εἶναι συνομολογεῖς. Μὴ γὰρ ἥδεσθαι καὶ χαίρειν; Ἀλλὰ μὴ αἰσχρῶς, μηδὲ ἀναξίως.