Ancient Greek · ~20 min
Καὶ τανῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοὶ, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ἐποικοδομῆσαι, καὶ δοῦναι κληρονομίαν ὑμῖν ἐν πᾶσι τοῖς ἡγιασμένοις.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 2.1-44
Not analysed yet
Ὁρᾷς; ἵνα μὴ ἀκούσας νομίσῃς ἀνάγκης εἶναι τὸ, Δεδεμένος τῷ Πνεύματι πορεύομαι, μηδὲ ἀγνοοῦντα αὐτὸν ἐμπεσεῖν, διὰ τοῦτο ταῦτα προλέγεται. Ἀλλ' οἱ μὲν ἔκλαιον, αὐτὸς δὲ παρεκάλει, ἀλγῶν ἐπὶ τοῖς δάκρυσι τοῖς ἐκείνων. Τί ποιεῖτε γὰρ, φησὶ, κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Οὐδὲν Παύλου φιλοστοργότερον· ὅτι ἑώρα δακρύοντας, ἤλγει ὁ μὴ πάσχων ἐπὶ τοῖς οἰκείοις πειρασμοῖς. Ἐμὲ ἀδικεῖτε τοῦτο, φησὶ, ποιοῦντες· μὴ γὰρ ἐγὼ ἀλγῶ; Τότε ἐπαύσαντο, ὅτε εἶπε· Τί ποιεῖτε συνθρύπτοντές μου τὴν καρδίαν; Ἐφ' ὑμῖν κλαίω, φησὶν, οὐκ ἐπὶ τοῖς παθήμασιν· ὑπὲρ γὰρ ἐκείνων καὶ ἀποθανεῖν βούλομαι. Ἴδωμεν δὲ ἄνωθεν τὰ εἰρημένα. Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ, φησὶν, οὐδενὸς ἐπεθύμησα· αὐτοὶ γινώσκετε, ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Οὐκ ἄρα ἐν Κορίνθῳ τοῦτο εἰργάσαντο μόνον οἱ διαφθείροντες τοὺς μαθητὰς, ἀλλὰ καὶ ἐν Ἀσίᾳ. Οὐδαμοῦ τοῦτο ὀνειδίζει τοῖς Ἐφεσίοις γράφων. Τί δήποτε; Ὅτι οὐκ ἐνέπεσεν εἰς ἀνάγκην. Ἀλλὰ καὶ Κορινθίοις λέγει· Οὐκ ἐφράγη τὸ καύχημά μου ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας. Καὶ οὐκ εἶπεν, Οὐκ ἐδώκατέ μοι· ἀλλ', Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐκ ἐπεθύμησα, ἵνα μὴ δόξῃ ἐκείνων εἶναι τὸ μὴ δοῦναι. Καὶ οὐκ εἶπεν, Οὐδενὸς ἐπεθύμησα τῶν ἀναγκαίων, ἵνα μὴ δόξῃ πάλιν κατηγορία εἶναι ἐκείνων· ἀλλὰ τοῦτο αἰνίττεται, ὅτι εἰκότως οὐκ ἔλαβεν ὁπότε καὶ ἑτέρους ἔτρεφεν. Ὅρα, πῶς εἰργάζετο μετὰ σπουδῆς ἄνθρωπος νύκτα καὶ ἡμέραν διαλεγόμενος μετὰ δακρύων, ἕνα ἕκαστον νουθετῶν. Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων. Τοῦτο εἰπὼν, πάλιν ἐφόβησεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐκ ἔχετε εἰς ἄγνοιαν καταφυγεῖν· ὑπέδειξα διὰ τῶν ἔργων, ὅτι οὕτω κοπιῶντας δεῖ ἐργάζεσθαι. Καὶ οὐκ εἶπεν, ὅτι κακὸν τὸ λαβεῖν· ἀλλὰ, βέλτιον τὸ μὴ λαβεῖν. Μνημονεύειν τε τὸν λόγον, φησὶ, τοῦ Κυρίου, ὃν εἶπε· Μακάριόν ἐστι μᾶλλον διδόναι ἢ λαμβάνειν. Καὶ ποῦ εἶπεν; Ἴσως ἀγράφως παρέδωκαν οἱ ἀπόστολοι· ἢ ἐξ ὧν ἄν τις συλλογίσαιτο δῆλον. Καὶ γὰρ ἔδειξε τὴν παῤῥησίαν τὴν πρὸς τοὺς κινδύνους, τὴν συμπάθειαν τὴν πρὸς τοὺς ἀρχομένους, τὴν διδασκαλίαν τὴν μετὰ παῤῥησίας, τὴν ταπεινοφροσύνην, τὴν ἀκτημοσύνην· τοῦτο δὲ καὶ ἀκτημοσύνης μεῖζον. Εἰ γὰρ ἐκεῖ, Πώλησόν σου, φησὶ, τὰ ὑπάρχοντα, εἰ θέλεις τέλειος εἶναι· ὅταν πρὸς τῷ μηδὲν λαμβάνειν καὶ ἑτέρους τρέφῃ, τί τούτου ἴσον; Εἷς βαθμὸς τοίνυν ῥῖψαι τὰ αὑτοῦ, δεύτερος, ἑαυτῷ ἐπαρκεῖν, τρίτος, καὶ ἑτέροις, τέταρτος, τὸ κηρύττοντα καὶ ἐξουσίαν ἔχοντα λαμβάνειν μὴ λαμβάνειν· ὥστε πολὺ τῶν ἀκτημόνων οὗτος βελτίων ἦν. Καὶ καλῶς εἶπεν, Οὕτω δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων. Τοῦτο μὲν γὰρ συμπαθείας τῆς πρὸς τοὺς ἀσθενεῖς, τὸ ἐκ τῶν ἰδίων κόπων διδόναι· τὸ δὲ ἐκ τῶν ἀλλοτρίων, οὐ μόνον οὐ καλὸν, ἀλλὰ καὶ ἐπισφαλές. Καὶ ἐπιπεσόντες τῷ τραχήλῳ, φησὶν, αὐτοῦ ἔκλαιον. Τοῦτο τὴν διάθεσιν τὴν πρὸς αὐτὸν δείκνυσιν. Ἐπέπεσον δὲ ἐπὶ τὸν τράχηλον, ἅτε ὑστέρας περιπλοκὰς περιπλεκόμενοι, καὶ πολλὴν ἀπὸ τῆς δημηγορίας λαβόντες τὴν ἀγάπην καὶ τὸ φίλτρον. Εἰ γὰρ ἁπλῶς ἡμεῖς ἀπ' ἀλλήλων διαλυόμενοι στένομεν, καίτοι εἰδότες, ὅτι ἀποληψόμεθα ἀλλήλους, πῶς ἂν ἐκεῖνοι τότε Παύλου ἀπαθῶς ἀπεσπάσθησαν; Ἐγὼ καὶ τὸν Παῦλον οἶμαι κλαίειν. Ἀποσπασθέντες, φησί. Δείκνυσι καὶ τὴν βίαν τῷ εἰπεῖν, Ἀποσπασθέντες ἀπ' αὐτῶν. Καὶ εἰκότως· εἰς γὰρ τὴν θάλασσαν λοιπὸν ἐμβῆναι αὐτοὺς οὐκ ἐνῆν. Τί ἐστιν, Εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶν; Ἀντὶ τοῦ, Οὐ περιήλθομεν οὐδὲ διετρίψαμεν ἐν ἑτέροις τόποις. Τῇ δὲ ἑξῆς, φησὶν, εἰς Ῥόδον. Ὅρα αὐτὸν ἐπειγόμενον. Καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην. Ἴσως ἐκεῖνο αὐτόθι διέτριβε· διὸ ἐν αὐτῷ ἐπιβαίνουσιν, οὐχ εὑρόντες ἄλλο εἰς Καισάρειαν ἀπερχόμενον. Ἀναφάναντες δὲ τὴν Κύπρον, καὶ καταλιπόντες αὐτὴν εὐώνυμον. Τοῦτο οὐχ ἁπλῶς εἴρηται, ἀλλ' ἵνα δείξῃ, ὅτι οὐδὲ ἐγγὺς αὐτῆς γενέσθαι ἠξίωσε, κατευθὺ πλέοντες τῆς Συρίας· οὕτως ἔσπευδεν. Εἶτα καὶ κατήχθημεν εἰς Τύρον, φησὶ, καὶ εὑρόντες μαθητὰς, ἐμείναμεν πρὸς αὐτούς. Ὅτε πλησίον ἦσαν Ἱεροσολύμων, οὐκ ἔτι τρέχουσιν, ἀλλὰ καὶ μένουσι παρὰ τοῖς ἀδελφοῖς ἑπτὰ ἡμέρας. Ἴδε μοι λοιπὸν καὶ τὰς ἡμέρας. Μετὰ τὰ Ἄζυμα εἰς Τρωάδα ἦλθον δι' ἡμερῶν πέντε· εἶτα ἐκεῖ ἑπτά· τὰς πάσας δώδεκα· εἶτα εἰς τὴν Ἄσσον, εἰς Μυτιλήνην, ἀντικρὺ Χίου, εἰς Τρωγύλιον, εἰς Σάμον καὶ εἰς Μίλητον· δεκαοκτὼ ἡμέραι αἱ πᾶσαι. Εἶτα εἰς Κῶν, εἰς Ῥόδον, εἰς Πάταρα, εἴκοσι καὶ μία· εἶτα ἐκεῖθεν δι' ἡμερῶν πέντε εἰς Τύρον, ἓξ καὶ εἴκοσι· λοιπὸν ἐκεῖ ἑπτὰ τριάκοντα καὶ τρεῖς· εἶτα εἰς Πτολεμαΐδα μίαν, τριάκοντα τέσσαρες· εἶτα εἰς Καισάρειαν πλείους μένει τῶν ἄλλων· καὶ τότε λοιπὸν ἐκεῖθεν αὐτοὺς ἀνάγει ὁ προφήτης. Οὕτως ἡ Πεντηκοστὴ πληροῦται, καὶ ἐκεῖ αὐτὴν ποιεῖ. Ὅρα αὐτὸν ὅτε τὸ Πνεῦμα οὐκ ἐκώλυε πειθόμενον. Εἶπον· Μὴ δῷς σαυτὸν εἰς τὸ θέατρον, καὶ οὐκ ἔδωκε· πολλάκις αὐτὸν ἐξήγαγον, καὶ ἐπείσθη· διὰ θυρίδος πάλιν ἔφυγε· καὶ νῦν ὡς εἰπεῖν μυρίων παρακαλούντων, καὶ τῶν ἐν Τύρῳ καὶ τῶν ἐν Καισαρείᾳ, καὶ κλαιόντων καὶ μυρία προλεγόντων δεινὰ, οὐκ ἀνέχεται. Καὶ μὴν οὐχ ἁπλῶς τὰ δεινὰ προέλεγον, ἀλλὰ διὰ τοῦ Πνεύματος προέλεγον. Εἰ τοίνυν τὸ Πνεῦμα ἐκέλευσε, διὰ τί ἀντεῖπον; Ὅτι οὐκ ᾔδεσαν ἅπερ ἐδόκει τῷ Πνεύματι. Καὶ ἄλλως δὲ οὐδὲ τὴν παραίνεσιν διὰ τοῦ Πνεύματος ἐποιοῦντο. Οὐ γὰρ ἁπλῶς αὐτῷ τὰ δεινὰ προὔλεγον, ἀλλ' ὅτι ἀναβῆναι οὐ χρὴ, φειδόμενοι αὐτοῦ. Μετὰ δὲ τὸ ἐξαρτίσαι τὰς ἡμέρας, φησί· τουτέστι, πληρῶσαι· ἡμέρας δὲ λέγει τὰς τεταγμένας· προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις.