Ancient Greek · ~18 min
Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς, τοῖς ἀδελφοῖς ἀποταξάμενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος τὴν κεφαλὴν ἐν Κεγχρεαῖς· εἶχε γὰρ εὐχήν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 2.1-39
Not analysed yet
Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ ἀνεγνωσμένα. Ὁ δὲ Παῦλος ἐξέπλει εἰς τὴν Συρίαν, φησὶ, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, οὓς καὶ καταντήσας εἰς Ἔφεσον κατέλιπεν αὐτοῦ. Ἢ ὅτι οὐκ ἐβούλετο περιάγειν αὐτοὺς, καὶ διὰ τοῦτο κατέλιπεν· ἢ μᾶλλον ἵνα διδάσκαλοι μένωσι τοῖς ἐν Ἐφέσῳ. Αὐτοὶ δὲ μετὰ ταῦτα τὴν Κόρινθον ᾤκησαν, οἷς καὶ μεγάλα μαρτυρεῖ, καὶ Ῥωμαίοις ἐπιστέλλων προσαγορεύει αὐτούς. Ὅθεν μοι δοκεῖ μετὰ ταῦτα αὐτοὺς εἰς Ῥώμην ἀπελθεῖν, ἅτε ἐμφιλοχωροῦντας τοῖς τόποις ἐκείνοις, ὅθεν ἐξέπεσον ἐπὶ Νέρωνος. Καὶ καταβὰς, φησὶν, εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν Ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν, καὶ ποιήσας χρόνον τινὰ, ἐξῆλθε, διερ χόμενος τὴν Γαλατικὴν καθεξῆς χώραν καὶ Φρυγίαν. Ἐμοὶ δοκοῦσι καὶ οἱ πιστοὶ ἔτι ἐκεῖ συνάγεσθαι· οὐ γὰρ εὐθέως αὐτοὺς ἀπέσπων. Ὅρα δὲ πῶς αὐτοὺς ἐπείγεται. Καὶ ταύτας τὰς χώρας πάλιν διέρχεται, ὥστε τῇ παρουσίᾳ βεβαιῶσαι τοὺς μαθητάς. Ἰουδαῖος δέ τις, φησὶν, Ἀπολλὼς ὀνόματι, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς Γραφαῖς. Διεγηγερμένος ἦν ὁ ἄνθρωπος· διὸ καὶ ἀποδημίας στέλλεται ὑπὲρ τούτου αὐτοῦ. Ὃς παραγενόμενος, φησὶν, εἰς Ἀχαΐαν, εὐτόνως διακατηλέγχετο τοῖς Ἰουδαίοις δημοσίᾳ. Περὶ τούτου γράφων ἔλεγε· Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ. Τῷ μὲν οὖν δημοσίᾳ ἐλέγχειν, ἡ παῤῥησία ἐδείκνυτο· τῷ δὲ εὐτόνως, ἡ δύναμις ἐδηλοῦτο· τῷ δὲ ἐκ τῶν θείων Γραφῶν ἐπιδεικνύειν, ἡ ἐμπειρία. Οὔτε γὰρ ἡ παῤῥησία τι συντελεῖ καθ' ἑαυτὴν, οὐκ οὔσης δυνάμεως, οὔτε ἡ δύναμις, οὐκ οὔσης παῤῥησίας. Ἄρα οὐκ εἰκῆ Ἀκύλαν κατέλιπεν εἰς Ἔφεσον, ἀλλὰ διὰ τὸν Ἀπολλὼ τάχα τὸ Πνεῦμα τοῦτο ᾠκονόμησεν, ὥστε ἰσχυρότερον ἐπιβῆναι τῇ Κορίνθῳ. Καὶ τί δήποτε τούτῳ μὲν οὐδὲν ἐποίησαν, Παύλῳ δὲ ἐπιτίθενται; ᾜδεσαν, ὅτι ἐκεῖνος ὁ κορυφαῖος ἦν· ἢ καὶ ὅτι πολὺ τὸ ὄνομα τοῦ ἀνδρὸς ἦν· Προλαβόμενοι δὲ, φησὶν, αὐτὸν Ἀκύλας καὶ Πρίσκιλλα, ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν τοῦ Θεοῦ ὁδόν. Ὅρα πῶς πάντα πίστει ἐγίνετο, καὶ οὐδαμοῦ φθόνος, οὐδαμοῦ βασκανία· Ἀκύλας διδάσκει, μᾶλλον δὲ καὶ οὗτος διδάσκεται. Καὶ γὰρ χρόνον αὐτῷ συγγενόμενοι οὕτως ἐδιδάχθησαν, ὡς καὶ ἄλλους ἱκανοὺς εἶναι διδάσκειν. Βουλομένου δὲ αὐτοῦ διελθεῖν, φησὶν, εἰς τὴν Ἀχαΐαν, ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν. Τίνος ἕνεκεν γράμματα πέμπουσιν, ἑρμηνεύει· Ἵνα, φησὶν, αὐτὸν ἀποδέξωνται. Καὶ πόθεν δῆλον ἐκείνους ἐν Ἐφέσῳ ὄντας τὸ βάπτισμα ἔχειν Ἰωάννου; Ὅτι ἐρωτώμενοι, Εἰς τί ἐβαπτίσθητε; Εἰς τὸ Ἰωάννου, λέγουσι, βάπτισμα. Ἴσως ἐπεδήμησαν τοῖς Ἱεροσολύμοις τότε, καὶ ἀπῆλθον, καὶ ἐβαπτίσαντο· ἀλλὰ καὶ βαπτισθέντες, τὸν Ἰησοῦν οὐκ ἠπίσταντο. Καὶ οὐ λέγει αὐτοῖς· Πιστεύετε εἰς τὸν Ἰησοῦν; ἀλλὰ τί; Εἰ Πνεῦμα ἅγιον ἐλάβετε; ᾔδει γὰρ, ὅτι οὐκ εἶχον. Καὶ βούλεται αὐτοὺς εἰπεῖν, ἵνα μαθόντες ὧν ἀπεστέρηνται, αἰτήσωσι. Καὶ ἐπιθέντος αὐτοῖς, φησὶ, τὰς χεῖρας τοῦ Παύλου, ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ' αὐτοὺς, καὶ ἐλάλουν γλώσσαις, καὶ προεφήτευον. Ἀπ' αὐτοῦ τοῦ βαπτίσματος προφητεύουσι. Τοῦτο δὲ τὸ Ἰωάννου βάπτισμα οὐκ εἶχε· διὸ καὶ ἀτελὲς ἦν. Ἵνα δὲ τῶν τοιούτων ἀξιωθῶσι, προπαρεσκεύαζε μᾶλλον αὐτούς. Ὥστε τοῦτο ἐβούλετο Ἰωάννης βαπτίζων, πιστεῦσαι εἰς τὸν ἐρχόμενον μετ' αὐτόν. Ἐντεῦθεν δείκνυται δόγμα μέγα, ὅτι τελείως καθαίρονται τῶν ἁμαρτημάτων οἱ βαπτιζόμενοι. Εἰ μὴ γὰρ ἐκαθαίροντο, οὐκ ἂν τὸ Πνεῦμα ἐδέχοντο οὗτοι, οὐκ ἂν χαρισμάτων εὐθὺς ἠξιοῦντο. Καὶ ὅρα, ὅτι διπλοῦν τὸ χάρισμα ἦν, καὶ γλῶσσαι καὶ προφητεῖαι. Καλῶς δὲ εἶπε βάπτισμα μετανοίας τὸ Ἰωάννου, καὶ οὐκ ἀφέσεως, ἀνάγων αὐτοὺς καὶ πείθων, ὅτι τούτου ἔρημον ἦν ἐκεῖνο· τοῦ γὰρ ὕστερον δοθέντος ἔργον ἡ ἄφεσις γέγονε. Καὶ πῶς οἱ λαβόντες τὸ Πνεῦμα οὐκ ἐδίδασκον, ἀλλ' Ἀπολλὼς μήπω τὸ Πνεῦμα λαβών; Ὅτι οὐκ ἦσαν οὕτω ζέοντες, οὐδὲ κατηχημένοι· ἐκεῖνος δὲ καὶ κατηχημένος ἦν, καὶ σφόδρα ζέων. Ἐμοὶ δὲ δοκεῖ, ὅτι καὶ πολλὴ ἦν ἡ παῤῥησία τοῦ ἀνδρός. Ἀλλ' εἰ καὶ ἀκριβῶς ἐλάλει τὰ περὶ τοῦ Ἰησοῦ, ὅμως ἐδεῖτο ἔτι ἀκριβεστέρας διδασκαλίας. Οὕτω καίτοι οὐκ εἰδὼς πάντα, ἀπὸ τῆς προθυμίας ἐπεσπάσατο τὸ Πνεῦμα τὸ ἅγιον, καθάπερ οἱ περὶ Κορνήλιον. Τάχα πολλοὶ ποθοῦσιν, εἰ καὶ νῦν ἦν, τὸ τοῦ Ἰωάννου βάπτισμα. Ἀλλὰ πολλοὶ ἂν ἠμέλησαν βίου ἐναρέτου, ἢ καὶ ἐνομίσθη ἂν ἕκαστος διὰ τοῦτο, καὶ οὐ διὰ βασιλείαν οὐρανῶν, ἐφίεσθαι τῆς ἀρετῆς. Ἄλλως δὲ πολλοὶ ἂν ἐγένοντο ψευδοπροφῆται, καὶ οὐκ ἂν λοιπὸν οἱ δόκιμοι σφόδρα ἐφάνησαν, οὐδ' ἂν ἐμακαρίσθησαν οἱ τὴν πίστιν ἁπλῶς παραδεξάμενοι. Ὥσπερ οὖν Οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες μακάριοι, οὕτως οἱ χωρὶς σημείων πιστεύοντες. Εἰπὲ δή μοι, οὐκ ὀνειδίζων Ἰουδαίοις ἔλεγεν ὁ Χριστός· Ἐὰν μὴ σημεῖα ἴδητε, οὐ μὴ πιστεύσητε; Οὐκοῦν οὐδὲν παρεβλάβημεν, εἰ θέλοιμεν προσέχειν ἑαυτοῖς. Τὸ κεφάλαιον ἔχομεν τῶν ἀγαθῶν διὰ τοῦ βαπτίσματος· ἄφεσιν ἁμαρτημάτων ἐλάβομεν, ἁγιασμὸν, Πνεύματος μετάληψιν, υἱοθεσίαν, ζωὴν αἰώνιον. Τί βούλεσθε πλέον; σημεῖα; Ἀλλὰ καταργεῖται. Πίστιν ἔχεις, ἐλπίδα, ἀγάπην, τὰ μένοντα· ταῦτα ζήτει, ταῦτα σημείων μείζω. Οὐδὲν ἀγάπης ἴσον· Μείζων πάντων ἡ ἀγάπη, φησί. Νῦν δὲ ἡ ἀγάπη κινδυνεύει· ὄνομα γὰρ αὐτῆς ὑπολέλειπται μόνον, τὸ δὲ ἔργον οὐδαμοῦ, ἀλλὰ διῃρήμεθα ἀπ' ἀλλήλων.