Ancient Greek · ~13 min
Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς, τοῖς ἀδελφοῖς ἀποταξάμενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος τὴν κεφαλὴν ἐν Κεγχρεαῖς· εἶχε γὰρ εὐχήν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-39
Not analysed yet
Τί οὖν ἄν τις ἐργάσαιτο ὥστε συνάψαι; τὸ μὲν γὰρ ἐγκαλέσαι εὔκολον, ἀλλὰ τοῦτο ἥμισύ ἐστιν. Οὐκοῦν δεικνύναι δεῖ πῶς ἂν ἐργασθείη φιλία· τοῦτο γάρ ἐστι τὸ σπουδαζόμενον, πῶς τὰ μέλη τὰ διεσπασμένα συναγάγωμεν. Οὐ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον ἁπλῶς, εἰ μίαν Ἐκκλησίαν ἔχομεν, ἢ ἓν δόγμα· ἀλλὰ τὸ δεινὸν τοῦτό ἐστιν, ὅτι ἐν τοῖς ἄλλοις κοινωνοῦντες ἀλλήλοις, ἐν τοῖς ἀναγκαίοις οὐ κοινωνοῦμεν, καὶ μετὰ πάντων εἰρηνεύοντες, ἐν ἀλλήλοις στασιάζομεν. Μὴ γὰρ, εἰ μὴ μάχας καθ' ἑκάστην ποιοῦμεν, σκόπει, ἀλλ' ὅτι οὐδὲ ἀγάπην γνησίαν ἔχομεν καὶ ἀκλινῆ. Ἐπιδέσμων χρεία καὶ ἐλαίου. Ἐννοήσωμεν, ὅτι γνώρισμά ἐστιν ἡ ἀγάπη τῶν μαθητῶν τοῦ Χριστοῦ, ὅτι ταύτης χωρὶς οὐδὲν ἰσχύει τὰ ἄλλα· ὅτι ἄπονόν ἐστι πρᾶγμα, ἐὰν θέλωμεν. Ναὶ, φησὶν, οἴδαμεν ταῦτα, ἀλλὰ πῶς, ἵνα κατορθωθῇ; Τί, ἵνα γένηται; πῶς, ἵνα φιλῶμεν ἀλλήλους; Πρότερον τὰ ἀναιρετικὰ τῆς ἀγάπης ἐξέλωμεν, καὶ τότε στήσομεν ταύτην. Μηδεὶς ἔστω μνησίκακος, μηδεὶς ἔστω βάσκανος, μηδεὶς χαιρέκακος· ταῦτά ἐστι τὰ κωλυτικά· τὰ δὲ ποιητικὰ ἕτερα. Οὐκ ἀρκεῖ τὰ κωλύοντα ἀνελεῖν, ἀλλὰ καὶ τὰ ἱστῶντα χρὴ ὑποδεικνύναι. Ὁ μὲν οὖν Σιρὰχ λέγει τὰ ἀναιρετικὰ, καὶ οὐκ ἔτι τὰ συνάπτοντα, ὀνειδισμὸν φάσκων καὶ μυστηρίου ἀποκάλυψιν καὶ πληγὴν δολίαν. Ἀλλ' ἐπ' ἐκείνων μὲν εἰκότως ταῦτα, ἅτε σαρκικῶν ὄντων· ἐφ' ἡμῶν δὲ μὴ γένοιτο· οὐκ ἀπὸ τούτων ὑμᾶς ἐνάγομεν, ἀλλ' ἀπὸ τῶν ἄλλων. Οὐδὲν ἡμῖν ἐστι χρηστὸν φιλίας χωρίς. Ἔστω μυρία ἀγαθὰ, ἀλλὰ τί τὸ ὄφελος; ἔστω πλοῦτος, ἔστω τρυφὴ φίλων χωρὶς, ἀλλὰ τί τὸ κέρδος; Οὐδὲν κτῆμα τούτου κάλλιον καὶ ἐν τοῖς βιωτικοῖς πράγμασιν, ὥσπερ οὖν τῶν ἐχθραινόντων οὐδὲν χαλεπώτερον. Ἀγάπη καλύπτει πλῆθος ἁμαρτημάτων· ἡ δὲ ἔχθρα καὶ τὰ οὐκ ὄντα ὑποπτεύει. Οὐκ ἀρκεῖ μὴ εἶναι ἐχθρὸν, ἀλλὰ δεῖ καὶ φιλεῖν. Ἐννόησον, ὅτι ὁ Χριστὸς ἐκέλευσε, καὶ ἀρκεῖ τοῦτο. Καὶ θλῖψις ποιεῖ φιλίας, καὶ συνάγει. Τί οὖν, φησὶ, νῦν, ὅτε θλῖψις οὐκ ἔστιν; εἰπὲ, πῶς, ἵνα γενώμεθα φίλοι; Οὐκ ἔχετε φίλους ἄλλους, εἰπέ μοι; πῶς αὐτῶν ἐστε φίλοι; πῶς διαμένετε; Τέως μηδεὶς μηδένα ἐχθρὸν ἐχέτω· οὐκ ἔστι τοῦτο μικρόν· μηδεὶς φθονείτω· οὐκ ἔνι τὸν μὴ φθονοῦντα κατηγορεῖν. Μίαν οἰκοῦμεν οἰκουμένην ἅπαντες, τοῖς αὐτοῖς τρεφόμεθα καρποῖς. Ἀλλὰ ταῦτα μικρά· τοῖς αὐτοῖς μυστηρίοις, τῆς αὐτῆς πνευματικῆς τροφῆς ἀπολαύομεν. Ταῦτα δήπου ἐστὶ δικαιώματα τοῦ φιλεῖν. Πῶς οὖν θερμῶς διακεισόμεθα, φησί; Τί ποιεῖ σωμάτων ἔρωτα; Λαμπρότης σώματος. Οὐκοῦν καὶ τὰς ψυχὰς καλὰς ἐργασώμεθα, καὶ ἐσόμεθα ἀλλήλοις ἐπέραστοι· οὐ γὰρ δὴ φιλεῖν δεῖ μόνον, ἀλλὰ καὶ φιλεῖσθαι. Πρῶτον τοῦτο κατορθώσωμεν, ὥστε φιλεῖσθαι, καὶ ἐκεῖνο εὔκολον ἔσται. Πῶς οὖν ἔσται ἵνα φιλώμεθα; Γενώμεθα καλοὶ, καὶ τοῦτο ἐργαζώμεθα, ὥστε ἐραστὰς ἔχειν ἀεί. Μηδεὶς σπουδαζέτω μὴ χρήματα κτᾶσθαι, μὴ ἀνδράποδα, μὴ οἰκίας, ὡς τὸ φιλεῖσθαι, ὡς ὄνομα χρηστὸν ἔχειν. Κρεῖττον ὄνομα, ἢ πλοῦτος πολύς. Τὸ μὲν γὰρ μένει, ὁ δὲ ἀπόλλυται· καὶ τὸ μὲν δυνατὸν κτήσασθαι, ἐκεῖνο δὲ ἀδύνατον. Ὁ μὲν γὰρ πονηρὰν δόξαν λαβὼν, δυσκόλως αὐτὴν ἀποθήσεται· ὁ δὲ πένης ταχέως ἀπὸ τοῦ ὀνόματος ἔσται πλούσιος. Ἔστω τις μυρία τάλαντα ἔχων, ὁ δὲ φίλους ἑκατόν· οὗτος ἐκείνου εὐπορώτερος. Μὴ τοίνυν ἁπλῶς τοῦτο ποιῶμεν, ἀλλ' ἐργαζώμεθα ὡς εὐπορίαν τινά. Καὶ πῶς δυνάμεθα, φησί; Λάρυγξ γλυκὺς πληθύνει φίλους αὐτοῦ, καὶ γλῶσσα εὐχάριστος. Στόμα εὔφημον κτησώμεθα, καὶ τρόπους καθαρούς. Οὐκ ἔνι λαθεῖν τὸν οὕτω διακείμενον.