Ancient Greek · ~16 min
Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ, διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον, εἰ μὴ μόνον Ἰουδαίοις.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-25
Not analysed yet
Καὶ ὅρα, ὅτι ἐν μὲν τοῖς ἀποστόλοις ἕτεροι τοῦ ἐπιτρέπονται· ἐνταῦθα δὲ Παῦλος καὶ Βαρνάβας. Οὐ μικρὰ δὲ καὶ τοῦτο οἰκονομία ἦν ἄλλως δὲ καὶ ἀρχὴ ἦν, καὶ τέως οὐκ ἔδει σκανδαλισθῆναι. Ἀλλὰ νῦν οὐδεὶς τοῦτο ποιεῖ, καίτοι λιμός ἐστι χαλεπώτερος ἐκείνου. Οὐ γάρ ἐστιν ἴσον κοινῇ φέρειν τὴν συμφορὰν, καὶ πάντων ἐν ἀφθονίᾳ ὄντων, τοὺς πενεστέρους εἶναι ἐν λιμῷ. Τότε μόνον λιμὸς ἦν, καὶ οἱ δεδωκότες πένητες (Καθὼς ηὐπορεῖτο γάρ τις αὐτῶν, φησί)· νῦν δὲ λιμὸς διπλοῦς, καθάπερ ἡ ἀφθονία διπλῆ, λιμὸς χαλεπὸς, λιμὸς οὐ τοῦ λόγον ἀκοῦσαι Κυρίου, ἀλλὰ τοῦ τραφῆναι δι' ἐλεημοσύνης. Τότε καὶ οἱ ἐν Ἰουδαίᾳ πένητες ἀπέλαυσαν, καὶ οἱ ἐν Ἀντιοχείᾳ δόντες τὰ χρήματα, καὶ οὗτοι μᾶλλον ἐκείνων· νυνὶ δὲ καὶ ἡμεῖς καὶ οἱ πένητες ἐν λιμῷ· οἱ μὲν τῆς ἀναγκαίας ἀποροῦντες τροφῆς, ἡμεῖς δὲ ἐν σπάνει τοῦ ἐλέους ὄντες τοῦ Θεοῦ. Ταύτης δὲ τῆς τροφῆς οὐδὲν ἀναγκαιότερον γένοιτ' ἄν. Οὐκ ἔστιν ὑποστῆναι τὰ ἀπὸ τῆς πλησμονῆς κακά· οὐκ ἔστιν εἰς ἀφεδρῶνα προχωρῆσαι τὸ πλέον ταύτης τῆς τροφῆς. Οὐδὲν ὡραιότερον, οὐδὲν ὑγιεινότερον ψυχῆς οὕτω τρεφομένης· πάσης ἀνωτέρα ἕστηκε νόσου, παντὸς λιμοῦ, πάσης ἀνωμαλίας καὶ δυσκρασίας· οὐδεὶς αὐτὴν δυνήσεται ἑλεῖν· ἀλλὰ καθάπερ ἀδαμάντινον σῶμα οὐ σίδηρος πλῆξαι δύναται, οὐκ ἄλλο οὐδὲν, οὕτω καὶ ψυχὴν ἀπὸ ἐλεημοσύνης συμπεπηγυῖαν οὐδὲν ὅλως δυνήσεται ἑλεῖν. Τί γὰρ, εἰπέ μοι, ταύτην χειρώσεταί ποτε; πενία; Οὐκ ἔστιν· ἐν γὰρ τοῖς βασιλικοῖς ἀπόκειται ταμείοις. Ἀλλὰ λῃστὴς καὶ τοιχωρύχος; Ἀλλ' ἐκείνους οὐδεὶς διορύξαι τοὺς τοίχους οἷός τε. Ἀλλὰ σκώληξ; Ἀλλὰ καὶ ταύτης ἀνώτερος τῆς λύμης οὗτος ὁ θησαυρός. Ἀλλὰ βασκανία καὶ φθόνος; Ἀλλ' οὐδὲ τούτοις ἁλίσκεται. Ἀλλὰ συκοφαντίαι καὶ ἐπιβουλαί; Οὐδὲ τοῦτο· ἄσυλος γὰρ ὁ θησαυρός. Ἀλλ' αἰσχρὸν εἰ ταῦτα ἐπιδείξω μόνα τῇ ἐλεημοσύνῃ προσόντα, οὐχὶ δὲ καὶ τἀναντία. Οὐ γὰρ δὴ βασκανίας ἀπήλλακται μόνον, ἀλλὰ καὶ εὐλογίας ἀπολαύει πολλῆς καὶ παρὰ τῶν οὐκ εὖ πεπονθόντων. Ὥσπερ γὰρ οἱ ὠμοὶ καὶ ἀπηνεῖς οὐ τοὺς ἠδικημένους ἔχουσιν ἐχθροὺς μόνον, ἀλλὰ καὶ τοὺς οὐδὲν παθόντας συναλγοῦντας αὐτοῖς καὶ κατηγοροῦντας· οὕτως οἱ μεγάλα ἐργασάμενοι καλὰ οὐχὶ τοὺς εὖ πεπονθότας μόνον, ἀλλὰ καὶ τοὺς οὐδὲν παθόντας ἔχουσιν ἐπαινέτας. Τί λέγω βασκανίας; Καὶ ἐπιβουλευόντων ἀπήλλακται καὶ λῃστῶν καὶ τοιχωρύχων. Οὐ τοῦτο ἔχει μόνον τὸ καλὸν, ἀλλ' ἔτι πρὸς τῷ μὴ ἐλαττοῦσθαι καὶ αὔξεται καὶ εἰς πλῆθος ἐπιδίδωσι. Τί τοῦ Ναβουχοδονόσορ γέγονεν αἰσχρότερον; τί δυσειδέστερον; τί παρανομώτερον; Ἀσεβὴς ὁ ἄνθρωπος ἦν, μυρία τεκμήρια καὶ σημεῖα εἶδε, καὶ οὐκ ἠθέλησεν ἀνενεγκεῖν, ἀλλὰ τοὺς τοῦ Θεοῦ δούλους εἰς κάμινον ἐνέβαλεν, εἰ καὶ μετὰ ταῦτα προσεκύνησε. Τί οὖν ὁ προφήτης; Βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι· τὰς ἀνομίας σου ἐν ἐλεημοσύναις λύτρωσον, καὶ τὰς ἀνομίας σου ἐν οἰκτιρμοῖς πενήτων· ἴσως ἔσται συγγνώμη τοῖς παραπτώμασί σου. Τοῦτο οὕτως εἶπεν, οὐκ ἀμφιβάλλων (σφόδρα γὰρ ἦν πεπεισμένος), ἀλλὰ βουλόμενος αὐτὸν εἰς μείζονα ἐμβαλεῖν φόβον, καὶ πλείονα ἀνάγκην τοῦ ταῦτα ποιῆσαι. Εἰ γὰρ εἶπεν ὡμολογημένως, ὑπτιώτερος ἂν ἐγένετο ἐκεῖνος. Οὕτω καὶ ἡμεῖς τότε μάλιστα ὠθοῦμέν τινας, ὅταν λέγωμεν· Παρακάλεσον τὸν δεῖνα, καὶ μὴ ἐπαγάγωμεν, ὅτι πάντως ἀκούσεται, ἀλλ', ὅτι ἴσως ἀκούσεται· ὑπὸ γὰρ τῆς ἀμφισβητήσεως μείζων ὁ φόβος γενόμενος, μᾶλλον αὐτὸν ὠθεῖ. Διὰ τοῦτο δῆλον αὐτὸ οὐκ ἐποίησε. Τί λέγεις; τοσούτοις ἀσεβήμασιν ἔσται συγγνώμη; Ναί. Οὐκ ἔστιν ἁμάρτημα, ὃ μὴ δύναται καθαρίσαι ἐλεημοσύνη, ὃ μὴ δύναται σβέσαι· πᾶσα ἁμαρτία κατωτέρα ταύτης ἕστηκε· φάρμακόν ἐστι πρὸς πᾶν τραῦμα ἐπιτήδειον. Τί τελώνου χεῖρον; Πάσης ἀδικίας ἐστὶν ὑπόθεσις· ἀλλὰ ταύτην πᾶσαν ἀπενίψατο ὁ Ζακχαῖος. Ὅρα πῶς καὶ ὁ Χριστὸς τοῦτο δείκνυσι, δι' ὧν ἐσπούδασε γλωσσόκομον ἔχειν, καὶ τὰ βαλλόμενα βαστάζειν. Καὶ Παῦλος δέ φησι· Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν· καὶ πολὺς πανταχοῦ τῶν Γραφῶν ὑπὲρ τοῦ πράγματος τούτου ὁ λόγος. Λύτρον ψυχῆς ἀνδρὸς, φησὶν, ὁ ἴδιος πλοῦτος· καὶ ὁ Χριστός· Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο, ἀκολούθει μοι. Τοῦτο τελειότης εἰκότως. Ἐλεημοσύνη δὲ οὐκ ἐν χρήμασι γίνεται μόνον, ἀλλὰ καὶ ἐν πράγμασιν. Οἷόν τι λέγω· Ἔστι καὶ προστῆναι, ἔστι καὶ χεῖρα ὀρέξαι· πολλάκις καὶ χρημάτων μειζόνως ἔσωσεν ἡ διὰ πραγμάτων προστασία.