Ancient Greek · ~20 min
Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ, διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον, εἰ μὴ μόνον Ἰουδαίοις.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 2.1-25
Not analysed yet
Ἀλλὰ εἰ διὰ τὰ κακὰ, φησὶν, ἔδει τούτους ὑπεξαιρεθῆναι. Διὰ τί, εἰπέ μοι; οὐχὶ προλαβὼν εἶπεν αὐτοῖς ὁ Χριστός· Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε; Σὺ δὲ ταῦτα λέγων, τάχα καὶ τοῦτο ἐρεῖς, ὅτι ἔδει μηδὲ μαστίζεσθαι. Ἀλλ' ὅρα αὐτοῖς γινόμενον καὶ τὸν λιμὸν σωτηρίας αἴτιον, ἐλεημοσύνης ἀφορμὴν, πολλῶν πρόξενον ἀγαθῶν· ὥστε καὶ ὑμῖν γέγονεν ἂν, εἴ γε ἐβούλεσθε, ἀλλ' οὐκ ἠθελήσατε. Προλέγεται δὲ, ὥστε λοιπὸν προπαρασκευασθῆναι πρὸς τὴν ἐλεημοσύνην, ὅτι δεινὰ ἔπασχον οἱ ἐν Ἱερουσαλήμ· πρὸ δὲ τούτου οὐκ ἐν λιμῷ ἦσαν. Καὶ πέμπεται Βαρνάβας καὶ Παῦλος διακονήσοντες. Τῶν δὲ μαθητῶν, καθὼς ηὐπορεῖτό τις. Εἶδες ἅμα πιστεύοντας, καὶ ἅμα καρποφοροῦντας, οὐ τοῖς αὐτῶν μόνον, ἀλλὰ καὶ τοῖς πόῤῥω; Τοῦτο δοκεῖ μοι ἐνταῦθα λέγειν, ὅπερ ἀλλαχοῦ ὁ Παῦλός φησιν, ὅτι Δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβα κοινωνίας, μόνον ἵνα τῶν πτωχῶν μνημονεύωμεν. Τοσοῦτον ὠφέλησεν ὁ λιμός. Καὶ ὅρα αὐτοὺς οὐδὲ ἐν τῇ θλίψει εἰς θρήνους καὶ δάκρυα καταπίπτοντας, καθάπερ ἡμεῖς, ἀλλ' εἰς ἔργον μέγα καὶ ἀγαθὸν ἑαυτοὺς ἐκδιδόντας· μετὰ πλείονος γὰρ ἀδείας ἐκήρυττον τὸν λόγον. Καὶ οὐκ εἶπον· Ἡμεῖς Κυρηναῖοι καὶ Κύπριοι ὄντες, τοιαύτῃ ἐπιθώμεθα πόλει λαμπρᾷ καὶ μεγάλῃ· ἀλλὰ τῇ χάριτι τοῦ Θεοῦ πιστεύοντες, καὶ ἐκεῖνοι ἐπεχείρησαν τῇ διδασκαλίᾳ, καὶ οὗτοι οὐκ ἀπηξίωσαν παρ' ἐκείνων τι μαθεῖν. Ὅρα διὰ τῶν μικρῶν πάντα κατασκευαζόμενα, τὸ κήρυγμα αὐξανόμενον, τοὺς ἐν Ἱεροσολύμοις πάντων ὁμοίως φροντίζοντας, ὡς μίαν οἰκίαν τὴν οἰκουμένην ἔχοντας. Ἤκουσαν, ὅτι Σαμάρεια δέδεκται τὸν λόγον, καὶ ἔπεμψαν Πέτρον καὶ Ἰωάννην· ἤκουσαν τὰ εἰς Ἀντιόχειαν, καὶ πέμπουσι Βαρνάβαν. Πολὺ γὰρ τὸ διάστημα ἦν, καὶ οὐκ ἔδει τοὺς ἀποστόλους τέως χωρισθῆναι, ἵνα μὴ νομισθῶσιν εἶναι φυγάδες, καὶ τοὺς αὐτῶν πεφευγέναι. Τότε δὲ ἀναγκαίως χωρίζονται, ὅτε λοιπὸν ἀνίατα ἔχειν ἐδόκει τὰ κατ' αὐτούς· ὅτε λοιπὸν ὁ πόλεμος ἐπέστη, καὶ ἀπολέσθαι ἔδει· ὅτε ἡ ἀπόφασις ἐξηνέχθη· ἐπεὶ ἕως Παῦλος εἰς Ῥώμην μὴ ἀνέβαινεν, ἐκεῖ ἦσαν. Ἐξέρχονται δὲ, οὐχὶ τὸν πόλεμον δεδοικότες· πῶς γὰρ, οἵ γε πρὸς τοὺς πολεμεῖν μέλλοντας ἀπῄεσαν; Καὶ ὁ πόλεμος δὲ γίνεται λοιπὸν τελευτησάντων τῶν ἀποστόλων, καὶ πέρας τὸ περὶ αὐτῶν ῥηθὲν λαμβάνει· Ἔφθασεν ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Ὅσῳ ἀσημότεροι οὖν ἦσαν, τοσούτῳ μᾶλλον ἔλαμπεν ἡ χάρις, διὰ μικρῶν ἐργαζομένη μεγάλα. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Παρεκάλει πᾶντας, φησὶ, προσμένειν τῷ Κυρίῳ, ὅτι ἦν ἀνὴρ ἀγαθός. Ἐμοὶ δοκεῖ ἀγαθὸν νῦν τὸν ἀφελῆ λέγειν, τὸν ἄπλαστον, τὸν σφόδρα τῆς τῶν πλησίον ἐπιθυμοῦντα σωτηρίας. Οὐ μόνον δὲ ἦν ἀνὴρ ἀγαθὸς, ἀλλὰ καὶ πλήρης Πνεύματος ἁγίου καὶ πίστεως. Διὸ καὶ τῇ προθέσει τῆς καρδίας παρεκάλει πάντας· τουτέστι, μετὰ ἐγκωμίου καὶ ἐπαίνου. Καὶ σκόπει, πῶς καθάπερ γῆ λιπαρὰ τὸν λόγον ἐδέξατο ἡ πόλις αὕτη, καὶ πολὺν τὸν καρπὸν ἀπεδείξατο. Διὰ τί δὲ τῆς Ταρσοῦ αὐτὸν ἀπέστησεν ὁ Βαρνάβας καὶ ἐνταῦθα ἤγαγεν; Οὐχ ἁπλῶς· ἀλλ' ὅτι ἐνταῦθα καὶ ἐλπίδες χρησταὶ, καὶ μείζων ἡ πόλις, καὶ πολὺ τὸ πλῆθος. Εἶδες πάντα τὴν χάριν ἐργαζομένην, οὐ Παῦλον· καὶ πῶς διὰ τῶν μικρῶν τὸ πρᾶγμα ἀρχὴν ἔλαβεν, ὅτε δὲ περιφανὲς γέγονε, τότε Βαρνάβαν πέμπουσι; Καὶ διὰ τί μὴ πρὸ τούτου ἔπεμψαν αὐτόν; Πολλὴν τῶν καθ' ἑαυτοὺς πρόνοιαν ἐποιοῦντο, καὶ οὐκ ἐβούλοντο ἐγκαλεῖν αὐτοῖς Ἰουδαίους, ὅτι προσελάμβανον τὰ ἔθνη· καίτοι διὰ τὸ ἀπαραιτήτως αὐτοῖς ἐπιμίγνυσθαι, ἐπεὶ ἔμελλέ τις ἀμφισβήτησις γίνεσθαι παρ' αὐτῶν, τὰ κατὰ Κορνήλιον προὔλαβε. Τότε γοῦν καὶ λέγουσιν· Ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν. Καὶ σκόπει, πῶς εὐκαίρως ἡ ἀνάγκη τοῦ λιμοῦ εἰσήγαγε τὴν κοινωνίαν τὴν ἀπὸ τῶν ἐθνῶν τὴν πρὸς τοὺς ἐν Ἱεροσολύμοις πεμφθεῖσαν. Δέχονται γὰρ τὰ παρ' αὐτῶν, οἳ καὶ οὐ, καθάπερ ἡμεῖς ἐν θρήνοις τὰς συμφορὰς διάγομεν, οὕτω δήπου καὶ οὗτοι· ἀλλὰ μετὰ πλείονος ἀδείας διῆγον, ἅτε πόῤῥω γενόμενοι τῶν κωλυόντων αὐτοὺς, καὶ ἐν ἀνθρώποις ὄντες οὐ πεφοβημένοις τοὺς Ἰουδαίους· ὃ καὶ αὐτὸ συνεβάλλετο οὐ μικρόν. Ἀλλὰ καὶ εἰς Κύπρον ἀφίκοντο, ὅπου πολὺ μὲν τὸ ἀδεὲς, πλείων δὲ ἡ ἀμεριμνία. Οὐδενὶ δὲ τὸν λόγον, φησὶν, εἰ μὴ Ἰουδαίοις ἐλάλουν. Οὐ διὰ τὸν τῶν ἀνθρώπων φόβον, ὃν οὐδὲν ἡγοῦντο, τοῦτο ἐποίουν· ἀλλὰ τὸν νόμον τηροῦντες, καὶ αὐτοὺς ἔτι διαβαστάζοντες. Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ Κύπριοι καὶ Κυρηναῖοι. Οὗτοι μάλιστα οὐκ ἐφρόντιζον Ἰουδαίων. Οἵτινες ἐλάλουν πρὸς τοὺς Ἑλληνιστὰς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. Ἴσως διὰ τὸ μὴ εἰδέναι Ἑβραϊστὶ, Ἕλληνας αὐτοὺς ἐκάλουν. Παραγενόμενος δὲ, φησὶ, Βαρνάβας, καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ (οὐχὶ τὴν σπουδὴν τῶν ἀνθρώπων), παρεκάλει αὐτοὺς προσμένειν τῷ Κυρίῳ. Τάχα τῷ ἐπαινεῖν τὸν ὄχλον καὶ ἀποδέχεσθαι, τούτῳ πλείους ἐπέστρεψε. Καὶ διὰ τί μὴ Παύλῳ γράφουσιν, ἀλλὰ Βαρνάβαν πέμπουσιν; Οὔπω τοῦ ἀνδρὸς ᾔδεσαν τὴν ἀρετήν· διὸ καὶ μόνον οἰκονομεῖται Βαρνάβαν παραγενέσθαι. Ἐπεὶ δὲ καὶ πλῆθος ἦν, καὶ οὐδεὶς ὁ κωλύων, εἰκότως ἐβλάστησεν ἡ πίστις, καὶ μάλιστα, ὅτι οὐδένα ἐνταῦθα ὑπέμειναν πειρασμὸν, καὶ ὅτι Παῦλος κηρύττει, καὶ οὐκ ἔτι ἀναγκάζεται φεύγειν. Καλῶς δὲ οὐκ αὐτοὶ περὶ τοῦ λιμοῦ λέγουσιν, ἀλλ' οἱ προφῆται, ἵνα μὴ φορτικοί τινες δόξωσι. Καὶ θαυμάζειν ἄξιον, πῶς οὐκ ἠγανάκτησαν ὡς ὑπεροφθέντες Ἀντιοχεῖς, ἀλλ' ἀρκοῦνται τοῖς διδασκάλοις· οὕτω πάντες ἔζεον πρὸς τὸν λόγον. Οἳ καὶ οὐδὲ περιέμειναν γενέσθαι τὸν λιμὸν, ἀλλὰ πρὸ τούτου ἔπεμψαν, Καθὼς ηὐπορεῖτό τις.